§2.25Διὰ τί, ὅταν πίωσιν, ἧττον ἱδροῦσιν ἐπιφαγόντες;
为什么在饮水后,如果再吃点东西,汗水就会变少?
ἢ διότι τὰ σιτία ἐπισπᾶται μὲν τὴν ὑγρότητα καθαπερεὶ σπόγγος ἐμπεσών, ἔστι δὲ κωλῦσαι τὴν ὁρμὴν οὐ μικρὸν μέρος, ὥσπερ ἐν τοῖς ῥεύμασι τὸ ἐπιλαβεῖν τοὺς πόρους προσενεγκάμενον τὴν τροφήν.
是因为食物就像丢进去的海绵一样吸收了湿气,还是因为摄入食物在阻碍湿气的涌动方面起到了不小的作用,正如在流注中堵塞通道一样?
§2.26Διὰ τί οἱ ἀγωνιῶντες ἱδροῦσι τοὺς πόδας, τὸ δὲ πρόσωπον οὔ;
为什么感到焦虑的人脚部出汗,而脸部不出汗?
μᾶλλον γὰρ εὔλογον, ὅταν πᾶν ἱδρῶσι τὸ σῶμα, τότε μᾶλλον καὶ τοὺς πόδας· ψυχρότατος γὰρ ὁ τόπος, διὸ ἥκιστα ἱδροῦσι.
因为更为合理的是,当他们全身出汗时,那时脚部也更该出汗;因为那个地方是最冷的部分,所以他们最不出汗。
καὶ οἱ ἰατροὶ ἐν ταῖς ἀρρωστίαις μάλιστα περιστέλλειν τοὺς πόδας παραγγέλλουσιν, ὅτι εὔψυκτοί εἰσιν, ὥστε ἀρχὴν ῥᾳδίως ῥίγους ποιοῦσι καὶ τῷ ἄλλῳ σώματι.
医生们在生病时也吩咐要特别包裹好脚部,因为脚部容易受凉,从而很容易为身体的其他部分也制造出寒颤的开端。
ἢ ὅτι καὶ ἡ ἀγωνία ἐστὶ θερμότητος οὐ μετάστασις ὥσπερ ἐν τῷ φόβῳ ἐκ τῶν ἄνω τόπων εἰς τοὺς κάτω (διὸ καὶ αἱ κοιλίαι λύονται τῶν φοβουμένων), ἀλλ’ αὔξησις θερμοῦ, ὥσπερ ἐν τῷ θυμῷ;
还是因为焦虑也是热量的增加,就像在愤怒中一样,而不是像在恐惧中那样热量从上部转移到下部(因此恐惧的人也会拉肚子)?
καὶ γὰρ ὁ θυμὸς ζέσις τοῦ θερμοῦ ἐστι τοῦ περὶ τὴν καρδίαν· καὶ ὁ ἀγωνιῶν οὐ διὰ φόβον καὶ διὰ ψύξιν πάσχει, ἀλλὰ διὰ τὸ μέλλον.
因为愤怒是心脏周围热量的沸腾;而焦虑的人遭受痛苦并不是因为恐惧和受冷,而是因为未来。
§2.27Διὰ τί τὸ πρόσωπον ἐξέρυθροι γίνονται, οὐχ ἱδροῦσι δέ;
为什么他们的脸部变得通红,却不出汗?
ἢ διὰ τὸ μᾶλλον θερμαίνεσθαι, ὥστε τὸ μὲν ἐν τῷ προσώπῳ ὑγρὸν ξηραίνει ἡ θερμότης ἐπιπολάζουσα, τὸ δὲ ἐν τοῖς ποσὶ συντήκει διὰ τὸ ἐλάττων μὲν εἶναι, πλείων δὲ τῆς ἐμφύτου καὶ προϋπαρχούσης.
还是因为脸部受热更多,以至于浮表出来的热量将脸部的湿气晒干,而脚部的湿气被融化,是因为那里的热量虽然较少,但多于与生俱来且预先存在的热量?
§2.28Διὰ τί καθεύδοντες ἱδροῦσι μᾶλλον ἢ ἐγρηγορότες;
为什么人在睡觉时比醒着时更容易出汗?
ἢ ὅτι ἔσωθεν ἡ ἀρχὴ τοῦ ἱδρῶτος, θερμότερα δὲ τὰ ἐντός, ὥστε καὶ ἐκκρίνει διαχέουσα ἡ ἐντὸς θερμότης τὸ ἐντὸς ὑγρόν.
是因为汗水的来源在内部,而内部更热,所以内部的热量散发并排泄了内部的湿气吗?
