§2.25Διὰ τί, ὅταν πίωσιν, ἧττον ἱδροῦσιν ἐπιφαγόντες;
なぜ、水分を飲んだ後、さらに何かを食べると、汗をかきにくくなるのか。
ἢ διότι τὰ σιτία ἐπισπᾶται μὲν τὴν ὑγρότητα καθαπερεὶ σπόγγος ἐμπεσών, ἔστι δὲ κωλῦσαι τὴν ὁρμὴν οὐ μικρὸν μέρος, ὥσπερ ἐν τοῖς ῥεύμασι τὸ ἐπιλαβεῖν τοὺς πόρους προσενεγκάμενον τὴν τροφήν.
それとも、食べ物がまるで体内に投げ込まれた海綿のように湿気を吸い取るからか、また、食べ物を摂取したことによって、流れにおいて通路を塞ぐのと同じように、湿気の動きを妨げることが小さからぬ役割を果たすからか。
§2.26Διὰ τί οἱ ἀγωνιῶντες ἱδροῦσι τοὺς πόδας, τὸ δὲ πρόσωπον οὔ;
なぜ、不安を感じている人々は足に汗をかくが、顔にはかかないのか。
μᾶλλον γὰρ εὔλογον, ὅταν πᾶν ἱδρῶσι τὸ σῶμα, τότε μᾶλλον καὶ τοὺς πόδας·
実際、身体全体が汗をかくときに、そのときこそ足も汗をかくというのがより合理的である。
ψυχρότατος γὰρ ὁ τόπος, διὸ ἥκιστα ἱδροῦσι.
というのも、足は最も冷たい部位であり、それゆえ最も汗をかきにくいからである。
καὶ οἱ ἰατροὶ ἐν ταῖς ἀρρωστίαις μάλιστα περιστέλλειν τοὺς πόδας παραγγέλλουσιν, ὅτι εὔψυκτοί εἰσιν, ὥστε ἀρχὴν ῥᾳδίως ῥίγους ποιοῦσι καὶ τῷ ἄλλῳ σώματι.
また、医師たちも病気においては足を最もよく包むように指示する。 なぜなら足は冷えやすく、それゆえ身体の他の部分にとっても容易に悪寒の始まりを作り出すからである。
ἢ ὅτι καὶ ἡ ἀγωνία ἐστὶ θερμότητος οὐ μετάστασις ὥσπερ ἐν τῷ φόβῳ ἐκ τῶν ἄνω τόπων εἰς τοὺς κάτω (διὸ καὶ αἱ κοιλίαι λύονται τῶν φοβουμένων), ἀλλ’ αὔξησις θερμοῦ, ὥσπερ ἐν τῷ θυμῷ;
それとも、不安もまた、恐れにおけるように熱が上部から下部へと移動すること(それゆえ恐れる者は腹が下るのである)ではなく、怒りにおけるように熱の増大だからか。
καὶ γὰρ ὁ θυμὸς ζέσις τοῦ θερμοῦ ἐστι τοῦ περὶ τὴν καρδίαν· καὶ ὁ ἀγωνιῶν οὐ διὰ φόβον καὶ διὰ ψύξιν πάσχει, ἀλλὰ διὰ τὸ μέλλον.
実際、怒りは心臓の周りの熱の沸騰であり、不安を感じている人は、恐れや冷えのために苦しんでいるのではなく、将来のために苦しんでいるのである。
§2.27Διὰ τί τὸ πρόσωπον ἐξέρυθροι γίνονται, οὐχ ἱδροῦσι δέ;
なぜ、彼らは顔が真っ赤になるのに、汗はかかないのか。
ἢ διὰ τὸ μᾶλλον θερμαίνεσθαι, ὥστε τὸ μὲν ἐν τῷ προσώπῳ ὑγρὸν ξηραίνει ἡ θερμότης ἐπιπολάζουσα, τὸ δὲ ἐν τοῖς ποσὶ συντήκει διὰ τὸ ἐλάττων μὲν εἶναι, πλείων δὲ τῆς ἐμφύτου καὶ προϋπαρχούσης.
それとも、顔がより温められるために、表面に現れる熱が顔の中の湿気を乾燥させてしまうのに対し、足の中の湿気は熱がより少ないものの、生まれつき存在している熱よりも多いために融解されるからか。
§2.28Διὰ τί καθεύδοντες ἱδροῦσι μᾶλλον ἢ ἐγρηγορότες;
なぜ、眠っているときは起きているときよりも汗を多くかくのか。
ἢ ὅτι ἔσωθεν ἡ ἀρχὴ τοῦ ἱδρῶτος, θερμότερα δὲ τὰ ἐντός, ὥστε καὶ ἐκκρίνει διαχέουσα ἡ ἐντὸς θερμότης τὸ ἐντὸς ὑγρόν.
