§10.10Διὰ τί τοῖς ἄλλοις ζῴοις τὰ ἔκγονα μᾶλλον τὰς φύσεις ὁμοιοῦται ἢ τοῖς ἀνθρώποις;
Διὰ τί なぜ他の動物においては、子は人間に比べて、その生まれつきの性質が親により似るのか。
ἢ ὅτι ὁ μὲν ἄνθρωπος πολλαχῶς διατίθεται τὴν ψυχὴν κατὰ τὴν ὁμιλίαν, καθὼς δ’ ἂν ὅτε πατὴρ καὶ ἡ μήτηρ διατεθῶσιν, οὕτω ποικίλλεται καὶ τὰ τικτόμενα.
あるいは、人間は交わりの際に魂が多様な状態になるのに対し、父親と母親がその時にいかなる状態にあったかに応じて、生まれる子も多様に変化するからか。
τὰ δὲ ἄλλα ζῷα τὰ μὲν πλεῖστα πρὸς αὐτὸ τοῦτό εἰσιν.
他方、他の動物はそのほとんどが、このこと自体にのみ向かっているからか。
ἔτι δὲ οὐ πληροῦται ὡς ἐπὶ τὸ πολὺ διὰ ταύτην τὴν ἐπιθυμίαν.
さらに、それらは一般に、この[交尾への]欲望によって[他の雑念で心が]満たされることがないからか。
§10.11Διὰ τί οἱ λευκοὶ ἄνθρωποι καὶ ἵπποι ὡς ἐπὶ τὸ πολὺ γλαυκοί;
Διὰ τί なぜ白い肌の人や白い毛の馬は、たいてい青い目をしているのか。
ἢ διότι τριῶν χρωμάτων ὄντων τοῖς ὄμμασιν, μέλανος καὶ αἰγωποῦ καὶ γλαυκοῦ, τῷ τοῦ σώματος χρώματι καὶ τὸ τοῦ ὀφθαλμοῦ χρῶμα ἀκολουθεῖ, τοῦτο δέ ἐστι γλαυκότης.
あるいは、目の色には黒、山羊色、青の三つがあるが、体の色に目の色も連動するからであり、これが青色だからか。
§10.12Διὰ τίνα αἰτίαν οἱ νάνοι γίνονται;
Διὰ τίνα αἰτίαν いかなる原因で小人が生じるのか。
ἔτι δὲ μᾶλλον καθόλου, διὰ τί τὰ μὲν ὅλως μεγάλα, τὰ δὲ μικρά;
さらにそれよりも、より一般的に、なぜあるものは全体として大きく、あるものは小さいのか。
εἶτα οὕτω σκεπτέον.
次にこのように考察せねばならない。
δύο δὴ τὰ αἴτια· ἢ γὰρ ὁ τόπος ἢ ἡ τροφή.
原因は実に二つあり、場所か食物である。
ὁ μὲν οὖν τόπος, ἐὰν ᾖ στενός, ἡ δὲ τροφή, ἐὰν ὀλίγη, ὥσπερ καὶ ἤδη γεγενημένων πειρῶνται μικροποιεῖν, οἷον οἱ τὰ κυνίδια τρέφοντες ἐν τοῖς ὀρτυγοτροφείοις.
すなわち、場所が狭い場合、あるいは食物が少ない場合であり、ちょうど、すでに生まれているものを小さくしようと試みる人々、例えばウズラ用の飼育箱の中で小犬を育てる人々のように。
ὅσοις μὲν οὖν ὁ τόπος αἴτιος, οὗτοι πυγμαῖοι γίνονται.
それゆえ、場所が原因であるものたちは、矮小(ピュグマイオス)になる。
τὰ μὲν γὰρ πλάτη καὶ [τὰ] μήκη ἔχοντες γίνονται κατὰ τὸ τῶν τεκόντων μέγεθος, μικροὶ δὲ ὅλως.
というのも、彼らは横幅や長さは親の大きさに応じたものを持って生まれるが、全体としては小さいからである。
τούτου δὲ αἴτιον, ὅτι διὰ τὴν στενότητα τοῦ τόπου συγκλώμεναι αἱ εὐθεῖαι καμπύλαι γίνονται.
この原因は、場所の狭さのために、直線の部分が押し曲げられて曲線になるからである。
ὥσπερ οὖν οἱ ἐπὶ τῶν καπηλείων γραφόμενοι μικροὶ μέν εἰσι, φαίνονται δ’ ἔχοντες πλάτη καὶ βάθη, ὁμοίως συμβαίνει καὶ τοῖς πυγμαίοις.
したがって、居酒屋の看板に描かれた人物が、実際には小さいにもかかわらず、幅や奥行きを持っているように見えるように、これと同様のことが矮小な人々にも起こるのである。
ὅσοι δὲ διὰ τροφῆς ἔνδειαν ἀτελεῖς γίνονται, οὗτοι καὶ παιδαριώδη τὰ μέλη ἔχοντες φαίνονται.
