§23.29Διὰ τί αἱ κυματωδέστεραι γαῖ στερραὶ γίνονται πολλάκις οὕτως σφόδρα ὥσπερ ἠδαφισμέναι;
なぜ波の激しい土地は、しばしばまるで舗装されたかのように非常に硬くなるのか。
καὶ ἡ μὲν κυματώδης γῆ στερεά, ἡ δὲ ἄπωθεν χαῦνος.
また、波の打ち寄せる土地は固いのに、そこから離れた場所は松散な(緩い)のか。
ἢ διότι ἡ μικρὰ ἄμμος οὐ πόρρωθεν ἐκβάλλεται ὑπὸ τοῦ κύματος, ἀλλὰ ἡ μείζων μᾶλλον;
あるいは、細かい砂は波によって遠くへは投げ出されず、より大きい砂のほうがむしろ遠くへ投げ出されるからだろうか。
ὥσπερ καὶ τῇ χειρὶ βάλλειν πόρρω οὐ τὸ ἐλάχιστον μάλιστα δυνατόν.
それはちょうど、手で遠くに投げる際にも、最も小さいものが最も遠くへ投げやすいわけではないのと同様である。
ἔπειτα πολλῶν κυκωμένων τα ἐλάχιστα ἐμπίπτοντα πυκνοῖ.
次いで、多くのものがかき混ぜられるとき、最も小さいものが隙間に落ち込んで密にする。
ἡ δὲ τοῦ κύματος λωφῶντος κίνησις ἐδαφίζει, κινεῖ δὲ οὐκέτι.
そして、引いていく波の運動が平らにならし、もはや動かさない。
διὰ μὲν οὖν τὸ μὴ τὰ μικρότατα πόρρω δύνασθαι πηδᾶν, ἐκ μικρῶν σφόδρα συντέθειται·
それゆえ、最も小さいものは遠くまで跳んでいくことができないので、非常に小さなものから構成される。
διὰ δὲ τὸ πολλάκις κινεῖσθαι συνεχὲς γίνεται πιπτούσης ἄμμου, ἕως ἂν συναρμόσῃ·
また、度々動かされることによって、砂が落ちるにつれて隙間なく連続したものとなり、ついには互いに適合するようになる。
διὰ δὲ τὸ κῦμα τὸ τελευταῖον ἐδαφίζεται, καὶ τὸ ἠρέμα ὑγρὸν συγκολλᾷ.
そして、最後の波によって平らにならされ、わずかな湿気がそれを膠着させる。
ἡ δὲ πόρρω ξηρά τε οὖσα διίσταται, καὶ ἐκ μειζόνων ἐστὶ λιθιδίων καὶ ἀνεδάφιστος.
一方、遠くの土地は乾燥しているためにばらばらになり、より大きな小石から成っていて、平らにならされていない。
§23.30Διὰ τί τῆς θαλάσσης τὰ ἄνω τῶν ἐν τῷ βάθει ἁλμυρώτερα καὶ θερμότερα;
なぜ海水は、深部よりも表面のほうがより塩辛く、より温かいのか。
ὁμοίως δὲ καὶ ἐν τοῖς φρέασι τοῖς ποτίμοις τὸ ἐπιπολῆς ἁλμυρώτερον τοῦ εἰς βάθος·
同様に、飲用の井戸でも、表面の水は深部の水よりも塩辛い。
καίτοι ἔδει τὸ κατωτέρω· βαρύτερον γὰρ τὸ ἁλμυρόν.
もっとも、塩辛いもののほうが重いのだから、下部のほうがそうでなければならないはずであるのに。
ἢ διότι ὁ ἥλιος καὶ ὁ ἀὴρ ἀνάγει ἀεὶ τὸ ἐλαφρότατον ἀπὸ τῶν ὑγρῶν;
あるいは、太陽と空気が、常に液体のなかから最も軽いものを引き上げるからだろうか。
τὸ δὲ ποτιμώτερον ἀεὶ κουφότερον, μᾶλλον δὲ ἀπάγει ἀπὸ τῶν ἐγγυτέρων τόπων.
