§11.29Διὰ τί οἱ χασμώμενοι ἧττον ἀκούουσιν;
なぜあくびをする人々は聞こえが悪くなるのか。
ἢ ὅτι τοῦ ἐξιόντος πνεύματος ἐν τῇ χάσμῃ πολὺ καὶ εἰς τὰ ὦτα χωρεῖ ἔσωθεν, ὥστε καὶ τῇ αἰσθήσει ἐπίδηλον εἶναι τὴν κίνησιν ἣν ποιεῖ περὶ τὴν ἀκοήν, μάλιστα δ’ ἐκ τῶν ὕπνων;
あるいは、あくびの最中に出る息の多くが内側から耳の方へも流れ込むため、それが聴覚の周囲に引き起こす運動が感覚的にも明白になるからだろうか(特に睡眠から目覚めたときに顕著である)。
ὁ δὲ ψόφος ἀὴρ ἢ πάθος ἀέρος ἐστίν.
そして音とは空気、あるいは空気の受動的状態である。
ἀντιπαίοντος οὖν τοῦ ἔσωθεν εἰσέρχεται ὁ ἔξωθεν ψόφος, καὶ ὑπὸ τῆς κινήσεως καὶ τοῦ ἔξωθεν ψόφου ἐκκρούεται ἡ κίνησις.
したがって、内側からの空気の押し返しがある状態で外からの音が入り込み、その運動によって、また外からの音によっても、その内側の運動が打ち消されるからだろうか。
§11.30Διὰ τί ἰσχνόφωνοι παῖδες ὄντες μᾶλλον ἢ ἄνδρες;
なぜ吃音は大人よりも子供であるときの方が多いのか。
ἢ ὥσπερ καὶ τῶν χειρῶν καὶ τῶν ποδῶν ἀεὶ ἧττον κρατοῦσι παῖδες ὄντες, καὶ ὅσοι ἐλάττους οὐ δύνανται βαδίζειν, ὁμοίως καὶ τῆς γλώττης οἱ νεώτεροι οὐ δύνανται;
あるいは、子供であるときには手や足の自由が常に利きにくく、より幼い子供たちが歩くことができないのと同様に、年若い者たちは舌を思い通りに動かすことができないからだろうか。
ἐὰν δὲ παντάπασι μικροὶ ὦσιν, οὐδὲ φθέγγεσθαι δύνανται ἀλλ’ ἢ ὥσπερ τὰ θηρία, διὰ τὸ μὴ κρατεῖν.
そして完全に幼いときには、自由が利かないために、野獣のようにしか声を発することができない。
εἴη δ’ ἂν οὐ μόνον ἐπὶ τοῦ ἰσχνοφώνου, ἀλλὰ καὶ τραυλοὶ καὶ ψελλοί.
このことは、吃音者だけでなく、舌足らずやつっかえにも当てはまるだろう。
ἡ μὲν οὖν τραυλότης τῷ γράμματός τινος μὴ κρατεῖν, καὶ τοῦτο οὐ τὸ τυχόν, ἡ δὲ ψελλότης τῷ ἐξαίρειν τι, ἢ γράμμα ἢ συλλαβήν, ἡ δὲ ἰσχνοφωνία ἀπὸ τοῦ μὴ δύνασθαι ταχὺ συνάψαι τὴν ἑτέραν συλλαβὴν πρὸς τὴν ἑτέραν.
さて、舌足らずとはある文字を思い通りに発音できないこと(しかもそれはありふれた文字ではない)であり、つっかえとは文字や音節を省いてしまうことであり、吃音とは次の音節に素早くつなげることができないことである。
ἅπαντα δὲ δι’ ἀδυναμίαν·
これらはすべて能力不足によるものである。
τῇ γὰρ διανοίᾳ οὐχ ὑπηρετεῖ ἡ γλῶττα.
なぜなら、舌が思考に従わないからである。
ταὐτὸ δὲ τοῦτο καὶ οἱ μεθύοντες πάσχουσι καὶ οἱ πρεσβῦται· ἧττον δὲ πάντα συμβαίνει.
これと全く同じことを、酔っ払いや老人も経験するが、彼らにおいてはすべてがより低い程度で起こるのである。
§11.31Διὰ τί ἡ φωνὴ τρέμει καὶ τῶν ἀγωνιώντων καὶ τῶν δεδιότων;
なぜ不安に駆られている人々や恐れている人々の声は震えるのか。
ἢ ὅτι σείεται ἡ καρδία τοῦ θερμοῦ ἐξιόντος;
あるいは、熱が外へ去ることで心臓が震えるからだろうか。
ἀμφοτεράκις δὲ πάσχουσι τοῦτο·
両方の場合において彼らはこの状態に陥る。
καὶ γὰρ τοῖς ἀγωνιῶσι συμβαίνει καὶ τοῖς φοβουμένοις.
実際、不安に駆られている者にも恐れている者にもこれが起こるからである。
σειομένης δὲ οὐ γίνεται μία ἡ πληγή, ἀλλὰ πλείους, ὥσπερ ἡ τῶν παρανενευρισμένων χορδῶν.
