§13.6Διὰ τί, ἐάν τις σκόροδα φάγῃ, τὸ οὖρον ὄζει, ἄλλων δὲ ἐχόντων ἰσχυρὰν ὀσμὴν οὐκ ὄζει ἐδεσθέντων;
なぜ、ニンニクを食べると尿が臭うのに、強い匂いを持つ他のものを食べても尿は臭わないのか。
πότερον, ὥσπερ τινὲς τῶν ἡρακλειτιζόντων φασίν, ὅτι ἀναθυμιᾶται, ὥσπερ ἐν τῷ ὅλῳ, καὶ ἐν τῷ σώματι, εἶτα πάλιν ψυχθὲν συνίσταται ἐκεῖ μὲν ὑγρόν, ἐνταῦθα δὲ οὖρον, ἡ ἐκ τῆς τροφῆς ἀναθυμίασις, ἐξ οὗ ἐγένετο αὕτη συμμιγνυμένη, ποιεῖ τὴν ὀσμήν;
ヘラクレイトス派の一部の人々が言うように、宇宙全体において起こるのと同様に体内でも蒸発が起こり、それが冷やされて、あちら(宇宙)では水になり、こちら(体内)では尿として凝結し、食物からのこの蒸発が、生じた尿と混ざり合うことでその匂いを作り出すからだろうか。
αὕτη γάρ ἐστιν, ὅταν μεταβάλλῃ.
というのも、これが変化するときに匂いが生じるからである。
ἢ ἔδει καὶ τὰ ἄλλα τοῦτο ποιεῖν, ὅσα ἰσχυρὰς ὀσμὰς ἔχει·
あるいは、もしそうなら強い匂いを持つ他のすべてのものも同様に尿を臭わせるはずだが、実際にはそうしない。
νῦν δὲ οὐ ποιεῖ.
さらに、蒸気から凝縮したものは元のものには戻らない(たとえば、ワインの蒸気から凝縮したものがワインそのものではなく、水になるようなものである)。
ἔτι συγκρινόμενα ἐκ τῆς ἀτμίδος οὐκ εἰς τὸ ἀρχαῖον ἔρχεται, οἷον οἶνος ἐξ οἴνου, ἀλλ’ οὐχ ὕδωρ, ὥστε καὶ τοῦτο ψεῦδος.
したがってこの説もまた誤りである。
ἀλλ’ ὅτι μόνον φυσητικὸν τῆς κάτω κοιλίας τῶν ὀσμὴν ἐχόντων ἰσχυρὰν ἅμα καὶ οὐρητικήν, τὰ δὲ ἄλλα ἄνω ποιεῖ, οἷον ἡ ῥάφανος, καὶ τὰ πνεύματα.
そうではなく、強い匂いを持つものの中で、ニンニクだけが下腹部においてガスを発生させると同時に利尿作用を持つのに対して、大根のような他のものは上部にそれを引き起こすか、あるいは利尿作用を持たないからだろうか。
ἢ οὐκ οὐρητικά. κάτω δὲ τρία ὑπάρχει ταῦτα· καὶ γὰρ οὐρητικόν, καὶ πνεῦμα ποιεῖ, καὶ τοῦτο κάτω.
下部においてはこれら三つのこと(利尿作用、ガスの発生、それが下部で起こること)が備わっている。
ὁ δὲ τόπος ὁ πέριξ τὰ αἰδοῖα καὶ τὴν κύστιν τῶν τοιούτων ἀπολαύει διὰ τὴν γειτνίασιν, καὶ ὅτι πνευματικός ἐστιν·
性器と膀胱の周辺の領域は、それらが隣接していることと、気体を多く含むことから、そのようなものの影響を被る。
δηλοῖ δὲ ἡ συντονία τοῦ αἰδοίου.
これは性器の勃起が示している。
δῆλον οὖν ὅτι ἀφικνεῖται τὸ περίττωμα εἰς τὴν κύστιν αὐτοῦ μάλιστα τῶν τοιούτων ἅμα τῷ πνεύματι, ὃ μιγνύμενον ποιεῖ τοῦ οὔρου τὴν ὀσμήν.
したがって、このようなものの余剰物が、気体とともに膀胱に最も多く到達することは明らかであり、その気体が混ざり合って尿の匂いを作り出すのである。
§13.7Διὰ τί τὰ στόματα μηδὲν ἐδηδοκότων, ἀλλὰ νηστευσάντων ὄζει μᾶλλον (ὃ καλεῖται νηστείας ὄζει), φαγόντων δὲ οὔ, ὅτε ἔδει μᾶλλον;
なぜ、何も食べておらず断食している人々の口はより臭い(これは「断食の臭い」と呼ばれる)のに、食べた人々の口は臭わないのか。 本来なら食べた後の方がより臭うべきであるのに。
ἢ ὅτι κενουμένης τῆς κοιλίας θερμότερος ὁ ἀὴρ γινόμενος διὰ τὴν ἀκινησίαν σήπει τὸ πνεῦμα καὶ τὰ φλεγματώδη περιττώματα;
あるいは、胃が空になると、運動がなくなるために空気がより温かくなり、息や粘液質の余剰物を腐敗させるからだろうか。
ὅτι δὲ θερμότερος γίνεται, σημεῖον ὅτι καὶ δίψαν ποιεῖ ἡ νηστεία μᾶλλον.
温かくなることの証拠は、断食がより強い渇きを引き起こすことである。
φαγόντων δὲ διὰ τὸ ἐλάττων εἶναι ἡ ὀσμὴ τῆς τῶν σιτίων παύεται·
食べた人々の場合は、その匂いが食物の匂いより小さいために消え去る。
κρατεῖ γὰρ τῆς θερμότητος ἡ τῶν σιτίων θερμότης, ὥστε μηθὲν πάσχειν.