より飲用に適した水は常に軽く、また(太陽と空気は)より近い場所からより多く引き去る。
ὥστε καὶ τῆς θαλάττης ἀπὸ τῶν ἐπιπολῆς καὶ τῶν ποτίμων ἀνάγκη τὸ λειπόμενον ἁλμυρώτερον εἶναι, ἀφ’ ὧν ἀνῆκται, ἢ ἀφ’ ὧν μηθὲν ἢ ἔλαττον τὸ γλυκύ.
したがって、海でも表面において、また飲める水でも、甘い水が引き上げられた後の残りの部分は、甘い水が全く、あるいはほとんど引き上げられなかった部分よりも、必然的に塩辛くなるのである。
διὰ τοῦτο δὲ καὶ θερμότερα τὰ ἄνω·
このため表面のほうがより温かくもある。
τὸ γὰρ ἁλμυρὸν θερμότερον τοῦ ποτίμου.
塩水は飲める水よりも温かいからである。
διὸ καὶ φασί τινες τῶν ἡρακλειτιζόντων ἐκ μὲν τοῦ ποτίμου ξηραινομένου καὶ πηγνυμένου λίθους γίνεσθαι καὶ γῆν, ἐκ δὲ τῆς θαλάττης τὸν ἥλιον ἀναθυμιᾶσθαι.
それゆえ、ヘラクレイトス派の人々のなかには、飲める水が乾燥して固まることで石や土が生じるのに対し、海からは太陽が蒸気によって養われると言う者もいるのである。
§23.31Διὰ τί τῆς θαλάττης τὰ πρὸς τῇ γῇ γλυκύτερά ἐστιν;
なぜ海の水は、陸に近い場所のほうがより甘いのか。
ἢ διότι ἐν τῇ κινήσει μᾶλλόν ἐστιν;
あるいは、運動のなかに置かれることがより多いからだろうか。
κινούμενον δὲ τὸ ἁλμυρὸν γλυκύτερον γίνεται.
塩水は動かされるとより甘くなる。
ἢ ὅτι καὶ ἐν τῷ βάθει ἁλμυρώτερόν ἐστι τὸ ὕδωρ, τὰ δὲ πρὸς τῇ γῇ ἧττόν ἐστι βαθέα.
あるいは、深部においても水はより塩辛く、陸に近い場所は深さがより浅いからだろうか。
διὸ καὶ τἀγχιβαθῆ ἁλμυρά ἐστι καὶ οὐχ ὁμοίως γλυκέα.
それゆえ、岸のすぐ近くから深くなっている場所は塩辛く、同様には甘くないのである。
τούτου δ’ αἴτιον, ὅτι βαρὺ ὂν τὸ ἁλμυρὸν φέρεται μᾶλλον εἰς βάθος.
この原因は、塩水は重いために、より深部へと運ばれるからである。
§23.32Διὰ τί ἡ θάλαττα μόνον τῶν ὑδάτων κάεται, τὰ δὲ πότιμα καὶ ποτάμια οὔ;
なぜ水のうちで海水だけが燃え(可燃性であり)、飲める水や川の水は燃えないのか。
πότερον ὅτι γῆν πολλὴν ἔχει;
大地の性質を多く含んでいるからだろうか。
δηλοῦσι δὲ οἱ ἅλες.
これは塩がそれを示している。
ἢ διότι λιπαρά;
あるいは、油分を含んでいるからだろうか。
δηλοῖ δὲ τὸ ἐν τοῖς ἅλασιν ὑφιστάμενον ἔλαιον.
これは塩のなかに潜んでいる油がそれを示している。
§23.33Διὰ τί ἐν ταῖς λίμναις ἄμμος οὐ γίνεται ἢ ἧττον ἢ ἐν τῇ θαλάττῃ καὶ τοῖς ποταμοῖς;
なぜ湖には砂が生じないのか、あるいは海や川に比べて少ないのか。
ἢ ὅτι ἐν τῇ θαλάττῃ πέτραι γίνονται, καὶ ἡ γῆ ἐκκέκαυται μάλιστα;
あるいは、海のなかでは岩(石)が生じ、大地が極めて強く焼かれているからだろうか。
ἡ δὲ ἄμ μος ἐστὶ πέτρα ἐψηγμένη εἰς μικρὰ καὶ ἐλάχιστα μόρια.
