Humanitext Reader

亚里士多德 · 问题集 §19.37-19.40

唱高音的难处与协和音及旋律的受容

第 86 段,共 148 段 · 希腊语

内容简介

本章节探讨了为什么唱高音比唱低音在生理和物理机制上更困难。此外,还分析了人类喜爱节奏、旋律和协和音(特别是八度音程或齐唱)的自然原因,以及聆听熟悉旋律时的心理共鸣与愉悦感。

§19.37Διὰ τί τοῦ ἐν φωνῇ ὀξέος ὄντος κατὰ τὸ ὀλίγον, τοῦ δὲ βαρέος κατὰ τὸ πολύ (τὸ μὲν γὰρ βαρὺ διὰ τὸ πλῆθος βραδύ, τὸ δὲ ὀξὺ δι’ ὀλιγότητα ταχύ), ἔργον μᾶλλον ᾄδειν τὰ ὀξέα ἢ τὰ βαρέα, καὶ ὀλίγοι τὰ ἄνω δύνανται ᾄδειν, καὶ οἱ νόμοι ὄρθιοι καὶ οἱ ὀξεῖς χαλεποὶ ᾆσαι διὰ τὸ ἀνατεταμένοι εἶναι;
为什么在声音中高音对应于少量,而低音对应于多量(因为低音因其量多而慢,高音因其量少而快),但唱高音却比唱低音更费力,且只有少数人能唱高音,而奥尔托斯风旋律和高音歌曲因其紧绷而难以吟唱?
καίτοι ἔλαττον ἔργον τὸ ὀλίγον κινεῖν ἢ τὸ πολύ, ὥστε καὶ ἀέρα.
然而,移动少量物体比移动多量物体(从而也包括空气)更省力。
ἢ οὐ ταὐτό γε ὀξύφωνον εἶναι φύσει καὶ τὸ ὀξὺ ιιιἄδειν, ἀλλὰ φύσει μὲν ὀξύφωνα ἅπαντα δι’ ἀσθένειαν τῷ μὴ δύνασθαι πολὺν κινεῖν ἀέρα, ἀλλ’ ὀλίγον, ὁ δ’ ὀλίγος ταχὺ φέρεται, ἐν δὲ τῷ ιιιἄδειν τὸ ὀξὺ δυνάμεως σημεῖον.
还是因为天生具有高音与唱出高音并不相同,而是所有人因软弱而天生具有高音,因为他们无法推动大量空气而只能推动少量空气,而少量空气移动得快,但在歌唱中高音则是力量的象征?
τὸ μὲν γὰρ σφοδρῶς φερόμενον ταχὺ φέρεται, διὸ τὸ ὀξὺ δυνάμεως σημεῖον.
因为剧烈移动的物体移动得快,因此高音是力量的象征。
διὸ καὶ οἱ ἑκτικοὶ ὀξύφωνοι.
所以身体强健的人也是高音。
καὶ ἔργον τὰ ἄνω ᾄδειν· τὰ δὲ βαρέα κάτω.
唱高音是费力的,而低音则是容易的。
§19.38Διὰ τί ῥυθμῷ καὶ μέλει καὶ ὅλως ταῖς συμφωνίαις χαίρουσι πάντες;
为什么所有人都会因节奏、旋律以及总体的协和音而感到喜悦?
ἢ ὅτι ταῖς κατὰ φύσιν κινήσεσι χαίρομεν κατὰ φύσιν;
还是因为我们自然而然地因符合自然的运动而感到喜悦?
σημεῖον δὲ τὸ τὰ παιδία εὐθὺς γενόμενα χαίρειν αὐτοῖς.
证据就是婴儿一出生就会因此而喜悦。
διὰ δὲ τὸ ἔθος τρόποις μελῶν χαίρομεν.
但由于习惯,我们因旋律的风格而感到喜悦。
ῥυθμῷ δὲ χαίρομεν διὰ τὸ γνώριμον καὶ τεταγμένον ἀριθμὸν ἔχειν καὶ κινεῖν ἡμᾶς τεταγμένως· οἰκειοτέρα γὰρ ἡ τεταγμένη κίνησις φύσει τῆς ἀτάκτου, ὥστε καὶ κατὰ φύσιν μᾶλλον.
我们因节奏而喜悦,是因为它具有熟知且有秩序的数量,并让我们有秩序地运动;因为有秩序的运动在自然上比无秩序的运动更亲近我们,因此也更符合自然。
σημεῖον δέ· πονοῦντες γὰρ καὶ πίνοντες καὶ ἐσθίοντες τεταγμένα σώζομεν καὶ αὔξομεν τὴν φύσιν καὶ τὴν δύναμιν, ἄτακτα δὲ φθείρομεν καὶ ἐξίσταμεν αὐτήν· αἱ γὰρ νόσοι τῆς τοῦ σώματος οὐ κατὰ φύσιν τάξεως κινήσεις εἰσίν.
证据就是:当我们在劳作、饮水和进食时,我们以有秩序的方式维护并增强我们的自然本性和力量,而以无秩序的方式则会破坏并使其偏离本性;因为疾病就是身体不符合自然秩序的运动。
συμφωνίᾳ δὲ χαίρομεν, ὅτι κρᾶσίς ἐστιν λόγον ἐχόντων ἐναντίων πρὸς ἄλληλα.
我们因协和音而喜悦,是因为它是彼此具有比例关系的相反事物的混合。
ὁ μὲν οὖν λόγος τάξις, ὃ ἦν φύσει ἡδύ.
比例就是秩序,这在自然上是令人愉快的。
τὸ δὲ κεκραμένον τοῦ ἀκράτου πᾶν ἥδιον, ἄλλως τε κἂν αἰσθητὸν ὂν ἀμφοῖν τοῖν ἄκροιν ἐξ ἴσου τὴν δύναμιν ἔχοι ἐν τῇ συμφωνίᾳ ὁ λόγος.
所有混合之物都比未混合之物更令人愉快,尤其是当它们可被感知时,若协和音中的比例在两端等同地保持其力量,则更是如此。
