§19.37Διὰ τί τοῦ ἐν φωνῇ ὀξέος ὄντος κατὰ τὸ ὀλίγον, τοῦ δὲ βαρέος κατὰ τὸ πολύ (τὸ μὲν γὰρ βαρὺ διὰ τὸ πλῆθος βραδύ, τὸ δὲ ὀξὺ δι’ ὀλιγότητα ταχύ), ἔργον μᾶλλον ᾄδειν τὰ ὀξέα ἢ τὰ βαρέα, καὶ ὀλίγοι τὰ ἄνω δύνανται ᾄδειν, καὶ οἱ νόμοι ὄρθιοι καὶ οἱ ὀξεῖς χαλεποὶ ᾆσαι διὰ τὸ ἀνατεταμένοι εἶναι;
なぜ、声において高音が少なさ(少量)に対応し、低音が多さ(多量)に対応するのに(なぜなら、低音は多量のゆえに遅く、高音は少量のゆえに速いからである)、高音を歌うことは低音を歌うことよりも骨が折れ、少数の者しか高音を歌うことができず、オルトス風の旋律や高音の歌は張り詰めているがゆえに歌うのが困難なのか。
καίτοι ἔλαττον ἔργον τὸ ὀλίγον κινεῖν ἢ τὸ πολύ, ὥστε καὶ ἀέρα.
もっとも、少量のものを動かす方が、多量のもの(すなわち空気をも)を動かすよりも労力が少なくて済むはずであるのに。
ἢ οὐ ταὐτό γε ὀξύφωνον εἶναι φύσει καὶ τὸ ὀξὺ ιιιἄδειν, ἀλλὰ φύσει μὲν ὀξύφωνα ἅπαντα δι’ ἀσθένειαν τῷ μὴ δύνασθαι πολὺν κινεῖν ἀέρα, ἀλλ’ ὀλίγον, ὁ δ’ ὀλίγος ταχὺ φέρεται, ἐν δὲ τῷ ιιιἄδειν τὸ ὀξὺ δυνάμεως σημεῖον.
あるいは、生まれつき高音の声の持ち主であることと、高音を歌うこととは同じではないからだろうか。 生まれつき高音であるのは、すべてのものが弱さのゆえに、多量の空気を動かすことができず少量の空気しか動かせないためであり、少量の空気は速く運ばれるが、歌うことにおいて高音であるのは力の証拠である。
τὸ μὲν γὰρ σφοδρῶς φερόμενον ταχὺ φέρεται, διὸ τὸ ὀξὺ δυνάμεως σημεῖον.
なぜなら、激しく運ばれるものは速く運ばれるのであり、それゆえ高音は力の証。
διὸ καὶ οἱ ἑκτικοὶ ὀξύφωνοι.
それゆえ、頑健な健康体の人々も高音である。
καὶ ἔργον τὰ ἄνω ᾄδειν· τὰ δὲ βαρέα κάτω.
そして高音を歌うのは困難であり、低音はそうではない。
§19.38Διὰ τί ῥυθμῷ καὶ μέλει καὶ ὅλως ταῖς συμφωνίαις χαίρουσι πάντες;
なぜ誰もがリズムや旋律、そして総じて協和音を喜ぶのか。
ἢ ὅτι ταῖς κατὰ φύσιν κινήσεσι χαίρομεν κατὰ φύσιν;
あるいは、私たちが自然にかなった運動を自然に喜ぶからだろうか。
σημεῖον δὲ τὸ τὰ παιδία εὐθὺς γενόμενα χαίρειν αὐτοῖς.
乳幼児が生まれてすぐにそれらを喜ぶのがその証拠である。
διὰ δὲ τὸ ἔθος τρόποις μελῶν χαίρομεν.
しかし、習慣のゆえに私たちは旋律の様式を喜ぶ。
ῥυθμῷ δὲ χαίρομεν διὰ τὸ γνώριμον καὶ τεταγμένον ἀριθμὸν ἔχειν καὶ κινεῖν ἡμᾶς τεταγμένως·
リズムを喜ぶのは、それがなじみ深く、かつ秩序づけられた数を持っており、私たちを秩序正しく動かすからである。
οἰκειοτέρα γὰρ ἡ τεταγμένη κίνησις φύσει τῆς ἀτάκτου, ὥστε καὶ κατὰ φύσιν μᾶλλον.
