§25.13. . . ἢ ὅτι ὁ ἀὴρ ἄνω φέρεται;
……或者是因为空气被向上运送?
ὁ γὰρ ἀσκὸς ὅταν μὲν κενὸς ᾖ κάτω φέρεται, ὅταν δὲ φυσηθῇ, ἄνω ἐπιμένει διὰ τὸ τοῦτον ἀναφέρειν.
因为当革袋空着的时候,它会被向下运送,但当它被吹胀时,它会停留在上方,因为这空气将其向上提起。
εἰ δὲ ὁ ἀὴρ ἀνακουφίζει καὶ κωλύει κάτω φέρεσθαι, διὰ τί βαρύτεροι γίνονται φυσηθέντες;
但是,如果空气减轻了它并阻止它向下运送,为什么它们被吹胀时反而变得更重?
καὶ πῶς, ὅτε μὲν βαρύτερός ἐστιν, ἐπιμένει, κουφότερος δὲ γενόμενος καταφέρεται;
而且,既然它更重时能停留在上方,为什么变轻了之后反而降下来?
§25.14Διὰ τί ὁ ἀὴρ. . . οὐκ ἄνω φέρεται;
为什么空气……不向上运行?
εἰ γὰρ τὰ πνεύματα τούτου κινουμένου ὑπὸ τοῦ θερμοῦ γίνεται, πέφυκεν δὲ τὸ πῦρ ἄνω φέρεσθαι, καὶ τὸ πνεῦμα εἰς τὸ ἄνω ἐβάδιζεν, εἴπερ τό τε κινοῦν εἰς τὸ ἄνω θεῖ καὶ τὸ κινούμενον οὕτω πέφυκε φέρεσθαι.
因为如果风是在这空气被热量推动时产生的,而火在本性上是向上运送的,且风也应当向高处移动,如果推动者向高处奔跑,而被推动者在本性上也如此被运送的话。
νῦν δὲ φαίνεται λοξὴν τὴν φορὰν ποιούμενος.
但现在看来,它的运动却是倾斜的。
§25.15Διὰ τί τὸ ἀφ’ ἕω ψυχρότερον ἢ τὸ ἀφ’ ἑσπέρας;
为什么早晨的空气比傍晚的更冷?
ἢ ὅτι τὸ μὲν ἐγγύτερον μέσων νυκτῶν, τὸ δὲ μεσημβρίας;
是因为前者更接近午夜,而后者更接近中午吗?
ἔστι δὲ ἡ μεσημβρία θερμότατον διὰ τὸ εἶναι ἐγγύτατον ἡλίου, αἱ δὲ μέσαι νύκτες ψυχρότεραι διὰ τὸ ἐναντίον.
而中午因为最接近太阳所以最热,午夜则因为相反的原因而更冷。
§25.16Διὰ τί αἱ νύκτες τῶν ἡμερῶν ἐν ταῖς ἀλέαις πνιγηρότεραι;
为什么在炎热的天气里,夜晚比白天更闷热?
ἢ διὰ τὴν ἄπνοιαν;
还是因为无风?
οἱ γὰρ ἐτησίαι καὶ πρόδρομοι τὰς νύκτας ἧττον πνέουσιν.
因为季风和前驱风在夜间吹得较少。
§25.17Διὰ τί τὰ ἐν τοῖς ἀσκοῖς ἄσηπτα φυσηθεῖσιν, καὶ ἐν τοῖς περιπωματιζομένοις;
为什么革袋里的东西在被吹胀时,以及在那些盖紧的容器里,不会腐烂?
ἢ διότι σήπεται μὲν κινούμενα, ἅπαντα δὲ τὰ πλήρη ἀκίνητα, ταῦτα δὲ πλήρη.
是因为它们在运动时会腐烂,而所有装满的东西都是不动的,这些容器又是装满的吗?
§25.18Διὰ τί τῆς αἰθρίας μᾶλλον ψῦχος γίνεται ἢ ἐπινεφέλων ὄντων;
为什么晴天比阴天更冷?
τὰ δὲ ἄστρα καὶ ὁ οὐρανὸς θερμός.
然而恒星和天空是热的。
ἢ ὅτι οὐθὲν ἀποστέγει ἐν τῇ αἰθρίᾳ τὴν ἀτμίδα, ἀλλὰ διαχεῖται ἐν δὲ τοῖς ἐπινεφέλοις ἀποστέγεται;
还是因为在晴天没有什么东西能阻挡水汽,而是使其消散,而在阴天时它被阻挡了?
καὶ βορείων γε ἢ νοτίων διὰ τὸ αὐτό· ὁ μὲν γὰρ νότος ἄγει τὸ τοιοῦτον, ὁ δὲ ἀπωθεῖ.
关于北风或南风也是出于同样的原因:因为南风带来这种东西,而北风将其驱除。
καὶ ἀτμίζειν δὲ φαίνεται βορείοις μᾶλλον ἢ νοτίοις, καὶ χειμῶνος ἢ θέρους.
而且在北风时似乎比在南风时、在冬天似乎比在夏天更容易产生蒸汽。
ἢ παρὰ τὸ ἀνόμοιον;
还是因为不均匀?
ἢ ὅτι θερμοῦ ψυχομένου ἐστὶν ἡ ἀτμίς;
或者因为蒸汽是受冷的热物所产生的?
§25.19Διὰ τί ἀὴρ ὁ ἐλάττων θερμότερος τοῦ πλείονος;
为什么少量的空气比多量的空气更热?
αἱ γὰρ στενοχωρίαι ἀλεεινότεραι.