そして心臓が震えているときには、打撃は一回ではなく複数回になり、それはちょうど緩んだ弦の打撃のようになるからだろうか。
§11.32Διὰ τί οἱ μὲν ἀγωνιῶντες βαρὺ φθέγγονται, οἱ δὲ φοβούμενοι ὀξύ;
なぜ不安に駆られている人々は低い声で話し、恐れている人々は高い声で話すのか。
ἢ ὅτι τοῖς μὲν φοβουμένοις καταψύχεται ὁ τόπος ὁ περὶ τὴν καρδίαν, κάτω ὁρμῶντος τοῦ θερμοῦ, ὥστε ὀλίγον ἀέρα κινοῦσιν;
あるいは、恐れている人々においては、熱が下方へ突進するために心臓の周囲の領域が冷やされ、その結果、彼らが動かす空気が少なくなるからだろうか。
ἡ γὰρ ἰσχὺς ἐν τῷ θερμῷ·
力は熱の中にあるからである。
τοῖς δὲ ἄνω φέρεται τὸ θερμόν, ὥσπερ τοῖς αἰσχυνομένοις·
これに対して、不安に駆られている人々においては、恥じらっている人々のよう熱が上方へと運ばれる。
δι’ αἰσχύνην γὰρ καὶ ἀγωνιῶσιν.
恥じらいのために彼らは不安に駆られるからである。
τοῖς δὲ αἰσχυνομένοις ἄνω φέρεται πρὸς τὸ πρόσωπον·
そして、恥じらっている人々においては熱が上方、顔へと運ばれる。
σημεῖον δὲ ὅτι ἐξέρυθροι γίνονται μᾶλλον.
その証拠に彼らはより赤くなる。
συντήκει οὖν καὶ παχὺν ποιεῖ τὸν ἀέρα ᾧ φθέγγονται·
それゆえ、声を出すための空気が溶かされて濃くなり、そのような空気はゆっくりと押し出される。
ὁ δὲ τοιοῦτος βραδέως ὠθεῖται· τὸ δὲ βραδὺ ἐν φωνῇ βαρύ ἐστιν.
そして、声における遅さとは低いということだからだろうか。
§11.33Διὰ τί εὐηκοωτέρα ἡ νὺξ τῆς ἡμέρας ἐστίν;
なぜ夜は昼よりも音がよく聞こえるのか。
πότερον, ὥσπερ Ἀναξαγόρας φησί, διὰ τὸ τῆς μὲν ἡμέρας σίζειν καὶ ψοφεῖν τὸν ἀέρα θερμαινόμενον ὑπὸ τοῦ ἡλίου, τῆς δὲ νυκτὸς ἡσυχίαν ἔχειν ἅτε ἐκλελοιπότος τοῦ θερμοῦ, εἶναι δὲ μᾶλλον ἀκουστὸν μηθενὸς ὄντος ψόφου;
アナクサゴラスが言うように、昼は太陽によって温められた空気がシューシューと音を立てて騒がしいのに対して、夜は熱が去ったために静寂を保っており、他の音が何もないためにいっそう聞こえやすくなるからだろうか。
ἢ ὅτι διὰ τοῦ κενωτέρου μᾶλλον ἀκουστόν ἐστιν ἢ διὰ τοῦ πλήρους;
あるいは、満ちたものを通してよりも、より空虚なものを通しての方がよく聞こえるからだろうか。
ἔστι δὲ τῆς μὲν ἡμέρας ὁ ἀὴρ πυκνὸς ἅτε πεπληρωμένος ὑπὸ τοῦ φωτὸς καὶ τῶν ἀκτίνων, τῆς δὲ νυκτὸς ἀραιότερος διὰ τὸ ἀπεληλυθέναι ἐξ αὐτοῦ τὸ πῦρ καὶ τὰς ἀκτῖνας, σώματα ὄντα.
実際、昼の空気は光と光線によって満たされているために稠密であるが、夜の空気は、物体である火と光線がそこから去ったために希薄である。
ἢ ὅτι τῆς μὲν ἡμέρας τὰ σώματα πρὸς πολλὰ τὴν διάνοιαν ἕλκει·
あるいは、昼には様々な物体が思考を多くの方向へと惹きつけるため、聴覚に対して明瞭ではないからだろうか。
διὸ οὐκ εὐκρινές ἐστι πρὸς τὴν ἀκοήν. καὶ τῷ πράττειν ἡμᾶς πάντα μᾶλλον ἐν τῇ ἡμέρᾳ ἢ τῇ νυκτί, καὶ αὐτὰ περὶ τὰς πράξεις ἐστίν.
また、我々は夜よりも昼にすべてのことを行う傾向があり、感覚自体がそれらの行動に向けられている。
χωρισθεῖσα δὲ αἴσθησις διανοίας καθάπερ ἀναίσθητον πόνον ἔχει, ὥσπερ εἴρηται τὸ
νοῦς ὁρᾷ καὶ νοῦς ἀκούει.
そして、思考から切り離された感覚は、いわば感覚のない働きをなすのであり、それは「心が見、心が聞く」と言われている通りである。
νυκτὸς δὲ τῆς ὄψεως ἀργούσης καὶ τῆς διανοίας μᾶλλον ἠρεμούσης ὁ τῆς ἀκοῆς πόρος μᾶλλον ἀνεῳγμένος, καθάπερ τῆς ἡμέρας, δεκτικὸς μέν ἐστι τῶν ἤχων ὁμοίως, ἐξαγγελτικὸς δὲ μᾶλλον [ἢ] τῇ διανοίᾳ διὰ τὸ μήτε αὐτὴν ἐνεργεῖν, μήθ’ ὑπὸ τῆς ὄψεως παρενοχλεῖσθαι, καθάπερ καὶ τῆς ἡμέρας.
夜には視覚が働きを止め、思考がいっそう静まり返っているため、聴覚の通路は、昼と同様に音を受け入れる能力は同じであるものの、思考がいっそう活動しておらず、昼のように視覚に邪魔されることもないために、昼よりもむしろ思考へ伝達しやすいからだろうか。