というのも、食物の熱が胃の中の空気の熱に打ち勝つので、何も影響を受けないからである。
§13.8Διὰ τί ἡ μασχάλη δυσωδέστατος τῶν τόπων;
なぜ脇の下は、身体の部位の中で最も悪臭を放つのか。
πότερον ὅτι ἀπνούστατός ἐστιν;
あるいは、そこが最も通気性が悪いからだろうか。
ἔστι δὲ ἡ δυσωδία ἐν τοῖς τοιούτοις μάλιστα, διὰ τὸ σῆψιν γίνεσθαι ὑπὸ τῆς ἡσυχίας τῆς πιότητος·
悪臭はそのような場所に特に生じる。 なぜなら、静止状態によって、脂肪分の腐敗が生じるからである。
ἢ διότι ἀκίνητος καὶ ἀγύμναστος.
あるいは、そこが動かされず、運動されないからだろうか。
§13.9Διὰ τί οἱ τοῦ γράσου ὄζοντες, ὅταν ἀλείφωνται μύρῳ, δυσωδέστεροι γίνονται;
なぜ山羊臭のある人が香油を塗ると、より悪臭を放つようになるのか。
ἢ διότι τοῦτο ἐπὶ πολλῶν γίνεται, οἷον ὀξὺ καὶ γλυκὺ συμμιχθὲν τὸ ὅλον γλυκύτερον ἐγένετο.
あるいは、これは多くのことで起こる現象、たとえば酸っぱいものと甘いものが混ざり合って、全体としてより不快になるようなものだからだろうか。
εἶτα πάντες ἱδρώσαντες δυσωδέστεροί εἰσι, τὸ δὲ μύρον θερμαντικόν ἐστιν·
さらに、すべての人は汗をかくとより悪臭を放つようになるが、香油は温める性質を持つ。
ἱδρῶτας οὖν παρασκευάζει.
それゆえ香油は汗を引き起こすからだろうか。
§13.10Διὰ τί τῶν ἐγκύρτων καὶ κυφοτέρων δυσοσμοτέρα καὶ βαρυτέρα ἡ ὀσμὴ τοῦ πνεύματος;
なぜ、背の曲がった人や前屈みの人は、息の匂いがより不快で重いのか。
ἢ διότι συγκέκλεισται ὁ τόπος ὁ περὶ τὸν πνεύμονα καὶ ἀνέσπασται ἐκ τῆς εὐθυωρίας, ὥστε οὐκ εὔπνους, ἀλλὰ σήπεται ἡ ἱκμὰς καὶ τὸ πνεῦμα μᾶλλον εἴσω ἐγκατακλειόμενον;
あるいは、肺の周りの領域が閉じ込められ、まっすぐな状態から歪められているために、通気が良くなく、むしろ内部に閉じ込められた湿気や息がより腐敗するからだろうか。
§13.11Διὰ τί τὰ πολλὰ τῶν μύρων συνεξιδρῶσαι δυσώδη, ἔνια δὲ ἡδίω ἢ οὐ χείρω;
なぜ多くの香油は、汗と一緒に流れると悪臭を放つようになるのに、一部のものはより心地よくなるか、あるいは悪くならないのか。
ἢ ὅσα μὲν τῇ κινήσει ἢ τρίψει μεταβάλλοντα, χείρω τοιαῦτα, ὅσα δὲ μή, τοὐναντίον;
あるいは、運動や摩擦によって変化するものはそのように悪くなるが、変化しないものはその逆だからだろうか。
ἔστι δὲ ἔνια τοιαῦτα, ὥσπερ καὶ τῶν ἀνθῶν, ἐξ ὧν γίνονται αἱ εὐωδίαι, τὰ μὲν τριβόμενα ἢ θερμαινόμενα ἢ ξηραινόμενα φαῦλα, οἷον τὰ λευκόϊα, τὰ δὲ ὅμοια, οἷον τὰ ῥόδα.
実際、香りの原料となる花の中にも、揉まれたり、温められたり、乾燥させられたりすると悪くなるもの(たとえば、白いアラセイトウなど)がある一方で、同様に扱われても良いもの(たとえば、バラなど)があるのと同じである。
καὶ τῶν μύρων δὴ ὅσα ἐκ τοιούτων ἐστί, μεταβάλλει, τὰ δὲ οὔ·
それゆえ、そのような花から作られる香油も変化するが、そうでないものは変化しない。
διὸ τὸ ῥόδινον ἥκιστα.
だからバラの香油は最も変化しにくい。
καὶ δυσώδη δὲ φαίνεται μᾶλλον ὅσων οἱ ἱδρῶτες δυσώδεις, καὶ διὰ τὸ μίγνυσθαι τῷ ἐναντίῳ, ὥσπερ τὸ μέλι μετὰ τοῦ ἁλὸς οὐ μᾶλλον γλυκύ, ἀλλ’ ἧττον.
また、汗そのものが悪臭を放つ人の場合は、より悪臭を放つように思われる。 それは反対のものと混ざり合うためであり、たとえば蜂蜜が塩と混ざると、より甘くなるのではなく、むしろ甘くなくなるのと同じである。
§13.12Διὰ τί πάντα μᾶλλον ὄζει κινούμενα;
なぜ、すべてのものは動かされるとより臭うのか。
ἢ διότι ἀναπίμπλησι τὸν ἀέρα;
あるいは、動かされることで空気を満たすからだろうか。
διαπέμπεται οὖν θᾶττον ἡ ὀσμὴ πρὸς τὴν αἴσθησιν.
したがって、その匂いがより速く感覚へと送られるからだろうか。