因为狭窄的地方更温暖。
ἢ διότι κινεῖται μᾶλλον ὁ πολύς, ἡ δὲ κίνησις ποιεῖ ψυχρόν;
还是因为多量的空气运动得更多,而运动会产生寒冷?
σημεῖον δὲ τούτου, ὅτι κινούμενα ψύχεται τὰ θερμά.
这方面的证据是,热的东西在运动时会变冷。
§25.20Διὰ τί ὕδωρ μὲν καὶ γῆ σήπεται, ἀὴρ δὲ καὶ πῦρ οὐ σήπεται;
为什么水和土会腐烂,而空气和火不会腐烂?
ἢ ὅτι θερμότατον γίνεται τὸ σηπόμενον ἅπαν, πυρὸς δὲ οὐδὲν θερμότερον;
是因为凡是腐烂的东西都会变得极热,而没有什么比火更热吗?
ἢ ὅτι ψυχθῆναι δεῖ πρότερον, τὸ δὲ πῦρ ἀεὶ θερμόν, ὁ δὲ ἀὴρ πυρὸς πλήρης.
或者是因为它必须先冷却,但火总是热的,而空气中充满了火?
σήπεται δὲ οὐδὲν θερμόν, ἀλλὰ ψυχθέν· γῆ δὲ καὶ ὕδωρ καὶ ἀὴρ καὶ θερμὰ καὶ ψυχρὰ γίνεται.
并且没有任何热的东西会腐烂,而是冷却了的东西才会腐烂;而土、水和空气则既能变热也能变冷。
§25.21Διὰ τί τὰ ἐπινέφελα ἀλεεινότερα τῶν αἰθρίων;
为什么阴天比晴天更温暖?
πότερον ὡς οἱ ἀρχαῖοι ἔλεγον ὅτι τὰ ἄστρα ψυχρά;
是像古人所说的那样,因为星星是冷的吗?
ἢ λίαν τοῦτό γε ἄτοπον, ἀλλὰ διότι ἀτμίζει;
或者这实在太荒谬了,而是因为有蒸汽上升?
ἐπισημαντέον δὲ ὅτι ἐν νηνεμίᾳ ἡ δρόσος καὶ ἡ πάχνη γίνεται.
应当注意的是,露水和霜是在无风时产生的。
ὅταν μὲν οὖν αἰθρία ᾖ, διαπνεῖ τὸ θερμόν, ὑφ’ οὑ ἀνάγεται τὸ ὑγρόν, ὥστε ψυχρὸς ὁ ἀήρ· διὸ καὶ δροσίζει ἀφιέμενον τὸ ὑγρὸν ἀπὸ τοῦ θερμοῦ.
因此,当晴天时,热量消散,湿气随之被带走,以致空气变冷;因此,当湿气脱离热量时,就会降下成为露水。
ὅταν δὲ ἐπινέφελον ᾖ, ἀποστέγεται, διὸ οὐ γίνεται δρόσος οὐδὲ πάχνη ὄντων ἐπινεφέλων.
但当阴天时,它被阻挡,因此当阴天时既不产生露水也不产生霜。
περὶ οὖν τὴν γῆν ὑπομένον τὸ θερμὸν ποιεῖ τὴν ἀλέαν.
因此,留在大地周围的热量产生了温暖。
§25.22Διὰ τί ἐν τοῖς ὑψηλοῖς τῶν οἴκων ὁ ἀὴρ διευριπίζει, καὶ μάλιστα ταῖς εὐδίαις;
为什么在房屋的高处空气会剧烈起伏,特别是在晴朗无风的日子?
ἢ διότι ὁ ἀὴρ πολύκενός τίς ἐστι τὴν σύγκρισιν.
是因为空气在结构上是非常多孔隙的吗?
ὅταν οὖν ἄρξηται εἴσω ῥεῖν, συγχωρεῖ ὁ ἐν τῷ οἰκήματι ἀὴρ καὶ συστέλλεται.
因此,当空气开始向内流动时,房间里的空气就会让步并收缩。
τούτου δὲ συμπίπτοντος τῷ χρόνῳ πολυκενώτερος γίνεται ὁ ἔξωθεν.
随着这种情况的发生,久而久之,外部的空气变得更加多孔隙。
καὶ χώραν πολλὴν ἴσχει.
并且占有了很大的空间。
εἰς ταύτην οὖν τὴν χώραν πίπτει ὁ ἐκ τοῦ οἰκήματος ἀήρ, ὢν πλησίον, καὶ φέρεται εἰς ταύτην τὴν χώραν διὰ τὸ κρέμασθαι καὶ τὴν τοῦ κενοῦ φύσιν μὴ δύνασθαι ἀντιστηρίζειν.
因此,房间里的空气因为靠近,便落入这个空间,并由于悬空且空无的本性无法支撑,而被运送到这个空间中。
κατὰ πολλὰ δὲ αὐτοῦ μέρη τούτου συμβαίνοντος, ἕπεται αὐτῷ ὁ πλησίον διὰ τὴν πρόσοψιν· εἶτα πολλοῦ ἔξωθεν φερομένου ὁ μὲν ἔσω τόπος πολύκενος γίνεται, ὁ δὲ ἔξω πυκνότερος, καὶ πάλιν ἔξωθεν εἴσω φέρεται.
由于这在它的许多部分发生,邻近的空气因为紧随而跟着它;然后,随着大量空气被运送到外面,内部的空间变得非常多孔隙,而外部变得更稠密,于是空气再次从外部向内运送。
καὶ ταῦτα ἀλλάσσονται.
这些情况交替发生。