§23.29Διὰ τί αἱ κυματωδέστεραι γαῖ στερραὶ γίνονται πολλάκις οὕτως σφόδρα ὥσπερ ἠδαφισμέναι;
为什么常受波浪拍击的土地往往变得非常坚硬,就像铺过一样?
καὶ ἡ μὲν κυματώδης γῆ στερεά, ἡ δὲ ἄπωθεν χαῦνος.
而且,受波浪拍击的土地是坚固的,而远离波浪的地方则是松散的。
ἢ διότι ἡ μικρὰ ἄμμος οὐ πόρρωθεν ἐκβάλλεται ὑπὸ τοῦ κύματος, ἀλλὰ ἡ μείζων μᾶλλον;
是因为微细的沙子不会被波浪抛得太远,而较大的沙子反而被抛得更远吗?
ὥσπερ καὶ τῇ χειρὶ βάλλειν πόρρω οὐ τὸ ἐλάχιστον μάλιστα δυνατόν.
正如用手扔向远处时,并不是最小的东西最容易扔得远。
ἔπειτα πολλῶν κυκωμένων τα ἐλάχιστα ἐμπίπτοντα πυκνοῖ.
随后,在许多东西被搅动时,落入其中的最微小者使其紧密。
ἡ δὲ τοῦ κύματος λωφῶντος κίνησις ἐδαφίζει, κινεῖ δὲ οὐκέτι.
而退去之波的运动使其平整,却不再移动它。
διὰ μὲν οὖν τὸ μὴ τὰ μικρότατα πόρρω δύνασθαι πηδᾶν, ἐκ μικρῶν σφόδρα συντέθειται· διὰ δὲ τὸ πολλάκις κινεῖσθαι συνεχὲς γίνεται πιπτούσης ἄμμου, ἕως ἂν συναρμόσῃ· διὰ δὲ τὸ κῦμα τὸ τελευταῖον ἐδαφίζεται, καὶ τὸ ἠρέμα ὑγρὸν συγκολλᾷ.
因此,因为最微小者无法跳得太远,所以它是由极小之物构成的;又因频繁移动,随着沙子的落下,它变得连续,直到紧密契合;并因最后一股波浪而变平,微弱的湿气将其粘合。
ἡ δὲ πόρρω ξηρά τε οὖσα διίσταται, καὶ ἐκ μειζόνων ἐστὶ λιθιδίων καὶ ἀνεδάφιστος.
而远处因干燥而分散,且由较大的小石子构成,未经铺平。
§23.30Διὰ τί τῆς θαλάσσης τὰ ἄνω τῶν ἐν τῷ βάθει ἁλμυρώτερα καὶ θερμότερα;
为什么海水的表层比深处更咸、更热?
ὁμοίως δὲ καὶ ἐν τοῖς φρέασι τοῖς ποτίμοις τὸ ἐπιπολῆς ἁλμυρώτερον τοῦ εἰς βάθος· καίτοι ἔδει τὸ κατωτέρω· βαρύτερον γὰρ τὸ ἁλμυρόν.
同样,在可饮用的井中,表面的水也比深处的更咸;然而,下层的应该更咸,因为咸水是重的。
ἢ διότι ὁ ἥλιος καὶ ὁ ἀὴρ ἀνάγει ἀεὶ τὸ ἐλαφρότατον ἀπὸ τῶν ὑγρῶν;
是因为太阳和空气总是从液体中吸走最轻的部分吗?
τὸ δὲ ποτιμώτερον ἀεὶ κουφότερον, μᾶλλον δὲ ἀπάγει ἀπὸ τῶν ἐγγυτέρων τόπων.
而更可饮用者总是较轻,且它们从较近处带走更多。
ὥστε καὶ τῆς θαλάττης ἀπὸ τῶν ἐπιπολῆς καὶ τῶν ποτίμων ἀνάγκη τὸ λειπόμενον ἁλμυρώτερον εἶναι, ἀφ’ ὧν ἀνῆκται, ἢ ἀφ’ ὧν μηθὲν ἢ ἔλαττον τὸ γλυκύ.
因此,无论是海的表层还是可饮用水,被吸走甜水后剩下的部分,必然比那些未被吸走或吸走较少甜水的部分更咸。
διὰ τοῦτο δὲ καὶ θερμότερα τὰ ἄνω· τὸ γὰρ ἁλμυρὸν θερμότερον τοῦ ποτίμου.
因此表层也更热;因为咸水比可饮用水更热。
διὸ καὶ φασί τινες τῶν ἡρακλειτιζόντων ἐκ μὲν τοῦ ποτίμου ξηραινομένου καὶ πηγνυμένου λίθους γίνεσθαι καὶ γῆν, ἐκ δὲ τῆς θαλάττης τὸν ἥλιον ἀναθυμιᾶσθαι.
所以,某些赫拉克利特学派的人也说,可饮用水干燥并凝固后会形成石头和土,而太阳则是从海中通过蒸汽得以滋养的。
§23.31Διὰ τί τῆς θαλάττης τὰ πρὸς τῇ γῇ γλυκύτερά ἐστιν;
为什么靠近陆地的海水更甜?
ἢ διότι ἐν τῇ κινήσει μᾶλλόν ἐστιν;
是因为它更多地处于运动中吗?
κινούμενον δὲ τὸ ἁλμυρὸν γλυκύτερον γίνεται.
而咸水在运动时会变甜。
ἢ ὅτι καὶ ἐν τῷ βάθει ἁλμυρώτερόν ἐστι τὸ ὕδωρ, τὰ δὲ πρὸς τῇ γῇ ἧττόν ἐστι βαθέα.