ὅτι ἀεὶ ἔοικεν ἀπορρεῖν τι τοῦ σώματος, ἀλλὰ διὰ τὸ μηθὲν εἶναι πρὸς ὃ προσπῖπτον ἁλισθήσεται λανθάνει.
因为身体似乎总是有东西在流失,但因为没有什么东西可以让它撞击并积聚起来,所以没有被察觉。
σημεῖον δέ· τὰ γὰρ κοῖλα τοῦ σώματος ἀεὶ ἱδροῖ.
证据在于:身体凹陷的部位总是出汗。
§2.29Διὰ τί ἐν τοῖς πυριατηρίοις μᾶλλον ἱδροῦσιν ὅταν ᾖ ψῦχος;
为什么在蒸汽浴池中,外冷时出汗更多?
ἢ ὅτι τὸ θερμὸν οὐ βαδίζει ἔξω διὰ τὴν τοῦ ψυχροῦ περίστασιν (κωλύεται γὰρ ὑπὸ τούτου) ἀλλ’ ἐντὸς κατειλούμενον καὶ μένον διαλύει τὰ ἐν ἡμῖν ὑγρά, καὶ ἱδρῶτα ποιεῖ ἐξ αὐτῶν.
是因为热量由于寒冷的包围而无法向外散发(因为它被寒冷阻挡),而是被封闭在内部并留在里面,溶解了我们内部的湿气,并从中产生汗水吗?
§2.30Διὰ τί ὠφελιμώτερός ἐστιν ὁ ἱδρώς, κἂν ἐλάττων ἐπέλθῃ, ὁ γυμνοῦ τροχάζοντος γενόμενος ἢ ὁ ἐν ἱματίῳ;
为什么裸体奔跑的人所出的汗,即使量较少,也比穿着衣服的人所出的汗更有益?
ἢ τὸ μὲν πονεῖν τοῦ μὴ πονεῖν βέλτιόν ἐστι καθόλου, καὶ ὁ ἱδρὼς δὲ ὁ μετὰ πόνου τοῦ ἄνευ πόνου βελτίων ἐστί, καὶ ὁ μᾶλλον δὲ μετὰ πόνου τοῦ ἧττον βελτίων;
还是因为一般而言,劳作比不劳作更好,而伴随劳作的出汗比不伴随劳作的出汗更好,且伴随更多劳作的出汗比伴随较少劳作的出汗更好?
μᾶλλον δ’ ἐστὶ μετὰ πόνου ὁ γυμνοῦ τροχάζοντος γινόμενος· ἐὰν γὰρ μὴ πολλῇ συντονίᾳ τροχάσῃ, οὐ δύναται ἱδρῶσαι γυμνὸς ὤν· ἐν ἱματίῳ γὰρ κἂν πάνυ μετρίως τροχάσῃ, ταχὺ ἱδροῖ διὰ τὴν ἀπὸ τοῦ ἱματίου ἀλέαν.
而裸体奔跑的人所出的汗更伴随着劳作;因为如果不以极大的强度奔跑,裸体就无法出汗;因为穿着衣服时,即使只是非常适度地奔跑,也会因为衣服带来的温暖而很快出汗。
καὶ εὐχρούστεροι δὲ γίνονται οἱ γυμνοὶ τρέχοντες τοῦ θέρους τῶν ἐν ἱματίοις, ὅτι ὥσπερ ἅπαντες οἱ ἐν τοῖς εὐπνουστέροις τόποις οἰκοῦντες εὐχρούστεροί εἰσι τῶν ἐν τοῖς καταπεπνιγμένοις οἰκούντων, οὕτω καὶ αὐτὸς αὑτοῦ ὁ ἄνθρωπος, ὅταν ὥσπερ ἐν εὐπνοίᾳ ᾖ, τότε εὐχρούστερός ἐστιν ἢ ὅταν καταπεπνιγμένος ᾖ καὶ περιεχόμενος ὑπό τινος ἀλέας πολλῆς, ὅ συμβαίνει μᾶλλον τῷ ἐν ἱματίῳ τρέχοντι.
而且,在夏天裸体奔跑的人比穿着衣服的人气色更好,因为正如所有居住在通风良好地方的人,气色都比居住在闷热窒息地方的人更好一样,人本身在处于通风良好的状态时,也比处于闷热窒息且被某种极大的温暖所包围时气色更好,而这种情况更容易发生在穿着衣服奔跑的人身上。
διὰ ταῦτα δὲ καὶ οἱ πολὺν χρόνον καθεύδοντες ἀχρούστεροί εἰσι τῶν μέτριον χρόνον καθευδόντων· καταπέπνικται γὰρ καὶ ὁ καθεύδων.
由于这些原因,长时间睡眠的人比适度睡眠的人气色更差;因为睡觉的人也是处于窒息状态。