それとも、汗の始まりは内部にあり、内部はより温かいので、内部の熱が内部の湿気を拡散させて排出するからか。
ὅτι ἀεὶ ἔοικεν ἀπορρεῖν τι τοῦ σώματος, ἀλλὰ διὰ τὸ μηθὲν εἶναι πρὸς ὃ προσπῖπτον ἁλισθήσεται λανθάνει.
というのも、身体からは常に何かが流出しているようであるが、それが衝突して留まる対象が何もないために、気づかれないのである。
σημεῖον δέ· τὰ γὰρ κοῖλα τοῦ σώματος ἀεὶ ἱδροῖ.
その証拠に、身体の凹んだ部位は常に汗をかいている。
§2.29Διὰ τί ἐν τοῖς πυριατηρίοις μᾶλλον ἱδροῦσιν ὅταν ᾖ ψῦχος;
なぜ、蒸し風呂の中では、寒さがあるときにより汗をかくのか。
ἢ ὅτι τὸ θερμὸν οὐ βαδίζει ἔξω διὰ τὴν τοῦ ψυχροῦ περίστασιν (κωλύεται γὰρ ὑπὸ τούτου) ἀλλ’ ἐντὸς κατειλούμενον καὶ μένον διαλύει τὰ ἐν ἡμῖν ὑγρά, καὶ ἱδρῶτα ποιεῖ ἐξ αὐτῶν.
それとも、冷気に囲まれているために熱が外へと向かわず、内部に閉じ込められて留まることで私たちの内部の湿気を溶かし、それらから汗を作り出すからか。
§2.30Διὰ τί ὠφελιμώτερός ἐστιν ὁ ἱδρώς, κἂν ἐλάττων ἐπέλθῃ, ὁ γυμνοῦ τροχάζοντος γενόμενος ἢ ὁ ἐν ἱματίῳ;
なぜ、たとえ出る量がより少なくても、裸で走る人の汗は、衣類を着て走る人の汗よりも、より有益なのか。
ἢ τὸ μὲν πονεῖν τοῦ μὴ πονεῖν βέλτιόν ἐστι καθόλου, καὶ ὁ ἱδρὼς δὲ ὁ μετὰ πόνου τοῦ ἄνευ πόνου βελτίων ἐστί, καὶ ὁ μᾶλλον δὲ μετὰ πόνου τοῦ ἧττον βελτίων;
それとも、一般に労働することは労働しないことよりも良く、また労働を伴う汗は労働を伴わない汗よりも良く、さらに、より多くの労働を伴う汗は、より少ない労働を伴う汗よりも良いからか。
μᾶλλον δ’ ἐστὶ μετὰ πόνου ὁ γυμνοῦ τροχάζοντος γινόμενος·
そして、裸で走る人の汗は、より労働を伴うものである。
ἐὰν γὰρ μὴ πολλῇ συντονίᾳ τροχάσῃ, οὐ δύναται ἱδρῶσαι γυμνὸς ὤν·
実際、激しく走らなければ、裸では汗をかくことができないからである。
ἐν ἱματίῳ γὰρ κἂν πάνυ μετρίως τροχάσῃ, ταχὺ ἱδροῖ διὰ τὴν ἀπὸ τοῦ ἱματίου ἀλέαν.
というのも、衣類を着ていれば、きわめて適度に走ったとしても、衣類による温もりによってすぐに汗をかくからである。
καὶ εὐχρούστεροι δὲ γίνονται οἱ γυμνοὶ τρέχοντες τοῦ θέρους τῶν ἐν ἱματίοις, ὅτι ὥσπερ ἅπαντες οἱ ἐν τοῖς εὐπνουστέροις τόποις οἰκοῦντες εὐχρούστεροί εἰσι τῶν ἐν τοῖς καταπεπνιγμένοις οἰκούντων, οὕτω καὶ αὐτὸς αὑτοῦ ὁ ἄνθρωπος, ὅταν ὥσπερ ἐν εὐπνοίᾳ ᾖ, τότε εὐχρούστερός ἐστιν ἢ ὅταν καταπεπνιγμένος ᾖ καὶ περιεχόμενος ὑπό τινος ἀλέας πολλῆς, ὅ συμβαίνει μᾶλλον τῷ ἐν ἱματίῳ τρέχοντι.
また、夏に裸で走る人々は、衣類を着て走る人々よりも血色が良くなる。 それはちょうど、風通しの良い場所に住む人々がみな、風通しの悪い場所に住む人々よりも血色が良いように、そのように人間自身も、いわば風通しの良い状態にあるときには、息が詰まり、多くの温もりに囲まれているときよりも血色が良い。 そして、このことは衣類を着て走る人により多く起こる。
διὰ ταῦτα δὲ καὶ οἱ πολὺν χρόνον καθεύδοντες ἀχρούστεροί εἰσι τῶν μέτριον χρόνον καθευδόντων·
このために、長時間眠る人々は、適度な時間眠る人々よりも血色が悪いのである。
καταπέπνικται γὰρ καὶ ὁ καθεύδων.
なぜなら、眠っている人もまた息が詰まっているからである。