§23.20Διὰ τί τὸ ἁλμυρὸν ὕδωρ οὐκ ἀπόρρυτόν ἐστιν;
为什么盐水不是流动的?
ἢ διότι τὸ μὲν βαρὺ στάσιμον; τὸ δὲ ἁλμυρὸν βαρύ· διὸ καὶ τὰ θερμὰ μόνα τῶν ἁλμυρῶν ὑδάτων ἀπόρρυτά ἐστιν.
是因为重的东西易于静止,而盐水是重的;因此在盐水之中,只有温热的盐水才是流动的。
ἔχει γὰρ κουφότητα ἐν αὑτοῖς, ἥ κρατεῖ τῆς κατὰ τὴν ἁλμυρίδα βαρύτητος· τὸ γὰρ θερμὸν κουφότερόν ἐστιν.
因为它们自身中含有轻性,这克服了由于盐分而产生的重性;因为热者较轻。
ἔτι τὰ μὲν ἀπόρρυτα διηθεῖται διὰ τῆς γῆς· ἠθουμένων δὲ ἀεὶ μάλιστα ὑφίσταται τὸ παχύτατον καὶ βαρύτατον, ἐκκρίνεται δὲ τὸ κοῦφον καὶ καθαρόν· ἔστι γὰρ τὸ μὲν ἁλμυρὸν βαρύ, τὸ δὲ γλυκὺ κοῦφον.
而且,流动的水是通过大地过滤的;而在过滤时,最浓和最重的东西总是最先沈淀,而轻和纯净的东西则被分离出来;因为咸水是重的,而甜水是轻的。
διόπερ ἐστὶ γλυκέα τὰ ἀπόρρυτα.
因此流动的水是甜的。
τὸ δ’ αὐτὸ αἴτιόν ἐστι καὶ διὰ τί τὸ ἁλμυρὸν ὕδωρ κινούμενον καὶ μεταβάλλον γλυκύτερον γίνεται· κουφότερον γὰρ καὶ ἀσθενέστερον διὰ τὴν κίνησιν γίνεται.
而这同样也是为什么咸水在运动和变化时会变得更甜的原因;因为通过运动,它变得更轻、更弱。
§23.21Διὰ τί ἐν τῇ Λιβύῃ ἐὰν ὀρύξῃ τις παρὰ τὴν θάλατταν, τὸ πρῶτον πότιμον, εἶθ’ ἁλμυρὸν γίνεται ταχύ, ἐν δὲ τοῖς ἄλλοις τόποις ἧττον ποιεῖ τοῦτο;
为什么在利比亚,如果有人在海边挖掘,起初的水是可饮用的,然后很快就变咸,而在其他地方这种情况却较少发生?
πότερον ὅτι τὸ μὲν πρῶτον τὸ ὑπάρχον ὕδωρ ἐν τῷ τόπῳ καὶ τὸ πεπεμμένον ὑπὸ τῆς γῆς ἐστιν, ὅταν δὲ χρονισθῇ, ἡ θάλαττα προσδιηθουμένῃ διὰ τὸ πρόσφατον εἶναι ποιεῖ ἁλμυρώτερον;
是因为起初的水是该处原先存在并经大地熟化的水,但过了一段时间后,海水由于挖掘是新近的,便进一步过滤进来,使水变得更咸吗?
ἐν δὲ τοῖς ἄλλοις ἢ οὐκ ἔχει ἢ πολὺ ὕδωρ διὰ τὸ μὴ ξηραίνεσθαι τὸν τόπον.
而在其他地方,要么是没有这种情况,要么是因为地方不干燥而有充足的水。
§23.22Διὰ τί τοὺς ἅλας θᾶττον τήκει τὸ ἁλμυρὸν ὕδωρ ἢ τὸ πότιμον;
为什么咸水比可饮用的水更快溶解盐?