§19.39Διὰ τί ἥδιόν ἐστι τὸ σύμφωνον τοῦ ὁμοφώνου;
为什么协和音比同音(齐唱)更令人愉快?
ἢ καὶ τὸ μὲν ἀντίφωνον σύμφωνόν ἐστι διὰ πασῶν;
还是因为八度同音(Antiphonon)是基于八度音程的协和音?
ἐκ παίδων γὰρ 〈καὶ〉 νέων καὶ ἀνδρῶν γίνεται τὸ ἀντίφωνον, οἳ διεστᾶσι τοῖς τόνοις ὡς νήτη πρὸς ὑπάτην.
因为八度同音是由儿童、青年和成年男子产生的,他们在音高上的差异正如最高音(Nete)之于最低音(Hypate)。
συμφωνία δὲ πᾶσα ἡδίων ἁπλοῦ φθόγγου (δι’ ἃ δέ, εἴρηται), καὶ τούτων ἡ διὰ πασῶν ἡδίστη· τὸ ὁμόφωνον δὲ ἀπλοῦν ἔχει φθόγγον.
所有的协和音都比单一的声响更令人愉快(其原因已经阐明),而在这些协和音中,八度音程最令人愉快;相比之下,同音则具有单一的声响。
μαγαδίζουσι δὲ ἐν τῇ διὰ πασῶν συμφωνίᾳ, ὅτι καθάπερ ἐν τοῖς μέτροις οἱ πόδες ἔχουσι πρὸς αὑτοὺς λόγον ἴσον πρὸς ἴσον ἢ δύο πρὸς ἓν ἢ καί τινα ἄλλον, οὕτω καὶ οἱ ἐν τῇ συμφωνίᾳ φθόγγοι λόγον ἔχουσι κινήσεως πρὸς αὑτούς.
他们在八度音程的协和中进行齐唱(Magadizing),是因为正如在格律中诗脚之间具有等比(一比一)、二比一或其他某种比例一样,协和音中的声响相互之间也具有运动的比例。
τῶν μὲν οὖν ἄλλων συμφωνιῶν ἀτελεῖς αἱ θατέρου καταστροφαί εἰσιν, εἰς ἥμισυ τελευτῶσαι· διὸ τῇ δυνάμει οὐκ ἴσαι εἰσίν.
因此,在其他协和音中,另一音的终止是不完全的,结束在半途;所以它们在力量上并不相等。
οὖσαι δὲ ἄνισοι, διαφορὰ τῇ αἰσθήσει, καθάπερ ἐν τοῖς χοροῖς, ἐν τῷ καταλύειν μεῖζον ἄλλων φθεγγομένοις ἐστίν.
由于不相等,它们给感知带来了差异(不协调),就像在合唱中,在结束时有些人唱得比别人更大声一样。
ἔτι δὲ ὑπάτῃ συμβαίνει τὴν αὐτὴν τελευτὴν τῶν ἐν τοῖς φθόγγοις περιόδων ἔχειν.
此外,最低音在声响的周期中恰好具有相同的终止。
ἡ γὰρ δευτέρα τῆς νεάτης πληγὴ τοῦ ἀέρος ὑπάτη ἐστίν.
因为最高音对空气的第二次冲击就是最低音。
τελευτώσαις δ’ εἰς ταὐτόν, οὐ ταὐτὸν ποιούσαις, ἓν καὶ κοινὸν τὸ ἔργον συμβαίνει γίνεσθαι, καθάπερ τοῖς ὑπὸ τὴν ᾠδὴν κρούουσιν· καὶ γὰρ οὗτοι τὰ ἄλλα οὐ προσαυλοῦντες, ἐὰν εἰς ταὐτὸν καταστρέφωσιν, εὐφραίνουσι μᾶλλον τῷ τέλει ἢ λυποῦσιν ταῖς πρὸ τοῦ τέλους διαφοραῖς, τῷ τὸ ἐκ διαφόρων τὸ κοινόν, ἥδιστον ἐκ τοῦ διὰ πασῶν γίνεσθαι.
当它们在相同的地方终止,却不做相同的事情时,就会产生一个共同的工作,就像那些伴随着歌声弹奏乐器的人一样;因为这些人虽然在其他地方不配合歌声吹笛伴奏,但如果他们在相同的地方终止,那么结尾带来的快乐就会多于结尾前因差异带来的不快,因为通过八度音程,最令人愉快地产生了由相异事物构成的共同要素。
τὸ δὲ μαγαδίζειν ἐξ ἐναντίων φωνῶν.
而齐唱是由相反的声音组成的。
διὰ ταῦτα ἐν τῇ διὰ πασῶν μαγαδίζουσιν.
由于这些原因,他们在外八度音程中进行齐唱。
§19.40Διὰ τί ἥδιον ἀκούουσιν ᾀδόντων ὅσα ἂν προεπιστάμενοι τύχωσι τῶν μελῶν, ἢ ἐὰν μὴ ἐπιστῶνται;
为什么当人们碰巧预先知道旋律时,听别人唱歌会比不知道旋律时感到更愉快?
πότερον ὅτι μᾶλλον δῆλός ἐστιν ὁ τυγχάνων ὥσπερ σκοποῦ, ὅταν γνωρίζωσι τὸ ᾀδόμενον;
是因为当人们认出所唱的内容时,演唱者就像射中靶子一样的成功会变得更加明显吗?
γνωριζόντων δὲ ἡδὺ θεωρεῖν.
而对于认识它的人来说,进行观照是愉悦的。
ἢ ὅτι συμπαθής ἐστιν ὁ ἀκροατὴς τῷ τὸ γνώριμον ᾄδοντι;
还是因为听众对演唱熟悉歌曲的人产生了共鸣?
συνᾴδει γὰρ αὐτῷ.
因为听众会跟着他一起唱。
ᾄδει δὲ πᾶς γεγηθὼς ὁ μὴ διά τινα ἀνάγκην ποιῶν τοῦτο.
而且,只要不是出于某种被迫,每个人在唱歌时都会感到喜悦。

