§2.31Διὰ τί οἱ ἀγωνιῶντες ἱδροῦσι τοὺς πόδας, τὸ δὲ πρόσωπον οὔ, ἐν τῷ ἄλλῳ βίῳ ἱδρούντων ἡμῶν μάλιστα μὲν τὸ πρόσωπον, ἥκιστα δὲ τοὺς πόδας;
なぜ、不安を感じている人々は足に汗をかき、顔にはかかないのか、それ以外の日常においては私たちが最も顔に汗をかき、足には最もかかないのに。
ἢ ὅτι ἡ ἀγωνία φόβος τίς ἐστι πρὸς ἀρχὴν ἔργου, ὁ δὲ φόβος κατάψυξις τῶν ἄνω·
それとも、不安とは活動の開始に対する一種の恐れであり、恐れとは上部の冷却だからか。
διὸ καὶ ὠχριῶσι τὰ πρόσωπα οἱ ἀγωνιῶντες.
それゆえ、不安を感じている人々は顔が青ざめるのである。
κινοῦνται δὲ καὶ σκαίρουσι τοῖς ποσί·
また、彼らは足を動かし、跳ね回る。
ποιοῦσι γὰρ τοῦτο οἱ ἀγωνιῶντες καὶ καθάπερ γυμνάζονται·
実際、不安を感じている人々はこれを行い、あたかも運動しているかのようである。
διόπερ εἰκότως ἱδροῦσι ταῦτα οἷς πονοῦσι καὶ τρίβουσι δὲ τὰς χεῖρας καὶ συγκαθιᾶσι καὶ ἐκτείνονται καὶ ἐξάλλονται καὶ οὐδέποτε ἠρεμοῦσιν·
それゆえ当然、彼らは労作させている部位、すなわち足に汗をかくのである。 また、彼らは手をこすり合わせ、身をかがめ、体を伸ばし、飛び跳ね、決してじっとしていない。
ὁρμητικοὶ γάρ εἰσι πρὸς τὸ ἔργον διὰ τὸ τὸ θερμὸν αὐτῶν ἠθροῖσθαι εἰς τὸν περὶ τὸ στῆθος τόπον ὄντα εὐσωματωδέστερον·
なぜなら、彼らの熱が、より受容力の大きい場所である胸の周囲の領域に集められているために、彼らは活動へと急きたてられているからである。
ὅθεν πάντη διάττοντος αὐτοῦ τε καὶ τοῦ αἵματος συμβαίνει πυκνὴν καὶ ποικίλην γίνεσθαι κίνησιν.
そこから、熱それ自体と血液がいたるところに奔流するために、頻繁で多様な運動が生じることになる。
μάλιστα δὲ ἱδροῦσι τοὺς πόδας, ὅτι οὗτοι μὲν συνεχῶς πονοῦσιν, τὰ δὲ ἄλλα μέρη τοῦ σώματος ἀναπαύσεως τυγχάνει ταῖς τῶν σχημάτων καὶ κινήσεων μεταβολαῖς.
そして、彼らが最も足に汗をかくのは、足は絶えず労作しているのに対し、身体の他の部位は姿勢や運動の変化によって休息を得ているからである。
§2.32Διὰ τί ἐν τοῖς πυριατηρίοις οὔτε ἀθρόου τοῦ πυρὸς ὄντος μᾶλλον ἱδροῦσιν, οὔτ’ ἐλάττονος ἀεὶ γινομένου, ἀλλὰ πλείονος;
なぜ、蒸し風呂の中では、火が最初から一括してあるときでも、また常に少ないままであるときでもなく、より多くなっていくときに、より汗をかくのか。
ἐπεισφερομένου γὰρ τὰ πυριατήρια μᾶλλον ἱδροῦσιν ἢ εἴπερ εὐθὺς ἐξ ἀρχῆς τοσοῦτον ἦν τὸ πῦρ.
実際、蒸し風呂に熱が追加して持ち込まれるとき、最初からそれだけの火があった場合よりも、より多く汗をかくのである。
ἢ τὸ μὲν πολὺ ἐκ πρώτης ξηρὰν λαμβάνον τὴν ἐπιπολῆς σάρκα καὶ δέρμα καίει καὶ ὀστρακοῖ, γενομένη δὲ τοιαύτη τέγγει τοὺς ἱδρῶτας.
それとも、最初からの多量の火は、表面の肉や皮膚を乾燥した状態にして焼き、貝殻のように固くしてしまうが、皮膚がそのような状態になると、汗をせき止めてしまうからか。
τὸ δὲ ὀλίγον μᾶλλον τὴν σάρκα ἀνιὲν αὐτήν τε ἀραιοῖ, καὶ τὰ ἐντὸς καθάπερ ὀργάζει πρὸς τὴν διάκρισιν καὶ ἐξαγωγήν.
一方、少量の火は、肉をむしろ弛緩させてそれを粗にし、内部のものを、分離と排出に向けて、いわば準備させる。
οὕτω δ’ ἐχούσης αὐτῆς, ἐπεισενεχθὲν πλέον πῦρ καὶ εἰσδυόμενον εἰς βάθος τῆς σαρκὸς δι’ ἀραιότητα ἐξατμίζει τε τὰ προμαλαχθέντα ὑγρά, καὶ τὰ λεπτὰ αὐτῶν ἀποκρῖνον ἐξάγει μετὰ τοῦ πνεύματος.
