§23.20Διὰ τί τὸ ἁλμυρὸν ὕδωρ οὐκ ἀπόρρυτόν ἐστιν;
なぜ塩水は流れ出ないのか。
ἢ διότι τὸ μὲν βαρὺ στάσιμον; τὸ δὲ ἁλμυρὸν βαρύ·
あるいは、重いものは留まりやすく、塩水は重いからだろうか。
διὸ καὶ τὰ θερμὰ μόνα τῶν ἁλμυρῶν ὑδάτων ἀπόρρυτά ἐστιν.
それゆえ、塩水のうちでも温かいものだけが流れ出るのである。
ἔχει γὰρ κουφότητα ἐν αὑτοῖς, ἥ κρατεῖ τῆς κατὰ τὴν ἁλμυρίδα βαρύτητος·
なぜなら、それらは自身のなかに軽さを有しており、それが塩分による重さに打ち勝つからである。
τὸ γὰρ θερμὸν κουφότερόν ἐστιν.
熱いものはより軽いからである。
ἔτι τὰ μὲν ἀπόρρυτα διηθεῖται διὰ τῆς γῆς·
さらに、流れ出る水は地中を通って濾過される。
ἠθουμένων δὲ ἀεὶ μάλιστα ὑφίσταται τὸ παχύτατον καὶ βαρύτατον, ἐκκρίνεται δὲ τὸ κοῦφον καὶ καθαρόν·
濾過されるときには、最も濃厚で最も重いものが常に最も沈殿し、軽いものと清澄なものが分離される。
ἔστι γὰρ τὸ μὲν ἁλμυρὸν βαρύ, τὸ δὲ γλυκὺ κοῦφον.
塩水は重く、甘い水は軽いからである。
διόπερ ἐστὶ γλυκέα τὰ ἀπόρρυτα.
それゆえ、流れ出る水は甘いのである。
τὸ δ’ αὐτὸ αἴτιόν ἐστι καὶ διὰ τί τὸ ἁλμυρὸν ὕδωρ κινούμενον καὶ μεταβάλλον γλυκύτερον γίνεται·
これと同じことが、塩水が動かされ、変化するときにより甘くなる理由でもある。
κουφότερον γὰρ καὶ ἀσθενέστερον διὰ τὴν κίνησιν γίνεται.
運動によって、それはより軽く、より弱くなるからである。
§23.21Διὰ τί ἐν τῇ Λιβύῃ ἐὰν ὀρύξῃ τις παρὰ τὴν θάλατταν, τὸ πρῶτον πότιμον, εἶθ’ ἁλμυρὸν γίνεται ταχύ, ἐν δὲ τοῖς ἄλλοις τόποις ἧττον ποιεῖ τοῦτο;
なぜリビアでは、海の近くを掘ると、最初は飲める水が出て、その後すぐに塩辛くなるのに、他の場所ではそうなりにくいのか。
πότερον ὅτι τὸ μὲν πρῶτον τὸ ὑπάρχον ὕδωρ ἐν τῷ τόπῳ καὶ τὸ πεπεμμένον ὑπὸ τῆς γῆς ἐστιν, ὅταν δὲ χρονισθῇ, ἡ θάλαττα προσδιηθουμένῃ διὰ τὸ πρόσφατον εἶναι ποιεῖ ἁλμυρώτερον;
最初の水は、その場所に元々存在し、大地によって熟成されたものであるが、時間が経つと、海水がさらに濾過されて入ってくる。 それが新しいために水をより塩辛くするからだろうか。
ἐν δὲ τοῖς ἄλλοις ἢ οὐκ ἔχει ἢ πολὺ ὕδωρ διὰ τὸ μὴ ξηραίνεσθαι τὸν τόπον.
一方、他の場所では、そのようなことがないか、あるいはその土地が乾燥していないために水が豊富にあるからだろうか。
§23.22Διὰ τί τοὺς ἅλας θᾶττον τήκει τὸ ἁλμυρὸν ὕδωρ ἢ τὸ πότιμον;
なぜ塩水は飲める水よりも早く塩を溶かすのか。
ἢ διότι τὸ μὲν τήκεσθαί ἐστι τὸ ὑπὸ τοῦ ὑγροῦ ἢ θερμοῦ εἰσιόντος διαιρεῖσθαι, ὥστε ὑγρὸν εἶναι;
あるいは、溶けるということは、浸入する湿気や熱によって分割され、その結果液体になることだからだろうか。
οὐ τήκει δὲ ἢ τὰ ὅλως μὴ δυνάμενα εἰσιέναι, ἢ τὰ οὕτως ὥστε μὴ θιγγάνειν.
