§10.43Διὰ τί τῶν ζῴων οὐθὲν λιθιᾷ ἀλλ’ ἢ ἄνθρωπος;
なぜ動物の中で人間以外は結石にかからないのか。
ἢ ὅτι τῶν μὲν ὑποζυγίων καὶ τῶν πολυωνύχων οἱ πόροι τῆς κύστεως εὐρεῖς εἰσίν;
あるいは、荷役獣や多趾動物は、膀胱の管が広いからか。
ὅσα δὲ μὴ τὸ πρῶτον, ὕστερον δὲ ζῳοτοκεῖ ἐν αὐτοῖς, οἷον ἔνιοι τῶν ἰχθύων, τούτων δὲ οὐδὲν κύστιν ἔχει, ἀλλ’ εἰς τὴν κοιλίαν αὐτοῖς ἡ τοιαύτη συνθλίβεται ὑπόστασις, οἷον καὶ τοῖς ὄρνισιν, ὥστε ταχὺ καὶ διεξέρχεται κατὰ τὴν ἕδραν.
他方、最初は(胎生ではなく)後に自己の内で胎生するもの、例えばある種の魚類などは、これらは膀胱を持たず、そのような沈殿物は彼らの腹腔に圧搾され、鳥類と同じように、そのため肛門から速やかに排出されるからか。
ὁ δὲ ἄνθρωπος κύστιν τε ἔχει καὶ στενὸν τὸν καυλὸν ὡς κατὰ μέγεθος.
しかし人間は膀胱を持ち、その大きさに比して狭い尿道を持つ。
διὰ μὲν οὖν τὸ ἔχειν τοῦτο τὸ μόριον συνθλίβεται τὸ γεῶδες εἰς τὴν κύστιν (διὸ καὶ χρώζονται αἱ ἀμίδες ὑπ’ αὐτοῦ), διὰ δὲ τὴν θερμότητα τοῦ τόπου συμπέττεται καὶ παχύνεται μᾶλλον, ἐμμένει δὲ καὶ αὐξάνεται διὰ τὴν στενότητα τοῦ οὐρητῆρος·
したがって、この器官を持つために、土質の成分が膀胱に圧搾され(それゆえ尿瓶がそれによって着色される)、その場所の熱のためにそれはいっそう消化され濃縮され、尿道の狭さのために留まり、増大する。
οὐ γὰρ δυνάμενα τὰ γεώδη ὑποστήματα ῥᾳδίως ὑπεξιέναι, πρὸς ἄλληλα ὑποστρεφόμενα γίνεται λίθος.
なぜなら、土質の沈殿物は容易に排出され得ず、互いに集まり固まって石になるからである。
§10.44Διὰ τί οὐκ ἐρεύγεται τὰ ὑποζύγια, οὐδὲ οἱ βόες καὶ τὰ κερατοφόρα, οὐδὲ οἱ ὄρνιθες;
なぜ荷役獣や牛、角のある動物、鳥類はおくびをしないのか。
ἢ διὰ ξηρότητα τῆς κοιλίας;
あるいは胃の乾燥のためか。
ταχὺ γὰρ ἀναλίσκεται τὸ ὑγρὸν καὶ διηθεῖται·
なぜなら、水分は速やかに消費され濾過されるからである。
ἐμμένοντος δὲ καὶ πνευματουμένου γίνεται ὁ ἐρευγμός.
水分が留まり、ガス化するとおくびが生じる。
τοῖς δὲ λοφούροις διὰ μῆκος τοῦ αὐχένος εἰς τὸ κάτω ὁρμᾷ τὸ πνεῦμα, διὸ καὶ ἀποψοφοῦσι μάλιστα.
他方、ふさ毛のある尾を持つ動物においては、首の長さのために、気体は下方へと向かい、それゆえ彼らは極めて激しく放屁する。
οἱ ὄρνιθες δὲ καὶ τὰ κερατοφόρα οὐ ποιεῖ οὐδέτερον.
他方、鳥類や角のある動物は、どちらもしない。
οὐδὲ ἐρεύγονται δὲ ὅσα μηρυκάζει, διὰ τὸ πολλὰς ἔχειν κοιλίας καὶ τὸν καλούμενον κεκρύφαλον·
反芻する動物も、胃を多く持ち、いわゆる網胃を持つために、おくびをしない。
διὰ πολλῶν οὖν γίνεται καὶ ἄνω καὶ κάτω τῷ πνεύματι ἡ πορεία, καὶ φθάνει ἀναλισκόμενον τὸ ὑγρὸν πρὶν ἐμπνευματωθῆναι καὶ ποιῆσαι ἢ ἐρυγεῖν ἢ ψοφῆσαι.
それゆえ、気体の通路は多くを通り上へも下へも向かい、水分がガス化しておくびや放屁を起こす前に消費され尽くすからか。
§10.45Διὰ τί ὅσα μὲν ἥμερα τῶν ζῴων ἐστί, πάντως καὶ ἄγρια, ὅσα δὲ ἄγρια, οὐ πάντως ἥμερα;
なぜ家畜化された動物はすべて野生でもあるのに、野生の動物は必ずしも家畜化されないのか。
καὶ γὰρ ἄνθρωποί που φαίνονται ἄγριοι ὄντες καὶ κύνες ἐν Ἰνδοῖς καὶ ἵπποι καὶ ἄλλοθι, ἀλλ’ οὐ λέοντες ἥμεροι οὐδὲ παρδάλεις οὐδ’ ἔχεις οὐδ’ ἄλλα πολλά.