なぜなら、秩序ある運動は本性上、無秩序な運動よりも私たちにとって親和的であり、したがってまた、より自然にかなっているからである。
σημεῖον δέ· πονοῦντες γὰρ καὶ πίνοντες καὶ ἐσθίοντες τεταγμένα σώζομεν καὶ αὔξομεν τὴν φύσιν καὶ τὴν δύναμιν, ἄτακτα δὲ φθείρομεν καὶ ἐξίσταμεν αὐτήν·
その証拠に、私たちが労作したり、飲んだり食ったりするとき、私たちは秩序ある仕方で本性と体力を保ち、増進させるが、無秩序な仕方ではそれを破壊し、その本来の状態から逸脱させてしまう。
αἱ γὰρ νόσοι τῆς τοῦ σώματος οὐ κατὰ φύσιν τάξεως κινήσεις εἰσίν.
なぜなら、病気とは身体の本性に基づかない秩序の運動だからである。
συμφωνίᾳ δὲ χαίρομεν, ὅτι κρᾶσίς ἐστιν λόγον ἐχόντων ἐναντίων πρὸς ἄλληλα.
また、協和音を喜ぶのは、それが互いに反する性質をもつものの、比率をもった混合だからである。
ὁ μὲν οὖν λόγος τάξις, ὃ ἦν φύσει ἡδύ.
比率(ロゴス)とは秩序であり、それは本性的に快いものである。
τὸ δὲ κεκραμένον τοῦ ἀκράτου πᾶν ἥδιον, ἄλλως τε κἂν αἰσθητὸν ὂν ἀμφοῖν τοῖν ἄκροιν ἐξ ἴσου τὴν δύναμιν ἔχοι ἐν τῇ συμφωνίᾳ ὁ λόγος.
そして、混合されたものはすべて混合されないものよりも快く、特に感覚されるものである場合、両極端において比率が協和音の中で等しくその力を保っているならばなおさらである。
§19.39Διὰ τί ἥδιόν ἐστι τὸ σύμφωνον τοῦ ὁμοφώνου;
なぜ協和音は同音よりも快いのか。
ἢ καὶ τὸ μὲν ἀντίφωνον σύμφωνόν ἐστι διὰ πασῶν;
あるいはまた、アンティポノンはオクターブによる協和音だからだろうか。
ἐκ παίδων γὰρ 〈καὶ〉 νέων καὶ ἀνδρῶν γίνεται τὸ ἀντίφωνον, οἳ διεστᾶσι τοῖς τόνοις ὡς νήτη πρὸς ὑπάτην.
実際、子供たちや若者たちや大人の男たちからアンティポノンは生じるが、彼らはネーテーとヒュパテーのように音調において隔たっている。
συμφωνία δὲ πᾶσα ἡδίων ἁπλοῦ φθόγγου (δι’ ἃ δέ, εἴρηται), καὶ τούτων ἡ διὰ πασῶν ἡδίστη·
すべての協和音は単一の響きよりも快く(その理由はすでに述べられた)、それらの中でもオクターブは最も快い。
τὸ ὁμόφωνον δὲ ἀπλοῦν ἔχει φθόγγον.
これに対して、同音は単一の響きを持っている。
μαγαδίζουσι δὲ ἐν τῇ διὰ πασῶν συμφωνίᾳ, ὅτι καθάπερ ἐν τοῖς μέτροις οἱ πόδες ἔχουσι πρὸς αὑτοὺς λόγον ἴσον πρὸς ἴσον ἢ δύο πρὸς ἓν ἢ καί τινα ἄλλον, οὕτω καὶ οἱ ἐν τῇ συμφωνίᾳ φθόγγοι λόγον ἔχουσι κινήσεως πρὸς αὑτούς.
また、人々がオクターブの協和音においてマガディス奏法を行うのは、韻律において詩脚が互いに対して、等しい比(一対一)、あるいは二対一、あるいは何か他の比を持つように、協和音における響きもまた、互いに対して運動の比を持つからである。
τῶν μὲν οὖν ἄλλων συμφωνιῶν ἀτελεῖς αἱ θατέρου καταστροφαί εἰσιν, εἰς ἥμισυ τελευτῶσαι·
さて、他の協和音においては、他方の終わりが不完全であり、半分のところで終わってしまっている。
διὸ τῇ δυνάμει οὐκ ἴσαι εἰσίν.