そして砂とは、岩が微細な、極めて小さい粒子へと磨り潰されたものである。
ψήχεται δὲ διὰ τὴν πληγὴν τῶν κυμάτων.
反映として、それは波の衝撃によって磨り潰される。
ἐν δὲ ταῖς λίμναις οὐ γίνονται ὁμοίως πέτραι καθαραί, οὐδὲ θραύονται ὁμοίως διὰ τὸ μὴ γίνεσθαι κύματα ὁμοίως.
一方、湖のなかでは同様に清澄な岩は生じず、波が同様には生じないために、同様に砕かれることもない。
ἐν δὲ τοῖς ποταμοῖς μᾶλλον, ὅτι τὴν μὲν γῆν καταφέρουσιν, τὰς δὲ πέτρας τῇ πληγῇ θραύουσιν.
しかし川のなかではより多く生じる。 川は土を押し流し、岩を衝撃によって砕くからである。
§23.34Διὰ τί, ὅταν ἡ λίμνη ἢ κοπάσῃ ἢ ξηρὰ γένηται, ἀποκάεται ὁ σῖτος ἐν τῷ πεδίῳ μᾶλλον;
なぜ、湖が水位を下げるか乾燥して干上がると、平野の作物がより霜害に遭う(枯れる)のか。
πότερον ὅτι τὸ ὑγρὸν τὸ ἐν τῇ λίμνῃ ἀπατμίζον τῇ ἀτμίδι θερμαίνει τὸν ἀέρα, ὥστε ἐλάττους καὶ ἀσθενεστέρους ποιεῖ τοὺς πάγους ἢ ἐν τοῖς κοίλοις καὶ προσελώδεσι τόποις;
あるいは、湖のなかの水分が蒸発して、その蒸気によって空気を温め、その結果、窪地や湿地においてよりも霜をより少なく、より弱くするからだろうか。
ἢ ἐκ τῆς γῆς, ὥσπερ λέγεται, τὰ ψύχη ἄρχεται καὶ λανθάνει εἰσδυόμενα ξηρᾶς οὖν οὔσης τῆς λίμνης, διὰ πλείονος τόπου ἡ ψυχρότης πλείων προσπίπτουσα πήγνυσι καὶ ἀποκάει μᾶλλον.
あるいは、言われているように、冷気は大地から始まり、気づかれずに侵入するからだろうか。
ἐν δὲ ταῖς τοιαύταις χώραις τὰ ψύχη κάτωθεν γίνεται, ὥσπερ καὶ δοκεῖ.
それゆえ、湖が乾燥していると、より広い空間を通じてより多くの冷気が襲いかかり、凍らせてより枯らすのである。
καίτοι ἡ γῆ θερμὴ τοῦ χειμῶνος·
もっとも、このような地域では、冷気は下から生じるものであり、実際にそのように思われる。
ἀλλὰ διὰ τὸ ἔφυγρον εἶναι κατέψυκται τὸ ἐπιπολῆς θερμὸν τὸ ἐν τῇ γῇ.
とはいえ、冬には大地は温かいのだが、湿り気があるために、地中にある表面の熱が冷やされるのである。
τὸ γὰρ ὑγρὸν οὔτε οὕτω πόρρω ἐστὶν ὥστε μὴ ψύχεσθαι, διὰ τὴν ἐνοῦσαν θερμότητα ἐν τοῖς ὑγροῖς, οὔτε οὕτως ὀλίγον ὥστε μηθὲν ἰσχύειν, διὰ τὸ διάβροχον εἶναι τὴν γῆν.
なぜなら、水分は、液体に内在する熱のために冷やされないほど遠くにあるわけでもなく、また大地が浸水しているために何の影響も及ぼさないほど少ないわけでもないからである。
οἷον οὖν διά τὴν ψύξιν αὐτοῦ συμβαίνει ἐπὶ κρυστάλλου περιπατεῖν καὶ οἰκεῖν.
したがって、それが冷やされることによって、まるで氷の上を歩き、暮らしているかのようになるのである。