そして、全く浸入できないもの、あるいは触れることのないように浸入するものは溶かさない。
μόλις δὲ τήκει τὰ ῥᾳδίως διεξιόντα· τὰ δ’ ἐπιόντα βιαζόμενα, ταῦτα τάχιστα διαιρεῖ.
容易に通り抜けてしまうものはかろうじて溶かすだけであり、一方で、力づくで押し入るものは最も速く分割する。
οὐκ εἰσέρχεται δὲ τὰ λίαν μεγαλομερῆ·
極端に粒子の大きいものは浸入しない。
ὑπερέχει γὰρ τῶν πόρων.
孔の大きさを超えているからである。
τὰ δὲ μικρομερέστερα διέρχεται οὐ ψαυόμενα.
より粒子の小さいものは接触せずに通り抜ける。
ἔστι δὲ τὸ μὲν πότιμον λεπτόν, τὸ δὲ ἁλμυρὸν παχύτερον, ὥστε τὸ μὲν ῥᾳδίως διὰ λεπτότητα διαδῦνον μόλις τήκει, τὸ δὲ εἰσέρχεται μέν, ἧττον δὲ διὰ τὸ μεγαλομερέστερον εἶναι διαιρεῖ, καὶ βιάζεται θᾶττον.
ところで、飲める水は希薄であり、塩水はより濃厚である。 したがって、一方は希薄さゆえに容易にすり抜けてかろうじて溶かすのに対し、他方は浸入はするものの、より粒子が大きいために分割を引き起こし、より早く力づくで押し入るのである。
§23.23Διὰ τί τὸ ὕδωρ ἧττον φαίνεται λευκόν, ἐὰν κινῆται, οἷον καὶ ἡ φρίκη;
なぜ水は、動いているとき、例えばさざ波のように、より白く見えないのか。
διὸ καὶ Ὅμηρος ἀρχομένου φησὶ τοῦ πνεύματος
μελάνει δέ τε πόντος ὑπ’ αὐτοῦ
.
それゆえホメロスも、風が吹き始めるとき、「海はその下で黒ずむ」と言うのである。
ἢ διὰ δύο αἰτίας, ἐγγύθεν μὲν τῆς ὄψεως οὔσης, διὰ τὸ διιέναι τὴν ὄψιν μᾶλλον ἠρεμοῦντος, κινουμένου δὲ μὴ εὐθυπορεῖν·
あるいは、2つの原因によるのだろうか。 視点が近いときには、水が静止しているときには視線がより通り抜けるのに対し、動いているときには直進しないからである。
τὸ δὲ διαφανὲς λευκὸν φαίνεται.
そして透明なものは白く見える。
δι’ οὗ γὰρ μὴ διέρχεται ἡ ὄψις, μέλαν φησὶν εἶναι.
視線が通り抜けないものについて、彼は黒いと言うのである。
διὸ καὶ ὁ ἀὴρ πόρρωθεν μέλας φαίνεται, ὁ δὲ ἐγγὺς λευκός, καὶ θαλάττης τὸ μὲν ἐγγὺς λευκόν, τὸ δὲ πόρρωθεν κυανοῦν καὶ μέλαν.
それゆえ空気も遠くからは黒く見え、近くからは白く見える。 また海も近くは白く見え、遠くは暗青色や黒に見える。
πόρρωθεν δέ, κινουμένης πως τῆς ὄψεως, καὶ τῷ διανακλᾶσθαι ἀθρόον τὴν ὄψιν, ἐὰν ἠρεμῇ πρὸς τὸ φῶς, κινουμένου δὲ μὴ δύνασθαι.