ἢ διότι τὸ μὲν τήκεσθαί ἐστι τὸ ὑπὸ τοῦ ὑγροῦ ἢ θερμοῦ εἰσιόντος διαιρεῖσθαι, ὥστε ὑγρὸν εἶναι;
或者是因为,溶解是指被进入的湿气或热量所分割,从而变成液体吗?
οὐ τήκει δὲ ἢ τὰ ὅλως μὴ δυνάμενα εἰσιέναι, ἢ τὰ οὕτως ὥστε μὴ θιγγάνειν.
而它既不溶解那些完全无法进入的东西,也不溶解那些虽能进入却不与之接触的东西。
μόλις δὲ τήκει τὰ ῥᾳδίως διεξιόντα· τὰ δ’ ἐπιόντα βιαζόμενα, ταῦτα τάχιστα διαιρεῖ.
它极难溶解那些轻易穿过的东西;但那些强行侵入的东西,则最快将其分割。
οὐκ εἰσέρχεται δὲ τὰ λίαν μεγαλομερῆ· ὑπερέχει γὰρ τῶν πόρων. τὰ δὲ μικρομερέστερα διέρχεται οὐ ψαυόμενα.
极度大颗粒的东西无法进入,因为它们超出了孔隙的尺寸;而较小颗粒的东西则不经触碰便穿过。
ἔστι δὲ τὸ μὲν πότιμον λεπτόν, τὸ δὲ ἁλμυρὸν παχύτερον, ὥστε τὸ μὲν ῥᾳδίως διὰ λεπτότητα διαδῦνον μόλις τήκει, τὸ δὲ εἰσέρχεται μέν, ἧττον δὲ διὰ τὸ μεγαλομερέστερον εἶναι διαιρεῖ, καὶ βιάζεται θᾶττον.
而可饮用的水是稀薄的,咸水是较浓的,因此,前者由于稀薄而容易滑过,极难溶解;后者虽能进入,但由于颗粒较大,较不易直接穿过而能引起分割,且更快地强行侵入。
§23.23Διὰ τί τὸ ὕδωρ ἧττον φαίνεται λευκόν, ἐὰν κινῆται, οἷον καὶ ἡ φρίκη;
为什么水在运动时显得没那么白,例如微波?
διὸ καὶ Ὅμηρος ἀρχομένου φησὶ τοῦ πνεύματος
μελάνει δέ τε πόντος ὑπ’ αὐτοῦ
.
所以荷马在提到风起时也说: “海在其下变黑。
ἢ διὰ δύο αἰτίας, ἐγγύθεν μὲν τῆς ὄψεως οὔσης, διὰ τὸ διιέναι τὴν ὄψιν μᾶλλον ἠρεμοῦντος, κινουμένου δὲ μὴ εὐθυπορεῖν· τὸ δὲ διαφανὲς λευκὸν φαίνεται.
” 或者是因为两个原因:当视线靠近时,因为水在静止时视线更容易穿透,而在运动时则无法直行;而透明之物显出白色。
δι’ οὗ γὰρ μὴ διέρχεται ἡ ὄψις, μέλαν φησὶν εἶναι.
因为对于视线无法穿透的东西,他说那是黑的。
διὸ καὶ ὁ ἀὴρ πόρρωθεν μέλας φαίνεται, ὁ δὲ ἐγγὺς λευκός, καὶ θαλάττης τὸ μὲν ἐγγὺς λευκόν, τὸ δὲ πόρρωθεν κυανοῦν καὶ μέλαν.
所以空气从远处看是黑的,从近处看是白的,而海水近处是白的,远处则是深蓝色和黑色的。
πόρρωθεν δέ, κινουμένης πως τῆς ὄψεως, καὶ τῷ διανακλᾶσθαι ἀθρόον τὴν ὄψιν, ἐὰν ἠρεμῇ πρὸς τὸ φῶς, κινουμένου δὲ μὴ δύνασθαι.