词汇与语法注释

  1. §19.37τοῦ ἐν φωνῇ ὀξέος ὄντος... τοῦ δὲ βαρέος... — τοῦ ἐν φωνῇ ὀξέος ὄντος 与 τοῦ δὲ βαρέος... 均为属格绝对(genitive absolute)结构,用作主句提问的前提,表示高音与低音在物理性质上的对比。
  2. §19.37τῷ μὴ δύνασθαι — 这是带冠词不定式的与格形式(τῷ μὴ δύνασθαι),用以表示原因(“因为不能……”)。
  3. §19.38λόγον ἐχόντων ἐναντίων πρὸς ἄλληλα — 分词短语 λόγον ἐχόντων 修饰或同意前置词短语中的相反事物(ἐναντίων πρὸς ἄλληλα),并作为名词 κρᾶσις(混合)的属格修饰语,意为“彼此具有比例关系的相反事物的混合”。
  4. §19.39τοῖς ὑπὸ τὴν ᾠδὴν κρούουσιν — 介词短语 ὑπὸ τὴν ᾠδὴν 表示伴随(“伴随歌声,为歌唱伴奏”),修饰带冠词的分词 κρούουσιν(弹奏弦乐者)。
  5. §19.40γνωριζόντων δὲ ἡδὺ θεωρεῖν — γνωριζόντων 是一个省略了行为主体(如听众)的属格绝对结构,为后面的主句(“进行观照是愉悦的”)提供前提条件。

引用这一段

亚里士多德, 问题集 §19.37-19.40. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg036.humanitext-grc1:19.37-19.40

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。