一方、遠くから見るときには、視線がいくらか動くこと、また水が光に対して静止していれば視線が一斉に反射されるのに対し、水が動いているときにはそれができないからだろうか。
§23.24Διὰ τί ἐν τοῖς βαθέσι πελάγεσι τὸ κῦμα οὐκ ἐπιγελᾷ, ἀλλ’ ἐν τοῖς μικροῖς;
なぜ深い海では波が泡立たないのに、小さな海では泡立つのか。
πότερον ὅτι τὸ μικρὸν φερόμενον ὕδωρ διαιρεῖται ὑπὸ τοῦ ἀέρος μᾶλλον ἢ τὸ πολύ;
運ばれる水が少ない場合、多い場合よりも空気によって分割されやすいからだろうか。
διὸ θραύεται πατάξαν μᾶλλον.
それゆえ、衝突したときにより砕けやすい。
ἐν μὲν οὖν τῷ βαθεῖ πολὺ τὸ κινούμενον, ἐν δὲ τῷ βραχεῖ ὀλίγον.
したがって、深海では動く水が多く、浅瀬では少ないのである。
§23.25Διὰ τί οἱ πρὸς νότον τόποι ἁλυκώτερα τὰ ὕδατα ἔχουσιν;
なぜ南方の地域は、より塩分の強い水を持っているのか。
ἢ διὰ τὸ τὴν θάλατταν ὑπὸ νότου ὠθεῖσθαι ὑπὸ τὴν γῆν κεράννυται;
あるいは、海が南風によって大地の底へ押し込まれることで、混ざり合うからだろうか。
§23.26Διὰ τί τῶν ὑδάτων τὸ ἁλμυρὸν ἐπὶ τῷ γλυκεῖ οἴνῳ μᾶλλον ἐπιπολάζει ἢ ἐπὶ τῷ αὐστηρῷ;
なぜ水のなかでも塩水は、渋いワインよりも甘いワインの上により浮かび上がるのか。
πότερον ὅτι μᾶλλον ἔχει γῆν ὁ γλυκύς, ὥσπερ ἡ ἀσταφίς;
甘いワインは、干しぶどうのように、より多くの土の性質を含んでいるからだろうか。
ἢ ὅτι βαρύτερος καὶ γλισχρότερος ὁ γλυκύς, ὥσθ’ ἧττον μίγνυται, μὴ μιγνύμενος δὲ ἐφίσταται.
あるいは、甘いワインはより重く、より粘り気があるため、より混ざりにくく、混ざらないために上に留まるからだろうか。
§23.27Διὰ τί ὅλως ἐφίσταται γεῶδες ὄν;
そもそも、土の性質があるのに、なぜ上に留まるのか。
ἡ γὰρ οἰκεία φορὰ κάτω.
自然な運動は下向きだからである。
πότερον ὅτι μᾶλλον ἔχει γῆν ὁ γλυκύς;
甘いワインがより多くの土の性質を含んでいるからだろうか。
ἢ διὰ τὴν θερμότητα, καθάπερ οἱ ἅλες;
あるいは、塩のように、熱のせいだろうか。
ὅμοιον γὰρ ἐξανθήματι.
それは析出物に似ているからである。
ἢ δι’ ἄλλην αἰτίαν;
あるいは、別の原因によるのだろうか。
εἰ γὰρ οὐ διὰ τοῦτο καὶ ἐπὶ τῷ γλυκεῖ μᾶλλον, οὐκ ἄλογον·
もしこの理由によらず、甘いワインの上でより浮かび上がるのだとしても、不合理ではない。
θερμότατος γάρ.
甘いワインは極めて温かいからである。
§23.28Διὰ τί τὰ κύματα πρότερον φοιτᾷ ἐνίοτε τῶν ἀνέμων;
なぜ波は時として風よりも先に到来するのか。
ἢ διότι καὶ τελευτᾷ ὕστερον;
あるいは、後から終わるからでもあるのだろうか。
τὸ γὰρ πρῶτον πνεῦμα ὡσανεὶ προδιαλύεται τοῦ ὠσθέντος κύματος·
最初の風は、押された波より先に消滅するかのようである。
ἀφικνεῖται δὲ οὐκ αὐτὸ τὸ πρῶτον ὠσθέν, ἀλλ’ ἀεὶ ἡ ὧσις γίνεται τοῦ ἐχομένου.
しかし、最初に押された波それ自体が到着するのではなく、常に隣接する波への押し出しが生じるのである。