还是因为在深处水也更咸,而靠近陆地的地方则较浅?
διὸ καὶ τἀγχιβαθῆ ἁλμυρά ἐστι καὶ οὐχ ὁμοίως γλυκέα.
所以,紧邻深海的岸边是咸的,并不像那样甜。
τούτου δ’ αἴτιον, ὅτι βαρὺ ὂν τὸ ἁλμυρὸν φέρεται μᾶλλον εἰς βάθος.
其原因在于,咸水由于沉重,更多地被带向深处。
§23.32Διὰ τί ἡ θάλαττα μόνον τῶν ὑδάτων κάεται, τὰ δὲ πότιμα καὶ ποτάμια οὔ;
为什么在水中只有海水会燃烧,而可饮用水和河水却不会?
πότερον ὅτι γῆν πολλὴν ἔχει;
是因为它含有许多土性吗?
δηλοῦσι δὲ οἱ ἅλες.
盐证明了这一点。
ἢ διότι λιπαρά;
还是因为它含有油分?
δηλοῖ δὲ τὸ ἐν τοῖς ἅλασιν ὑφιστάμενον ἔλαιον.
盐中潜在的油证明了这一点。
§23.33Διὰ τί ἐν ταῖς λίμναις ἄμμος οὐ γίνεται ἢ ἧττον ἢ ἐν τῇ θαλάττῃ καὶ τοῖς ποταμοῖς;
为什么湖泊中不形成沙子,或者比海和河流中形成的要少?
ἢ ὅτι ἐν τῇ θαλάττῃ πέτραι γίνονται, καὶ ἡ γῆ ἐκκέκαυται μάλιστα;
是因为海中会形成岩石,且大地被极度烧灼吗?
ἡ δὲ ἄμ μος ἐστὶ πέτρα ἐψηγμένη εἰς μικρὰ καὶ ἐλάχιστα μόρια.
而沙子是被磨碎成微小、极小颗粒的岩石。
ψήχεται δὲ διὰ τὴν πληγὴν τῶν κυμάτων.
它是通过波浪的击打而被磨碎的。
ἐν δὲ ταῖς λίμναις οὐ γίνονται ὁμοίως πέτραι καθαραί, οὐδὲ θραύονται ὁμοίως διὰ τὸ μὴ γίνεσθαι κύματα ὁμοίως.
而在湖泊中,不以同样的方式形成纯净的岩石,也由于不以同样的方式产生波浪而不以同样的方式被破碎。
ἐν δὲ τοῖς ποταμοῖς μᾶλλον, ὅτι τὴν μὲν γῆν καταφέρουσιν, τὰς δὲ πέτρας τῇ πληγῇ θραύουσιν.
但在河流中却较多,因为河流冲刷走泥土,并通过撞击击碎岩石。
§23.34Διὰ τί, ὅταν ἡ λίμνη ἢ κοπάσῃ ἢ ξηρὰ γένηται, ἀποκάεται ὁ σῖτος ἐν τῷ πεδίῳ μᾶλλον;
为什么当湖泊水位下降或干涸时,平原上的庄稼会受到更多的霜冻?
πότερον ὅτι τὸ ὑγρὸν τὸ ἐν τῇ λίμνῃ ἀπατμίζον τῇ ἀτμίδι θερμαίνει τὸν ἀέρα, ὥστε ἐλάττους καὶ ἀσθενεστέρους ποιεῖ τοὺς πάγους ἢ ἐν τοῖς κοίλοις καὶ προσελώδεσι τόποις;
是因为湖中的水分蒸发,以其蒸汽温暖空气,从而使霜冻比在洼地和沼泽地中更少、更弱吗?
ἢ ἐκ τῆς γῆς, ὥσπερ λέγεται, τὰ ψύχη ἄρχεται καὶ λανθάνει εἰσδυόμενα ξηρᾶς οὖν οὔσης τῆς λίμνης, διὰ πλείονος τόπου ἡ ψυχρότης πλείων προσπίπτουσα πήγνυσι καὶ ἀποκάει μᾶλλον.
还是像人们所说的那样,冷气是从大地开始并悄悄侵入的? 因此,当湖泊干涸时,冷气通过更广阔的空间以更大的量袭来,使其冻结并更严重地枯死。
ἐν δὲ ταῖς τοιαύταις χώραις τὰ ψύχη κάτωθεν γίνεται, ὥσπερ καὶ δοκεῖ.
在这样的地区,冷气是从下面产生的,正如看起来的那样。
καίτοι ἡ γῆ θερμὴ τοῦ χειμῶνος· ἀλλὰ διὰ τὸ ἔφυγρον εἶναι κατέψυκται τὸ ἐπιπολῆς θερμὸν τὸ ἐν τῇ γῇ.
然而,冬天的大地是温暖的;但由于潮湿,地表的热量被冷却了。
τὸ γὰρ ὑγρὸν οὔτε οὕτω πόρρω ἐστὶν ὥστε μὴ ψύχεσθαι, διὰ τὴν ἐνοῦσαν θερμότητα ἐν τοῖς ὑγροῖς, οὔτε οὕτως ὀλίγον ὥστε μηθὲν ἰσχύειν, διὰ τὸ διάβροχον εἶναι τὴν γῆν.
因为水分既不是由于液体中固有的热量而远到不被冷却,也不是由于土地被浸湿而少到没有任何影响。
οἷον οὖν διά τὴν ψύξιν αὐτοῦ συμβαίνει ἐπὶ κρυστάλλου περιπατεῖν καὶ οἰκεῖν.
因此,由于它的冷却,便发生了如同在冰上行走和生活的情况。