実際、人間もどこかで野生の者がおり、インドには犬が、他所には馬が野生でいるように見えるが、ライオンが家畜化されたり、ヒョウや蛇、その他多くのものが家畜化されたりはしないからである。
ἢ ὅτι ῥᾷον τὸ φαῦλον καὶ γενέσθαι ἔξ ἀρχῆς καὶ μεταβαλεῖν εἰς αὐτό;
あるいは、劣った状態の方が、最初から生まれるのも、それへと変化するのも容易だからか。
ἡ γὰρ φύσις οὐχ ἡ πρώτη, ἀλλ’ ἡ ἐν τέλει ἐργώδης τυχεῖν εὐθύς.
なぜなら本性とは、最初の状態ではなく、完成された状態であり、これに直接到達することは骨が折れるからである。
διὸ πάντα καὶ τὰ ἥμερα ἄγρια γίνονται τὸ πρῶτον μᾶλλον ἢ ἥμερα, οἷον παιδίον ἢ ἀνὴρ παμφάγον καὶ τῷ θυμῷ ζῶν·
それゆえ、すべてのものは、家畜化されたものでさえ、最初は家畜化されたものというよりはむしろ野生のものとなる。 例えば子供や野生的な男は、すべてを貪り食い、情念に従って生きる。
ἀλλὰ ἀσθενέστερα.
ただしより弱い。
ὥσπερ οὖν καὶ ἐπὶ τῶν ἔργων τῆς τέχνης, οὕτως ἔχει καὶ ἐπὶ τῶν τῆς φύσεως ἔργων.
したがって、技術の作品においてそうであるように、自然の作品においても同様である。
καὶ γὰρ ἐπὶ τούτων πάντ’ ἐστὶ φαύλως εἰργασμένα, καὶ πλείω τὰ φαῦλα, κλίνη καὶ ἱμάτιον καὶ ἄλλ’ ὁτιοῦν.
実際、技術作品においても、すべては粗悪に作られ、粗悪なもの、すなわちベッドや衣類やその他何でも、そちらの方が多い。
καὶ ὃ μέν ἐστι καλόν, λαβεῖν ἔστιν ἅπαν καὶ φαῦλον, ὃ δὲ φαῦλον οὐ πᾶν καὶ καλόν, οἷον εἴ τις ἐπὶ τῶν ἀρχαίων γραφέων καὶ ἀνδριαντοποιῶν ἐπισκοπεῖ τὰ ἔργα·
そして、優れたものであるならば、粗悪な状態のものもすべて手に入れることができるが、粗悪なものがすべて優れたものになるわけではない。
οὐ γὰρ ἦν πώποτε οὐδαμῇ γραφὴ σπουδαία οὐδὲ ἀνδριάς, φαῦλα δὲ ἦν.
例えば古代の画家や彫刻家の作品を観察すると、かつてどこにも優れた絵画や彫像はなく、粗悪なものばかりであった。
ὁμοίως δὲ καὶ ἡ φύσις φαῦλα μὲν πάντα ποιεῖ, καὶ πλείους καὶ πλείω, σπουδαῖα δ’ ἐλάττω, καὶ οὐ πάντα δύναται.
同様に自然も、粗悪なものはすべて作り、数も多く量も多いが、優れたものは少なく、すべてを優れたものにできるわけではない。
τὸ δὲ ἥμερον βέλτιον, τὸ δὲ ἄγριον φαῦλον.
そして、家畜化された状態はより良く、野生の状態は粗悪である。
φύσει δὲ οὐ τῇ ἐξ ἀρχῆς, ἀλλ’ ἐφ’ ἣν οἶμαι †, ῥᾷον ποιεῖ σπουδαῖα καὶ ἥμερα.
しかし、最初の本性によってではなく、私の考えるに[完成へ向かう]本性によって、優れたものや家畜化されたものをより容易に作る。
τὰ δὲ ἐναντία ἢ οὐδέποτε ἢ μόλις, καὶ ἔν τισι τόποις καὶ ἐν χρόνοις, ἢ ἀρτίου, ἢ ποτὲ ἔν τινι κράσει τοῦ ὅλου, γίνονται ἥμερα τὰ ζῷα πάντα.
他方、その逆は、決して起こらないか、辛うじて起こるだけで、ある場所やある時期、あるいは万物の混和が調っているときに、動物はすべて家畜化される。
τὸ δ’ αὐτὸ καὶ ἐπὶ τῶν φυτῶν πάντων ἐστίν·
そしてこれと同じことがすべての植物についても言える。
ὅσα μὲν γὰρ ἥμερα, καὶ ἄγρια, οὐ πάντα δὲ δύναται ἡμεροῦσθαι, ἀλλ’ ὅμως εἰσὶν ἐν ἰδίᾳ χώρᾳ πρὸς πολλὰ ἰδίως ἔχοντα, ὥστε ἠμελημένα καὶ ἄγρια κρείττω καὶ ἡμερώτερα φύεσθαι τῶν ἐν ἄλλῃ γεωργουμένων.
すなわち、栽培されたものは野生でもあるが、すべての野生のものが栽培され得るわけではない。 しかしながら、それらは独自の土地において多くのものに対して独特の性質を持っており、そのため放置されて野生化したものが、他の土地で栽培されたものよりも優れ、より栽培された性質をもって育つことがある。