§13.6Διὰ τί, ἐάν τις σκόροδα φάγῃ, τὸ οὖρον ὄζει, ἄλλων δὲ ἐχόντων ἰσχυρὰν ὀσμὴν οὐκ ὄζει ἐδεσθέντων;
为什么人吃了大蒜后尿液会发臭,而吃了其他具有强烈气味的东西时尿液却不发臭?
πότερον, ὥσπερ τινὲς τῶν ἡρακλειτιζόντων φασίν, ὅτι ἀναθυμιᾶται, ὥσπερ ἐν τῷ ὅλῳ, καὶ ἐν τῷ σώματι, εἶτα πάλιν ψυχθὲν συνίσταται ἐκεῖ μὲν ὑγρόν, ἐνταῦθα δὲ οὖρον, ἡ ἐκ τῆς τροφῆς ἀναθυμίασις, ἐξ οὗ ἐγένετο αὕτη συμμιγνυμένη, ποιεῖ τὴν ὀσμήν;
是否正如某些赫拉克利特派学者所说,体内也像宇宙整体中一样发生着蒸发,然后冷却凝结,在宇宙中成为水,而在体内成为尿液,这种来自食物的蒸发与由此产生的尿液相混合,从而产生了气味?
αὕτη γάρ ἐστιν, ὅταν μεταβάλλῃ.
因为当这种蒸发发生变化时,就会产生气味。
ἢ ἔδει καὶ τὰ ἄλλα τοῦτο ποιεῖν, ὅσα ἰσχυρὰς ὀσμὰς ἔχει· νῦν δὲ οὐ ποιεῖ.
或者,如果真是这样,其他所有具有强烈气味的东西也应该产生这种效果,而实际上它们并没有。
ἔτι συγκρινόμενα ἐκ τῆς ἀτμίδος οὐκ εἰς τὸ ἀρχαῖον ἔρχεται, οἷον οἶνος ἐξ οἴνου, ἀλλ’ οὐχ ὕδωρ, ὥστε καὶ τοῦτο ψεῦδος.
此外,从蒸气中凝结出来的东西并不会恢复到原来的状态(例如,从酒的蒸气中凝结出来的不是酒本身,而是水),所以这种理论也是错误的。
ἀλλ’ ὅτι μόνον φυσητικὸν τῆς κάτω κοιλίας τῶν ὀσμὴν ἐχόντων ἰσχυρὰν ἅμα καὶ οὐρητικήν, τὰ δὲ ἄλλα ἄνω ποιεῖ, οἷον ἡ ῥάφανος, καὶ τὰ πνεύματα. ἢ οὐκ οὐρητικά.
还是因为,在具有强烈气味的东西中,唯独大蒜能在下腹部产生气体并同时具有利尿作用,而其他东西(如萝卜)则在上方产生气体,或者根本不利尿?
κάτω δὲ τρία ὑπάρχει ταῦτα· καὶ γὰρ οὐρητικόν, καὶ πνεῦμα ποιεῖ, καὶ τοῦτο κάτω.
在下部存在着这三种情况:具有利尿作用、产生气体、且气体在下方。
ὁ δὲ τόπος ὁ πέριξ τὰ αἰδοῖα καὶ τὴν κύστιν τῶν τοιούτων ἀπολαύει διὰ τὴν γειτνίασιν, καὶ ὅτι πνευματικός ἐστιν· δηλοῖ δὲ ἡ συντονία τοῦ αἰδοίου.
性器和膀胱周围的区域因其邻近性以及多气的特点,会受到这类事物的波及,这可由性器的勃起(紧张)来证明。
δῆλον οὖν ὅτι ἀφικνεῖται τὸ περίττωμα εἰς τὴν κύστιν αὐτοῦ μάλιστα τῶν τοιούτων ἅμα τῷ πνεύματι, ὃ μιγνύμενον ποιεῖ τοῦ οὔρου τὴν ὀσμήν.
因此,显然这类事物的排泄物最主要与气体一同到达膀胱,气体相混合从而产生了尿液的气味。
§13.7Διὰ τί τὰ στόματα μηδὲν ἐδηδοκότων, ἀλλὰ νηστευσάντων ὄζει μᾶλλον (ὃ καλεῖται νηστείας ὄζει), φαγόντων δὲ οὔ, ὅτε ἔδει μᾶλλον;
为什么那些没有吃任何东西、而是处于断食状态的人,其口腔更显臭味(这被称为“断食之臭”),而吃了东西的人却不臭,明明在吃过东西后应该更臭?
ἢ ὅτι κενουμένης τῆς κοιλίας θερμότερος ὁ ἀὴρ γινόμενος διὰ τὴν ἀκινησίαν σήπει τὸ πνεῦμα καὶ τὰ φλεγματώδη περιττώματα;
是因为当腹部空虚时,由于静止,空气变得更热,从而使气息和粘液质的排泄物腐败了吗?
ὅτι δὲ θερμότερος γίνεται, σημεῖον ὅτι καὶ δίψαν ποιεῖ ἡ νηστεία μᾶλλον.
而空气变得更热的证据是,断食会引起更大的口渴。
φαγόντων δὲ διὰ τὸ ἐλάττων εἶναι ἡ ὀσμὴ τῆς τῶν σιτίων παύεται· κρατεῖ γὰρ τῆς θερμότητος ἡ τῶν σιτίων θερμότης, ὥστε μηθὲν πάσχειν.
