§10.43Διὰ τί τῶν ζῴων οὐθὲν λιθιᾷ ἀλλ’ ἢ ἄνθρωπος;
为什么在动物中,除了人类以外,没有其他动物会患结石?
ἢ ὅτι τῶν μὲν ὑποζυγίων καὶ τῶν πολυωνύχων οἱ πόροι τῆς κύστεως εὐρεῖς εἰσίν;
是因为役畜和多趾动物的膀胱通道很宽吗?
ὅσα δὲ μὴ τὸ πρῶτον, ὕστερον δὲ ζῳοτοκεῖ ἐν αὐτοῖς, οἷον ἔνιοι τῶν ἰχθύων, τούτων δὲ οὐδὲν κύστιν ἔχει, ἀλλ’ εἰς τὴν κοιλίαν αὐτοῖς ἡ τοιαύτη συνθλίβεται ὑπόστασις, οἷον καὶ τοῖς ὄρνισιν, ὥστε ταχὺ καὶ διεξέρχεται κατὰ τὴν ἕδραν.
另一方面,那些起初不是胎生、而是在体内随后胎生的动物,例如某些鱼类,它们都没有膀胱,而是这种沉淀物被挤压到它们的腹腔中,就像鸟类一样,因而能迅速通过泄殖腔排出。
ὁ δὲ ἄνθρωπος κύστιν τε ἔχει καὶ στενὸν τὸν καυλὸν ὡς κατὰ μέγεθος.
而人类既有膀胱,又有与其体型相比显得狭窄的尿道。
διὰ μὲν οὖν τὸ ἔχειν τοῦτο τὸ μόριον συνθλίβεται τὸ γεῶδες εἰς τὴν κύστιν (διὸ καὶ χρώζονται αἱ ἀμίδες ὑπ’ αὐτοῦ), διὰ δὲ τὴν θερμότητα τοῦ τόπου συμπέττεται καὶ παχύνεται μᾶλλον, ἐμμένει δὲ καὶ αὐξάνεται διὰ τὴν στενότητα τοῦ οὐρητῆρος· οὐ γὰρ δυνάμενα τὰ γεώδη ὑποστήματα ῥᾳδίως ὑπεξιέναι, πρὸς ἄλληλα ὑποστρεφόμενα γίνεται λίθος.
由于人类拥有这一器官,泥土状的沉淀物被挤压到膀胱中(因此便壶会被它染色),并且由于该部位的温度,它被更多地煎熬和变稠,又因为尿道的狭窄而留存并增大;因为泥土状的沉淀物无法轻易排出,它们彼此聚集,便化为了结石。
§10.44Διὰ τί οὐκ ἐρεύγεται τὰ ὑποζύγια, οὐδὲ οἱ βόες καὶ τὰ κερατοφόρα, οὐδὲ οἱ ὄρνιθες;
为什么役畜、牛、有角动物和鸟类不会打嗝?
ἢ διὰ ξηρότητα τῆς κοιλίας;
是因为它们胃部的干燥吗?
ταχὺ γὰρ ἀναλίσκεται τὸ ὑγρὸν καὶ διηθεῖται· ἐμμένοντος δὲ καὶ πνευματουμένου γίνεται ὁ ἐρευγμός.
因为水分很快就被消耗和过滤掉了;而当水分留存并产生气体时,就会发生打嗝。
τοῖς δὲ λοφούροις διὰ μῆκος τοῦ αὐχένος εἰς τὸ κάτω ὁρμᾷ τὸ πνεῦμα, διὸ καὶ ἀποψοφοῦσι μάλιστα.
另一方面,在长有蓬松尾巴的动物中,由于脖子较长,气体向下涌,因此它们最常放屁。
οἱ ὄρνιθες δὲ καὶ τὰ κερατοφόρα οὐ ποιεῖ οὐδέτερον.
而鸟类和有角动物两者都不会发生。
οὐδὲ ἐρεύγονται δὲ ὅσα μηρυκάζει, διὰ τὸ πολλὰς ἔχειν κοιλίας καὶ τὸν καλούμενον κεκρύφαλον· διὰ πολλῶν οὖν γίνεται καὶ ἄνω καὶ κάτω τῷ πνεύματι ἡ πορεία, καὶ φθάνει ἀναλισκόμενον τὸ ὑγρὸν πρὶν ἐμπνευματωθῆναι καὶ ποιῆσαι ἢ ἐρυγεῖν ἢ ψοφῆσαι.
那些反刍的动物也不会打嗝,因为它们有多个胃和所谓的网胃;因此,气体的通道通过许多通道向上和向下流动,水分在产生气体并引起打嗝或放屁之前就被消耗殆尽了。
§10.45Διὰ τί ὅσα μὲν ἥμερα τῶν ζῴων ἐστί, πάντως καὶ ἄγρια, ὅσα δὲ ἄγρια, οὐ πάντως ἥμερα;
为什么所有温顺的动物也都是野生的,但野生的动物却不一定能被驯化?
καὶ γὰρ ἄνθρωποί που φαίνονται ἄγριοι ὄντες καὶ κύνες ἐν Ἰνδοῖς καὶ ἵπποι καὶ ἄλλοθι, ἀλλ’ οὐ λέοντες ἥμεροι οὐδὲ παρδάλεις οὐδ’ ἔχεις οὐδ’ ἄλλα πολλά.