而从远处看时,是因为视线在某种程度上移动,并且如果水对光保持静止,视线就会整体反射,但若水在运动则无法如此。
§23.24Διὰ τί ἐν τοῖς βαθέσι πελάγεσι τὸ κῦμα οὐκ ἐπιγελᾷ, ἀλλ’ ἐν τοῖς μικροῖς;
为什么在深海中波浪不泛起白泡,而在小海中却泛起?
πότερον ὅτι τὸ μικρὸν φερόμενον ὕδωρ διαιρεῖται ὑπὸ τοῦ ἀέρος μᾶλλον ἢ τὸ πολύ;
是因为被带动的少量水比大量的水更容易被空气分割吗?
διὸ θραύεται πατάξαν μᾶλλον.
因此它在碰撞时更容易破碎。
ἐν μὲν οὖν τῷ βαθεῖ πολὺ τὸ κινούμενον, ἐν δὲ τῷ βραχεῖ ὀλίγον.
所以在深海中移动的水多,在浅海中少。
§23.25Διὰ τί οἱ πρὸς νότον τόποι ἁλυκώτερα τὰ ὕδατα ἔχουσιν;
为什么南方的地区水更咸?
ἢ διὰ τὸ τὴν θάλατταν ὑπὸ νότου ὠθεῖσθαι ὑπὸ τὴν γῆν κεράννυται;
是因为海水被南风推入大地之下,从而混合起来吗?
§23.26Διὰ τί τῶν ὑδάτων τὸ ἁλμυρὸν ἐπὶ τῷ γλυκεῖ οἴνῳ μᾶλλον ἐπιπολάζει ἢ ἐπὶ τῷ αὐστηρῷ;
为什么在水当中,咸水更容易浮在甜葡萄酒上,而不是在涩口葡萄酒上?
πότερον ὅτι μᾶλλον ἔχει γῆν ὁ γλυκύς, ὥσπερ ἡ ἀσταφίς;
是因为甜葡萄酒像干葡萄一样含有更多的土性吗?
ἢ ὅτι βαρύτερος καὶ γλισχρότερος ὁ γλυκύς, ὥσθ’ ἧττον μίγνυται, μὴ μιγνύμενος δὲ ἐφίσταται.
还是因为甜葡萄酒更重、更黏稠,因而较不易混合,而在不混合的情况下,咸水便停留在其上?
§23.27Διὰ τί ὅλως ἐφίσταται γεῶδες ὄν;
既然它是土性的,究竟为什么会停留在上面?
ἡ γὰρ οἰκεία φορὰ κάτω.
因为其本有的运动是向下的。
πότερον ὅτι μᾶλλον ἔχει γῆν ὁ γλυκύς;
是因为甜葡萄酒含有更多的土性吗?
ἢ διὰ τὴν θερμότητα, καθάπερ οἱ ἅλες;
还是像盐一样,是因为热量?
ὅμοιον γὰρ ἐξανθήματι.
因为它类似于一种析出物。
ἢ δι’ ἄλλην αἰτίαν;
或者是因为其他原因?
εἰ γὰρ οὐ διὰ τοῦτο καὶ ἐπὶ τῷ γλυκεῖ μᾶλλον, οὐκ ἄλογον· θερμότατος γάρ.
因为如果不是因为这个,但又更常发生在甜葡萄酒上,那也并非不合理;因为甜葡萄酒是非常热的。
§23.28Διὰ τί τὰ κύματα πρότερον φοιτᾷ ἐνίοτε τῶν ἀνέμων;
为什么波浪有时比风先到?
ἢ διότι καὶ τελευτᾷ ὕστερον;
或者是因为它们也更晚结束吗?
τὸ γὰρ πρῶτον πνεῦμα ὡσανεὶ προδιαλύεται τοῦ ὠσθέντος κύματος· ἀφικνεῖται δὲ οὐκ αὐτὸ τὸ πρῶτον ὠσθέν, ἀλλ’ ἀεὶ ἡ ὧσις γίνεται τοῦ ἐχομένου.
因为最初的风在被推动的波浪之前就已消散了;而到达的并不是最初被推动的那股波浪本身,而是对相邻波浪的推动一直在发生。