Humanitext Reader

亚里士多德 · 问题集 §26.1-26.7

东北风与季风的特性及风向引起的气象变化

第 112 段,共 148 段 · 希腊语

内容简介

本章节探讨了东北风吸引云层的机制、季风的特性、霜雪后吹拂南风的成因、以及回头风源自海洋的物理因素,并说明了降雨对突风的平息作用及风雨分布的地域差异。

§26.1Διὰ τί ὁ καικίας μόνος τῶν ἀνέμων ἐφ’ ἑαυτὸν ἄγει τὰ νέφη;
为什么在所有风中,只有东北风(Kaikias)会把云拉向自己?
ἢ ὅτι ἀφ’ ὑψηλοτέρων τόπων πνεῖ;
或者是因为它从较高的地方吹来?
ἔστι γὰρ τὰ πρὸς ἕω ὑψηλότερα τῶν πρὸς ἑσπέραν.
因为东方的区域比西方的区域更高。
σημεῖον δὲ τὸ τῆς πρὸς ἑσπέραν θαλάττης μέγεθος καὶ βάθος.
这方面的证据是西方海洋的辽阔与深度。
πνέων δὲ ἄνωθεν εἰς τοὐναντίον γραμμὴν ποιεῖ τῇ φορᾷ τὰ κοῖλα πρὸς τὴν γῆν ἔχουσαν.
而它自上方吹向相反的方向,通过其运动形成了一条凹面朝向大地的曲线。
προσπίπτων δέ, ὡς εἴρηται, τοῖς πρὸς ἑσπέραν τῆς γῆς τόποις, καὶ συστέλλων τὰ νέφη διὰ τὸ τῆς γραμμῆς σχῆμα, τῇ ἐκεῖθεν ἀνακλάσει ἐπ’ αὐτὸν ὠθεῖ αὐτά.
正如所说,它撞击在大地西方的区域,并由于该曲线的形状而使云层凝缩,通过那里的反弹,将它们推向自身。
ποιεῖ δὲ μόνος τοῦτο τῶν λοιπῶν τῷ τοὺς μὲν ὑψηλοτέρους, τοὺς δ’ ἐναντίους εἶναι τόπους, πρὸς οὓς τοῦ κάτωθεν ἢ ἐπ’ εὐθείας τὴν φορὰν γίνεσθαι συμβαίνει, τὰ κυρτὰ πρὸς τὴν γῆν ἐχούσης, ὥστε ἀνάκλασιν μὴ γίνεσθαι τοῦ πνεύματος τῷ μὴ πρὸς τὴν γῆν ἐχούσης ἀέρα ἔχειν τὴν τελευτὴν τῆς φορᾶς, ἐν ᾧ οὐδὲ νέφη ἐστὶ περὶ τὴν γῆν· τοῖς δὲ ἧττον κοίλοις καὶ τῷ ἀπηλιώτῃ τῷ μὴ εἶναι ὑγρόν.
而在其他风中,只有它能做到这一点,因为其他风中,有些是从较高的地方吹来,有些是从相反的地方吹来,对于这些风,其运动是从下方或者直线进行的,其运动曲线朝向大地呈凸面,因而不会发生风的反弹,这是因为其运动曲线不朝向大地,而是运动的终点处于空气中,而那里的地球周围甚至没有云层;至于那些凹度较小的风也是如此,而东风(Apeliotes)则是因为其不潮湿。
ὥστε οὐ συνιστὰς ἧττον καταφανής ἐστιν αὐτοῦ ποιῶν τοῦτο ὃ ποιεῖ
因此,由于它不凝结云层,它在做它所做的事时便不那么明显。
§26.2Διὰ τί βορέαι μὲν ἐτήσιοι γίνονται, νότοι δὲ οὔ;
为什么季风是北风而不是南风?
ἢ γίνονται μὲν καὶ νότοι, ἀλλ’ οὐ συνεχεῖς, ὅτι πόρρω ἡμῶν ἡ ἀρχὴ τοῦ νότου ἐστίν, ὑπὸ δὲ τῷ βορέᾳ οἰκοῦμεν;
或者南风其实也会吹,只是不连续,因为南风的起源地离我们很远,而我们居住在北风之下?
ἔτι οἱ μὲν ἐτησίαι βορέαι καθεστηκότος τοῦ ἀέρος πνέουσιν (θέρους γὰρ πνέουσιν), οἱ δὲ νότοι ἦρος, ὅθ’ ἧττον ἕστηκεν τὰ περὶ τὸν ἀέρα.
此外,季风中的北风是在空气稳定时吹拂的(因为它们在夏天吹拂),而南风则是在春天,即空气状态较不稳定时吹拂的。
πρὸς δὲ τούτοις ὁ μὲν νότος ὑγρός, τῷ δ’ ὑγρῷ ὁ ἄνω τόπος ἀλλότριός ἐστι· διὸ ταχὺ διαλύεται τὰ ἐν αὑτῷ συνιστάμενα ὑγρά.
此外,南风是潮湿的,而对于潮湿之物,上方的区域是异己的;因此,其中积聚的湿气很快就会消散。
καὶ τὰ ὑγρὰ πλανητικά ἐστιν, ὥστε οὐ μένων ἐν ταὐτῷ τόπῳ συμμεθίστησι καὶ τὴν τοῦ ἀέρος κίνησιν.
而且潮湿之物具有飘移性,因此它不留在同一地方,连带着也改变了空气的运动。
κινουμένου δὲ μὴ ἐν ταὐτῷ πνεύματα ἄλλα συμβαίνει γίνεσθαι· ἔστι γὰρ πνεῦμα ἀέρος κίνησις.