それゆえ、力においてそれらは等しくない。
οὖσαι δὲ ἄνισοι, διαφορὰ τῇ αἰσθήσει, καθάπερ ἐν τοῖς χοροῖς, ἐν τῷ καταλύειν μεῖζον ἄλλων φθεγγομένοις ἐστίν.
そして、不等であることは感覚にとって差異(不調和)をもたらす。 それは、合唱において、歌い終わる際にある者が他の者たちよりも大きく声を出すようなものである。
ἔτι δὲ ὑπάτῃ συμβαίνει τὴν αὐτὴν τελευτὴν τῶν ἐν τοῖς φθόγγοις περιόδων ἔχειν.
さらに、ヒュパテーは音の中の周期の同じ終わりを持つことになる。
ἡ γὰρ δευτέρα τῆς νεάτης πληγὴ τοῦ ἀέρος ὑπάτη ἐστίν.
なぜなら、ネーテーの空気の第二の衝撃がヒュパテーだからである。
τελευτώσαις δ’ εἰς ταὐτόν, οὐ ταὐτὸν ποιούσαις, ἓν καὶ κοινὸν τὸ ἔργον συμβαίνει γίνεσθαι, καθάπερ τοῖς ὑπὸ τὴν ᾠδὴν κρούουσιν·
同じところで終わるが同じことをするのではない場合、歌に合わせて奏する人たちのように、一つの共通の成果が生じることになる。
καὶ γὰρ οὗτοι τὰ ἄλλα οὐ προσαυλοῦντες, ἐὰν εἰς ταὐτὸν καταστρέφωσιν, εὐφραίνουσι μᾶλλον τῷ τέλει ἢ λυποῦσιν ταῖς πρὸ τοῦ τέλους διαφοραῖς, τῷ τὸ ἐκ διαφόρων τὸ κοινόν, ἥδιστον ἐκ τοῦ διὰ πασῶν γίνεσθαι.
実際、伴奏者たちもまた、他の部分では旋律に合わせて笛を吹くわけではないが、同じところで終わるならば、終わる前の差異による不快さよりも、終わるときの快さの方をより多く与える。 それは、異なるものから共通のものが生じることが、オクターブによって最も快く生じるからである。
τὸ δὲ μαγαδίζειν ἐξ ἐναντίων φωνῶν.
そして、マガディス奏法とは相反する声からなるものである。
διὰ ταῦτα ἐν τῇ διὰ πασῶν μαγαδίζουσιν.
これらの理由から、人々はオクターブにおいてマガディス奏法を行うのである。
§19.40Διὰ τί ἥδιον ἀκούουσιν ᾀδόντων ὅσα ἂν προεπιστάμενοι τύχωσι τῶν μελῶν, ἢ ἐὰν μὴ ἐπιστῶνται;
なぜ人々は、自分が最初から知っている旋律を歌うのを聞く方を、知らない旋律を聞くよりも、より心地よく感じるのか。
πότερον ὅτι μᾶλλον δῆλός ἐστιν ὁ τυγχάνων ὥσπερ σκοποῦ, ὅταν γνωρίζωσι τὸ ᾀδόμενον;
それとも、人々が歌われているものを知っているときには、まるで的を射ようとする者のように、歌い手が意図した通りになっているかどうかがよりはっきりと分かるからだろうか。
γνωριζόντων δὲ ἡδὺ θεωρεῖν.
そして知っている者にとって観察することは快いからか。
ἢ ὅτι συμπαθής ἐστιν ὁ ἀκροατὴς τῷ τὸ γνώριμον ᾄδοντι;
あるいは、聞き手はよく知っている歌を歌う人に対して共感するからだろうか。
συνᾴδει γὰρ αὐτῷ. ᾄδει δὲ πᾶς γεγηθὼς ὁ μὴ διά τινα ἀνάγκην ποιῶν τοῦτο.
実際、聞き手は一緒に歌うのである。 そして、何らかの強制によって歌うのではない限り、すべての人は喜びながら歌うものである。