§2.31Διὰ τί οἱ ἀγωνιῶντες ἱδροῦσι τοὺς πόδας, τὸ δὲ πρόσωπον οὔ, ἐν τῷ ἄλλῳ βίῳ ἱδρούντων ἡμῶν μάλιστα μὲν τὸ πρόσωπον, ἥκιστα δὲ τοὺς πόδας;
为什么焦虑的人脚部出汗,而脸部不出汗,而我们在日常生活中最容易脸部出汗,最不容易脚部出汗?
ἢ ὅτι ἡ ἀγωνία φόβος τίς ἐστι πρὸς ἀρχὴν ἔργου, ὁ δὲ φόβος κατάψυξις τῶν ἄνω·
还是因为焦虑是对行动开始的一种恐惧,而恐惧是上部部位的冷却?
διὸ καὶ ὠχριῶσι τὰ πρόσωπα οἱ ἀγωνιῶντες.
因此焦虑的人脸部会变苍白。
κινοῦνται δὲ καὶ σκαίρουσι τοῖς ποσί· ποιοῦσι γὰρ τοῦτο οἱ ἀγωνιῶντες καὶ καθάπερ γυμνάζονται·
并且他们活动并抖动双脚;因为焦虑的人确实会这样做,并且仿佛在锻炼。
διόπερ εἰκότως ἱδροῦσι ταῦτα οἷς πονοῦσι καὶ τρίβουσι δὲ τὰς χεῖρας καὶ συγκαθιᾶσι καὶ ἐκτείνονται καὶ ἐξάλλονται καὶ οὐδέποτε ἠρεμοῦσιν· ὁρμητικοὶ γάρ εἰσι πρὸς τὸ ἔργον διὰ τὸ τὸ θερμὸν αὐτῶν ἠθροῖσθαι εἰς τὸν περὶ τὸ στῆθος τόπον ὄντα εὐσωματωδέστερον· ὅθεν πάντη διάττοντος αὐτοῦ τε καὶ τοῦ αἵματος συμβαίνει πυκνὴν καὶ ποικίλην γίνεσθαι κίνησιν.
因此,他们自然在那些用力运作的部位出汗;他们还摩擦双手,蹲下身子,伸展身体,跳跃起来,绝不停息;因为由于他们的热量聚集在胸部周围这个更具容纳能力的部位,所以他们急于行动;由此,由于热量本身和血液四处奔流,从而产生了频繁且多样的运动。
μάλιστα δὲ ἱδροῦσι τοὺς πόδας, ὅτι οὗτοι μὲν συνεχῶς πονοῦσιν, τὰ δὲ ἄλλα μέρη τοῦ σώματος ἀναπαύσεως τυγχάνει ταῖς τῶν σχημάτων καὶ κινήσεων μεταβολαῖς.
他们在脚部出汗最多,是因为双脚持续不断地用力,而身体的其他部分则通过姿势和运动的变换而获得休息。
§2.32Διὰ τί ἐν τοῖς πυριατηρίοις οὔτε ἀθρόου τοῦ πυρὸς ὄντος μᾶλλον ἱδροῦσιν, οὔτ’ ἐλάττονος ἀεὶ γινομένου, ἀλλὰ πλείονος;
为什么在蒸汽浴池中,人们既不是在热气一下子全部存在时出汗更多,也不是在热气始终较少时,而是在热气变得更多时出汗更多?
ἐπεισφερομένου γὰρ τὰ πυριατήρια μᾶλλον ἱδροῦσιν ἢ εἴπερ εὐθὺς ἐξ ἀρχῆς τοσοῦτον ἦν τὸ πῦρ.
因为当热气被额外引入时,人们在蒸汽浴池中出汗,比最初开始时就有那么大热气时还要多。
ἢ τὸ μὲν πολὺ ἐκ πρώτης ξηρὰν λαμβάνον τὴν ἐπιπολῆς σάρκα καὶ δέρμα καίει καὶ ὀστρακοῖ, γενομένη δὲ τοιαύτη τέγγει τοὺς ἱδρῶτας.
还是因为起初就有的大量热气使表面的肌肉和皮肤变干,将其烧灼并硬化如贝壳,而当皮肤变成这样时,它便会阻碍汗水流出?
τὸ δὲ ὀλίγον μᾶλλον τὴν σάρκα ἀνιὲν αὐτήν τε ἀραιοῖ, καὶ τὰ ἐντὸς καθάπερ ὀργάζει πρὸς τὴν διάκρισιν καὶ ἐξαγωγήν.
而少量的热气则更能使肌肉松弛并使其稀疏,并且仿佛将内部物质软化以利于分离和排出。
οὕτω δ’ ἐχούσης αὐτῆς, ἐπεισενεχθὲν πλέον πῦρ καὶ εἰσδυόμενον εἰς βάθος τῆς σαρκὸς δι’ ἀραιότητα ἐξατμίζει τε τὰ προμαλαχθέντα ὑγρά, καὶ τὰ λεπτὰ αὐτῶν ἀποκρῖνον ἐξάγει μετὰ τοῦ πνεύματος.