因为确实在某些地方可以看到野蛮的人,印度的野狗,以及其他地方的野马,但狮子、豹子、蛇以及许多其他动物却不能被驯化。
ἢ ὅτι ῥᾷον τὸ φαῦλον καὶ γενέσθαι ἔξ ἀρχῆς καὶ μεταβαλεῖν εἰς αὐτό;
是因为粗劣的状态不仅最初更容易产生,而且也更容易向其转变吗?
ἡ γὰρ φύσις οὐχ ἡ πρώτη, ἀλλ’ ἡ ἐν τέλει ἐργώδης τυχεῖν εὐθύς.
因为本性不是最初的状态,而是最终的状态,而立即达到最终状态是极其费力的。
διὸ πάντα καὶ τὰ ἥμερα ἄγρια γίνονται τὸ πρῶτον μᾶλλον ἢ ἥμερα, οἷον παιδίον ἢ ἀνὴρ παμφάγον καὶ τῷ θυμῷ ζῶν· ἀλλὰ ἀσθενέστερα.
因此,所有事物,即使是温顺的,起初也更容易是野生的,而不是温顺的,例如小孩子或放纵食欲、凭冲动生活的男人;只是他们更弱一些。
ὥσπερ οὖν καὶ ἐπὶ τῶν ἔργων τῆς τέχνης, οὕτως ἔχει καὶ ἐπὶ τῶν τῆς φύσεως ἔργων.
因此,正如在艺术作品中一样,在自然作品中也是如此。
καὶ γὰρ ἐπὶ τούτων πάντ’ ἐστὶ φαύλως εἰργασμένα, καὶ πλείω τὰ φαῦλα, κλίνη καὶ ἱμάτιον καὶ ἄλλ’ ὁτιοῦν.
因为在这些作品中,起初一切都是粗制滥造的,而且粗劣的东西,如床、衣服或其他任何东西,也更多。
καὶ ὃ μέν ἐστι καλόν, λαβεῖν ἔστιν ἅπαν καὶ φαῦλον, ὃ δὲ φαῦλον οὐ πᾶν καὶ καλόν, οἷον εἴ τις ἐπὶ τῶν ἀρχαίων γραφέων καὶ ἀνδριαντοποιῶν ἐπισκοπεῖ τὰ ἔργα· οὐ γὰρ ἦν πώποτε οὐδαμῇ γραφὴ σπουδαία οὐδὲ ἀνδριάς, φαῦλα δὲ ἦν.
只要一件东西是好的,就完全可能得到它所有粗劣的状态,但粗劣的东西并不能都变成好的,这就像我们如果观察古代画家和雕塑家的作品一样;因为在那个时候,任何地方都没有精美的画作或雕像,而都是粗劣的。
ὁμοίως δὲ καὶ ἡ φύσις φαῦλα μὲν πάντα ποιεῖ, καὶ πλείους καὶ πλείω, σπουδαῖα δ’ ἐλάττω, καὶ οὐ πάντα δύναται.
同样,自然起初也把一切都做得粗劣,无论在数量上还是规模上都更多,而优秀的东西则较少,自然无法将一切都做得优秀。
τὸ δὲ ἥμερον βέλτιον, τὸ δὲ ἄγριον φαῦλον.
温顺的状态是更好的,而野生的状态是粗劣的。
φύσει δὲ οὐ τῇ ἐξ ἀρχῆς, ἀλλ’ ἐφ’ ἣν οἶμαι †, ῥᾷον ποιεῖ σπουδαῖα καὶ ἥμερα.
然而,并不是通过最初的本性,而是通过我所认为的那种[趋向完成的]本性,自然才更容易制造出优秀的和温顺的事物。
τὰ δὲ ἐναντία ἢ οὐδέποτε ἢ μόλις, καὶ ἔν τισι τόποις καὶ ἐν χρόνοις, ἢ ἀρτίου, ἢ ποτὲ ἔν τινι κράσει τοῦ ὅλου, γίνονται ἥμερα τὰ ζῷα πάντα.
相反的情况要么从未发生,要么极难发生,只有在某些特定的地点和时间,或者在最近,或者在整个宇宙的某种特定调和下,所有的动物才会被驯化。
τὸ δ’ αὐτὸ καὶ ἐπὶ τῶν φυτῶν πάντων ἐστίν· ὅσα μὲν γὰρ ἥμερα, καὶ ἄγρια, οὐ πάντα δὲ δύναται ἡμεροῦσθαι, ἀλλ’ ὅμως εἰσὶν ἐν ἰδίᾳ χώρᾳ πρὸς πολλὰ ἰδίως ἔχοντα, ὥστε ἠμελημένα καὶ ἄγρια κρείττω καὶ ἡμερώτερα φύεσθαι τῶν ἐν ἄλλῃ γεωργουμένων.
同样的情况也适用于所有的植物;因为凡是经过栽培的植物也都是野生的,但并非所有野生的植物都能被栽培,然而,它们在自己适宜的土地上对许多事物有着独特的关联,以至于被忽视而呈野生状态生长的植物,甚至比在其他土地上耕作的植物生长得更好、更具栽培特征。