而当空气不在同一地方运动时,就会产生其他的风;因为风就是空气的运动。
§26.3Διὰ τί νότος πνεῖ μετὰ πάχνην;
为什么下霜之后会吹南风?
ἢ διότι ἡ μὲν πάχνη γίνεται πέψεως γινομένης, μετὰ δὲ τὴν πέψιν καὶ τὴν ἀποκάθαρσιν ἡ μεταβολὴ εἰς τοὐναντίον γίνεται;
或者是因为下霜发生于[大气的]熟化产生之际,而在熟化和净化之后,会发生向相反方向的转变?
ἐναντίον δὲ τῷ βορρᾷ νότος ἐστίν.
而与北风相反的是南风。
διὰ ταὐτὸ δὲ καὶ μετὰ τὴν χιόνα πνεῖ νότος.
出于同样的原因,下雪后也会吹南风。
ὅλως δὲ καὶ ἡ χιὼν καὶ ἡ χάλαζα καὶ τὸ ὕδωρ καὶ πᾶσα ἡ τοιαύτη ἀποκάθαρσις πέψεως σημεῖόν ἐστιν.
总的来说,雪、雹、水以及所有这类净化,都是熟化的迹象。
διὸ καὶ μετὰ τὸν ὑετὸν καὶ τὰς τοιαύτας χειμασίας πίπτει τὰ πνεύματα.
因此,在降雨和此类恶劣天气之后,风就会平息。
§26.4Διὰ τί αἱ τροπαὶ πνέουσιν;
为什么会吹回头风?
ἢ διὰ τὸ αὐτὸ ὃ καὶ οἱ εὔριποι ῥέουσιν;
或者是因为海峡流动流向的同样原因?
μέχρι γὰρ τοῦ ῥεῖν καὶ ἡ θάλαττα φέρεται καὶ ὁ ἀήρ· εἶθ’ ὅταν ἀντιπέσῃ καὶ μηκέτι δύνηται τὰ ἀπόγεια προάγειν διὰ τὸ μὴ ἰσχυρὰν ἔχειν τὴν ἀρχὴν τῆς κινήσεως καὶ φορᾶς, πάλιν ἀνταποδίδωσιν.
因为海洋和空气都会被运送到流动的极限处;然后,当它们发生碰撞,且陆风因为没有强大的运动和移动起点而无法再向前推进时,它又再次反向送回。
§26.5Διὰ τί αἱ τροπαὶ ἐκ τῆς θαλάττης εἰσίν;
为什么回头风是从海上吹来的?
ἢ ὅτι ἡ θάλαττα πλησίον;
是因为海洋很近吗?
ἢ ὅτι ἐναντίον ἐστὶ τῇ ἀπογείᾳ ἡ τροπαία, καὶ ἔστιν ἡ τροπαία οἷον ἀναστροφὴ ἀπογείας.
或者是因为海风与陆风相反,而海风就像是陆风的反转?
ἡ δὲ ἀπογεία τὸ ἐκ τῆς γῆς πρὸς τὴν θάλατταν πνεῦμα γινόμενον, ἡ δὲ τροπαία ἡ τούτου παλίρροια.
而陆风是自陆地向海洋吹拂的风,海风则是它的回流。
ὥστε ἀνάγκη ἐκ θάλαττης εἶναι.
因此,它必然是从海上吹来的。
[ἢ ἡ θάλαττά ἐστι] διὰ τὸ εἰς τὴν θάλατταν ἀθροισθῆναι τὸν ῥυέντα ἀέρα;
[或者,海洋是原因]是因为流动的空气汇集到了海里?
τοῦ δὲ μὴ εἰς τὴν γῆν τοῦτο συνίστασθαι καὶ τοῦ ἀνακάμπτειν ἀπιὸν αἴτιον ὅτι ἡ θάλαττα ἐν κοίλῳ ἐστίν· ὁ δὲ ἀήρ, ὥσπερ τὸ ὕδωρ, ῥεῖ ἀεὶ εἰς τὸ κοιλότατον.
而这种情况不在陆地上形成、并在离开时折返的原因,是因为海洋处于洼地之中;实际上,空气和水一样,总是流向最洼的地方。
§26.6Διὰ τί οἱ ἐκνεφίαι ὕδατος γενομένου θᾶττον παύονται;
为什么在降雨时,云中产生的狂风会更快平息?
ἢ ὅτι αἱ κοιλίαι συμπίπτουσιν τοῦ νέφους, ὕδατος γενομένου, ἐν αἷς ἡ ἀρχὴ τοῦ πνεύματος συνίσταται;
或者是因为当下雨时,风的起点所由形成的云层空腔坍塌了?
§26.7Διὰ τί οὐχ οἱ αὐτοὶ ἄνεμοι πανταχοῦ ὑέτιοί εἰσιν;
为什么同一种风在所有地方都不一定会带来降雨?
ἢ ὅτι οὐχ οἱ αὐτοὶ πανταχοῦ πρὸς ὄρη ἀντιπνέουσιν, ἀλλ’ ἕτεροι κεῖνται πρὸς ἕτερα ὄρη;
或者是因为同一种风并非在所有地方都朝着山峦吹拂,而是不同的山峦处于不同的方向?
οἷον γὰρ πρὸς ἀνάντη μόλις ῥεόντων, ἐνταῦθα ὑφίσταται μᾶλλον τὰ νέφη, οὗ ἀδυνατεῖ ἔτι προωθεῖν αὐτὰ ἄνεμος.
因为当云层仿佛艰难地逆坡流移时,在风无法再将它们向前推进的地方,云层更容易聚集。
ὑφιστάμενα δὲ καὶ πιεζόμενα ῥήγνυται.
而它们聚集并受到压缩后,就会破裂。