そして、肉がそのような状態にあるときに、より多くの火が追加して持ち込まれ、粗さのゆえに肉の深部へと入り込むことで、あらかじめ柔らかくされていた湿気を蒸発させ、それらのうちの希薄なものを分離して息とともに排出するからか。
§2.33Πότερον δεῖ μᾶλλον τοῦ θέρους παρασκευάζειν τὸ ἱδροῦν ἢ τοῦ χειμῶνος;
夏と冬のどちらにおいて、より汗をかくように促すべきか。
ἢ τοῦ μὲν χειμῶνος συστελλόμενον ἐντὸς τὸ θερμὸν ἐκπέττει καὶ πνευματοῖ τὰ ἐν ἡμῖν ὑγρά, διὸ πάντων αὐτῶν ἢ τῶν πλείστων ἀναλισκομένων οὐδὲν δεῖται συγγενοῦς ἀποκρίσεως.
それとも、冬には内部に閉じ込められた熱が、私たちの内部の湿気を消化させて気化させるため、それらの湿気がすべて、あるいは大部分が消費されるので、同類の排出をまったく必要としないからか。
τοῦ δὲ θέρους δι’ ἀραιᾶς τῆς σαρκὸς ἐκπίπτοντος τοῦ θερμοῦ ἧττον πέττεται τὰ ἐν ἡμῖν ὑγρά·
一方、夏には肉が粗になっているために熱が外へと逃げてしまい、私たちの内部の湿気が消化されにくくなる。
διὸ δεῖται ἀπαντλήσεως.
それゆえ、湿気を汲み出すことが必要になるのである。
ἐμμείναντα γὰρ διὰ τὴν ὥραν σήπεται καὶ νοσοποιεῖ.
なぜなら、それらの湿気が季節のゆえに体内に留まると、腐敗して病気を引き起こすからである。
σήπεται γὰρ πᾶν τὸ σηπόμενον ὑπ’ ἀλλοτρίου θερμοῦ, ὑπὸ δὲ τοῦ οἰκείου πέττεται.
実際、腐敗するものはすべて、外部の熱によって腐敗するのであり、自己固有の熱によっては消化されるのである。
ἐν μὲν οὖν τῷ θέρει τὸ ἀλλότριον ἰσχύει, διὸ σήπεται πάντα μᾶλλον ἐν αὐτῷ, ἐν δὲ τῷ χειμῶνι τὸ οἰκεῖον· διὸ οὐ σήπει ὁ χειμών.
したがって、夏においては外部の熱が優勢であり、それゆえ夏にはすべてのものがより腐敗しやすく、冬においては自己固有の熱が優勢であり、それゆえ冬は腐敗させないのである。
§2.34Διὰ τί τῶν ἱδρώτων γινομένων ὑπὸ τῆς ἐντὸς θερμασίας ἢ ὑπὸ τῆς ἐκτὸς προσπιπτούσης, πρὸς ἐνίων ἱδρώτων φρίττομεν;
なぜ、汗が内部の熱、あるいは外部から受ける熱によって生じるなかで、いくつかの汗に対して私たちは寒気を感じるのか。
ἢ διότι ὑπὸ μὲν τῆς ἐντὸς θερμασίας ὅταν ἐκπίπτωσιν ἐκ πολλοῦ τόπου εἰς ὀλίγον, συστελλομένοις πρὸς τὴν περιοχὴν παντελῶς τὰς τοῦ θερμοῦ περιόδους ἀποφράττουσιν, εἶτα ἡ φρίκη ἐγγίνεται;
それとも、内部の熱による汗の場合、それらが広い場所から狭い場所に逃げ出し、周囲に向かって縮むことによって、熱の通路を完全に塞いでしまい、その結果、寒気が生じるからか。
ἔτι τῆς σαρκὸς παντελῶς διαβρόχου γινομένης καὶ τοῦ θερμοῦ διεξιόντος.
さらに、肉が完全に湿ってしまい、熱が通り抜けていってしまうからか。
ἡ δὲ ἐκτὸς θερμασία προσπίπτουσα ἀραιοῖ τὸν χρῶτα πρῶτον· εἶτα τὸ ἐντὸς τῆς φύσεως θερμὸν ἀποκρινάμενον τὴν φρίκην ἐποίησεν.
一方、外部の熱が加わるときには、まず皮膚を粗にし、次いで自然な内部の熱が分離されて排出されることで、寒気を引き起こすからか。
§2.35Διὰ τί τῶν ἱδρώτων οἱ θερμοὶ κρίνονται βελτίους εἶναι τῶν ψυχρῶν;
なぜ、汗のなかでも温かい汗は、冷たい汗よりも良いと判断されるのか。
ἢ ὅτι πᾶς μὲν ἱδρὼς περιττώματός τινος ἔκκρισίς ἐστιν, εἰκὸς δὲ τὸ μὲν ὀλίγον περίττωμα ἐκθερμαίνεσθαι, τὸ δὲ πλεῖον μὴ ὁμοίως, ὥστε ὁ ψυχρὸς ἱδρὼς πολλοῦ περιττώματος ἂν εἴη σημεῖον·
それとも、すべての汗はある種の余剰物の排出であるが、少量の余剰物は十分に温められるのに対し、多量の余剰物は同様には温められないのが自然だからか。
διὸ καὶ μακροτέρας τὰς νόσους δηλοῖ.
したがって、冷たい汗は多量の余剰物の兆候であり、それゆえにまた、病気がより長引くことを示しているからか。