当肌肉处于这种状态时,引入更多的热气,并由于肌肉的稀疏而渗透到深处,既蒸发了预先软化的湿气,又分离出其中稀薄的部分并随呼吸排出。
§2.33Πότερον δεῖ μᾶλλον τοῦ θέρους παρασκευάζειν τὸ ἱδροῦν ἢ τοῦ χειμῶνος;
应该在夏天还是在冬天更着意于促使出汗?
ἢ τοῦ μὲν χειμῶνος συστελλόμενον ἐντὸς τὸ θερμὸν ἐκπέττει καὶ πνευματοῖ τὰ ἐν ἡμῖν ὑγρά, διὸ πάντων αὐτῶν ἢ τῶν πλείστων ἀναλισκομένων οὐδὲν δεῖται συγγενοῦς ἀποκρίσεως.
还是因为在冬天,由于内部收缩的热量消化并气化了我们内部的湿气,因此,当这些湿气全部或大部分被消耗掉时,根本不需要同类的排泄?
τοῦ δὲ θέρους δι’ ἀραιᾶς τῆς σαρκὸς ἐκπίπτοντος τοῦ θερμοῦ ἧττον πέττεται τὰ ἐν ἡμῖν ὑγρά· διὸ δεῖται ἀπαντλήσεως.
而在夏天,由于肌肉稀疏,热量流失,我们内部的湿气较少被消化;因此需要将其汲出。
ἐμμείναντα γὰρ διὰ τὴν ὥραν σήπεται καὶ νοσοποιεῖ.
因为如果因为季节的关系使其留在体内,它就会腐烂并引发疾病。
σήπεται γὰρ πᾶν τὸ σηπόμενον ὑπ’ ἀλλοτρίου θερμοῦ, ὑπὸ δὲ τοῦ οἰκείου πέττεται.
因为凡是腐烂的东西,都是在外来热量的作用下腐烂的,而在自身固有热量的作用下则是被消化的。
ἐν μὲν οὖν τῷ θέρει τὸ ἀλλότριον ἰσχύει, διὸ σήπεται πάντα μᾶλλον ἐν αὐτῷ, ἐν δὲ τῷ χειμῶνι τὸ οἰκεῖον· διὸ οὐ σήπει ὁ χειμών.
因此在夏天,外来的热量占优势,所以一切在夏天都更容易腐烂;而在冬天,固有的热量占优势,所以冬天不会引起腐烂。
§2.34Διὰ τί τῶν ἱδρώτων γινομένων ὑπὸ τῆς ἐντὸς θερμασίας ἢ ὑπὸ τῆς ἐκτὸς προσπιπτούσης, πρὸς ἐνίων ἱδρώτων φρίττομεν;
为什么在汗水是由内部热量或由外部侵袭的热量产生的情况下,面对某些出汗,我们会感到寒战?
ἢ διότι ὑπὸ μὲν τῆς ἐντὸς θερμασίας ὅταν ἐκπίπτωσιν ἐκ πολλοῦ τόπου εἰς ὀλίγον, συστελλομένοις πρὸς τὴν περιοχὴν παντελῶς τὰς τοῦ θερμοῦ περιόδους ἀποφράττουσιν, εἶτα ἡ φρίκη ἐγγίνεται;
还是因为,在由内部热量引起的出汗中,当它们从大空间逸出到小空间时,由于它们向表面收缩,完全堵塞了热量的通道,进而产生了寒战?
ἔτι τῆς σαρκὸς παντελῶς διαβρόχου γινομένης καὶ τοῦ θερμοῦ διεξιόντος.
此外,也是因为肌肉变得完全湿透,而热量正穿散出去?
ἡ δὲ ἐκτὸς θερμασία προσπίπτουσα ἀραιοῖ τὸν χρῶτα πρῶτον· εἶτα τὸ ἐντὸς τῆς φύσεως θερμὸν ἀποκρινάμενον τὴν φρίκην ἐποίησεν.
而外来的热量侵袭时,首先使皮肤稀疏;接着,内部天然的热量被分离出来,从而引起了寒战。
§2.35Διὰ τί τῶν ἱδρώτων οἱ θερμοὶ κρίνονται βελτίους εἶναι τῶν ψυχρῶν;
为什么在汗水之中,热汗被认为比冷汗更好?
ἢ ὅτι πᾶς μὲν ἱδρὼς περιττώματός τινος ἔκκρισίς ἐστιν, εἰκὸς δὲ τὸ μὲν ὀλίγον περίττωμα ἐκθερμαίνεσθαι, τὸ δὲ πλεῖον μὴ ὁμοίως, ὥστε ὁ ψυχρὸς ἱδρὼς πολλοῦ περιττώματος ἂν εἴη σημεῖον·
还是因为,虽然所有的出汗都是某种残留物的排泄,但少量的残留物很可能被充分加热,而较多的残留物则不能同样被加热?
διὸ καὶ μακροτέρας τὰς νόσους δηλοῖ.
因而冷汗会是残留物过多的征兆;因此这也表明疾病会更加持久。