词汇与语法注释

  1. §26.1τὰ κυρτὰ πρὸς τὴν γῆν ἐχούσης — 在语境中省略了“运动曲线”(γραμμῆς)这一名词,属格分词 `ἐχούσης` 修饰该省略的阴性单数名词(或用作属格绝对结构),意为“在曲线向大地呈凸面的情况下”。
  2. §26.1τῷ μὴ πρὸς τὴν γῆν ἐχούσης ἀέρα ἔχειν τὴν τελευτὴν — 这是一个表示原因的带冠词不定式结构 `τῷ ... ἔχειν`。不定式 `ἔχειν` 的逻辑主语是宾格的 `τὴν τελευτὴν`(终点),其宾语是 `ἀέρα`(空气)。在此处,`ἐχούσης` 同样修饰省略的名词 `γραμμῆς`(曲线)。
  3. §26.2κινουμένου δὲ μὴ ἐν ταὐτῷ — 属格绝对结构,其逻辑主语是前文提到的 `ἀέρος`(空气)。此句描述了空气不固定于同一处而是不断发生流动和改变的状态。
  4. §26.6συνίστασθαι — 在关系从句 `en hais...` 中,本应使用直陈式第三人称单数 `συνίσταται`,却使用了现在时不定式 `συνίστασθαι`。这大概是受到了前文主导疑问句 `Διὰ τί...` 所引发的间接叙述或描写性语气的影响。

引用这一段

亚里士多德, 问题集 §26.1-26.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg036.humanitext-grc1:26.1-26.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。