而在吃过东西的人身上,由于那股臭味小于食物的臭味,所以它消失了;因为食物的热量克服了腹部的热量,使其不受到任何影响。
§13.8Διὰ τί ἡ μασχάλη δυσωδέστατος τῶν τόπων;
为什么腋窝是身体所有部位中最恶臭的?
πότερον ὅτι ἀπνούστατός ἐστιν;
是因为它是最不通风的地方吗?
ἔστι δὲ ἡ δυσωδία ἐν τοῖς τοιούτοις μάλιστα, διὰ τὸ σῆψιν γίνεσθαι ὑπὸ τῆς ἡσυχίας τῆς πιότητος·
恶臭尤其发生在这样的地方,因为静止使脂肪发生腐败。
ἢ διότι ἀκίνητος καὶ ἀγύμναστος.
或者是因为它没有被活动、没有得到锻炼吗?
§13.9Διὰ τί οἱ τοῦ γράσου ὄζοντες, ὅταν ἀλείφωνται μύρῳ, δυσωδέστεροι γίνονται;
为什么有狐臭的人涂抹香油后,反而变得更加恶臭?
ἢ διότι τοῦτο ἐπὶ πολλῶν γίνεται, οἷον ὀξὺ καὶ γλυκὺ συμμιχθὲν τὸ ὅλον γλυκύτερον ἐγένετο.
是因为这在许多事情上都会发生,就像酸和甜混合后,整体变得更加难闻(不愉快)一样?
εἶτα πάντες ἱδρώσαντες δυσωδέστεροί εἰσι, τὸ δὲ μύρον θερμαντικόν ἐστιν· ἱδρῶτας οὖν παρασκευάζει.
此外,所有人出汗时都会更加恶臭,而香油具有温热作用,因此它会催生汗液吗?
§13.10Διὰ τί τῶν ἐγκύρτων καὶ κυφοτέρων δυσοσμοτέρα καὶ βαρυτέρα ἡ ὀσμὴ τοῦ πνεύματος;
为什么那些身体前倾和驼背的人,其呼吸的气味更加难闻且沉重?
ἢ διότι συγκέκλεισται ὁ τόπος ὁ περὶ τὸν πνεύμονα καὶ ἀνέσπασται ἐκ τῆς εὐθυωρίας, ὥστε οὐκ εὔπνους, ἀλλὰ σήπεται ἡ ἱκμὰς καὶ τὸ πνεῦμα μᾶλλον εἴσω ἐγκατακλειόμενον;
是因为肺部周围的区域被封闭,偏离了直立的状态,以至于通气不良,反而使水分和气息更多地被禁锢在内部而腐败了吗?
§13.11Διὰ τί τὰ πολλὰ τῶν μύρων συνεξιδρῶσαι δυσώδη, ἔνια δὲ ἡδίω ἢ οὐ χείρω;
为什么大多数香油在随汗液一同流出时会变得恶臭,而有些却变得更香或不至于变差?
ἢ ὅσα μὲν τῇ κινήσει ἢ τρίψει μεταβάλλοντα, χείρω τοιαῦτα, ὅσα δὲ μή, τοὐναντίον;
是因为那些因运动或摩擦而发生变化的香油会变差,而那些不发生变化的则相反吗?
ἔστι δὲ ἔνια τοιαῦτα, ὥσπερ καὶ τῶν ἀνθῶν, ἐξ ὧν γίνονται αἱ εὐωδίαι, τὰ μὲν τριβόμενα ἢ θερμαινόμενα ἢ ξηραινόμενα φαῦλα, οἷον τὰ λευκόϊα, τὰ δὲ ὅμοια, οἷον τὰ ῥόδα.
实际上,在用来制造芬芳之物的花朵中,有些也是在揉搓、加热或干燥时会变差,比如白紫罗兰,而另一些则相反,比如玫瑰。
καὶ τῶν μύρων δὴ ὅσα ἐκ τοιούτων ἐστί, μεταβάλλει, τὰ δὲ οὔ· διὸ τὸ ῥόδινον ἥκιστα.
因此,在香油中,那些由这类花制成的香油就会发生变化,而其他的则不然;所以玫瑰香油最不易改变。
καὶ δυσώδη δὲ φαίνεται μᾶλλον ὅσων οἱ ἱδρῶτες δυσώδεις, καὶ διὰ τὸ μίγνυσθαι τῷ ἐναντίῳ, ὥσπερ τὸ μέλι μετὰ τοῦ ἁλὸς οὐ μᾶλλον γλυκύ, ἀλλ’ ἧττον.
而且,对于那些汗液本身就很恶臭的人来说,香油显得更加恶臭,这也是因为与相反之物混合的缘故,就像蜂蜜与盐混合并不会更甜,反而不那么甜一样。
§13.12Διὰ τί πάντα μᾶλλον ὄζει κινούμενα;
为什么所有的东西在活动时会更显气味?
ἢ διότι ἀναπίμπλησι τὸν ἀέρα;
是因为活动使气味充满了空气吗?
διαπέμπεται οὖν θᾶττον ἡ ὀσμὴ πρὸς τὴν αἴσθησιν.
因此,气味更迅速地被传送到了感官。