他方、食物の不足によって不完全なままになる者たちは、手足も子供っぽい(発育不全の)ままであるように見える。
καὶ ἐνίους ἰδεῖν ἔστι μικροὺς μὲν σφόδρα, συμμέτρους δέ, ὥσπερ τὰ Μελιταῖα κυνίδια.
また、非常に小さいながらも釣合いが取れている者たちを時に見ることがある、例えばメリタの小犬のように。
αἴτιον δὲ ὅτι οὐχ ὡς ὁ τόπος ἡ φύσις ποιεῖ.
その原因は、自然の働きは場所のように(無理に曲げて)形成するわけではないからである。
§10.13Διὰ τί τῶν ζῴων τὰ μὲν ἐξ ἀλλήλων γίνεται, τὰ δὲ ἔκ τινων συγκρινομένων ὁμοίως τῆς ἐξ ἀρχῆς γενέσεως αὐτοῖς ὑπαρξάσης;
Διὰ τί なぜ動物の中には、互いから生まれるものもあれば、何か合成されたものから生まれるものもあるのか、それらの最初期の発生が同様に存在していたにもかかわらず。
καθάπερ οἱ περὶ φύσεως λέγοντες λέγουσιν καὶ τὴν ἐξ ἀρχῆς γένεσιν τῶν ζῴων γενέσθαι, διὰ τὰς μεταβολὰς καὶ μετακινήσεις τοῦ κόσμου καὶ τοῦ παντὸς οὕτω μεγάλας·
ちょうど自然について語る人々が、動物の最初期の発生もそのように起こったと主張するように、宇宙および万物のそのように巨大な変化と運行変化によって。
καὶ νῦν εἴπερ μέλλει πάλιν ἔσεσθαι, τοιαύτας τινὰς ὑπάρξαι δεῖ κινήσεις;
そして今、もし再び[最初期の発生が]起こるはずであるなら、そのような何らかの運行が存在せねばならないのか。
ἡ μὲν γὰρ ἀρχὴ παντὸς ἔργου μέγιστον· ἥμισυ γάρ. τὸ δὲ σπέρμα ἀρχή.
というのも、あらゆる営みの始まりは最大のものであり(「始まりは全体の半分」だから)、そして種(胚芽)が始まりだからである。
τῶν μὲν οὖν μικρῶν ὅσα γίνεται μὴ ἐξ ἀλλήλων, αἴτιον τοιαῦτα γενέσθαι ὥσπερ ἐξ ἀρχῆς ἐγεννήθησαν ἡ τοῦ σπέρματος μικρότης·
それゆえ、互いからではなく生じる小さな動物において、最初期に生まれたのと同じように生まれる原因は、種が小さいことである。
τοῦ γὰρ ἐλάττονος καὶ ἡ ἀρχὴ ἐλάττων.
なぜなら、より小さいものの始まりは、より小さいからである。
ὥστε ἱκαναὶ καὶ αἱ τούτου μεταβολαὶ πρὸς τὸ γεννῆσαι αὐτῷ τὸ σπέρμα, ὅπερ συμβαίνει·
したがって、これが自身のために種を生み出すには、そこでの変化だけで十分であり、それは実際に起こることである。
γίνονται γὰρ ἐν ταῖς μεταβολαῖς μάλιστα.
というのも、それらはとりわけ変化の中で生まれるからである。
τοῖς δὲ μείζοσι μείζονος δεῖ καὶ μεταβολῆς.
しかし、より大きなものには、より大きな変化が必要なのである。
§10.14Διὰ τί τὰ μὲν πολύτεκνα τῶν ζῴων, οἷον ὗς, κύων, λαγώς, τὰ δὲ οὔ, οἷον ἄνθρωπος, λέων;
Διὰ τί なぜ、豚、犬、野ウサギのように多産な動物がある一方で、人間やライオンのようにそうでないものがあるのか。
ἢ ὅτι τὰ μὲν πολλὰς μήτρας καὶ τύπους ἔχει, ἅς καὶ πίμπλασθαι ἐπιθυμεῖ καὶ εἰς ἃ σχίζεται ἡ γονή, τὰ δὲ τοὐναντίον.
あるいは、前者は多くの胎や鋳型(受容凹部)を持っており、それらが満たされることを欲求し、そこに精液が分割されて入るからであり、後者はその反対だからか。
§10.15Διὰ τί ἐλάχιστον διάστημα τῶν ὀμμάτων ὁ ἄνθρωπος ἔχει τῶν ζῴων κατὰ μέγεθος;
Διὰ τί なぜ人間は、動物の中で体の大きさに比して両目の間隔が最も狭いのか。
ἢ διότι μάλιστα κατὰ φύσιν ἔχει τῶν ἄλλων, ἡ δὲ αἴσθησις φύσει τὸ ἔμπροσθεν·
あるいは、人間は他の動物に比べて最も自然な状態にあり、感覚は本性上、前方に向かうものだからか。
ἐφ’ ὃ γὰρ ἡ κίνησις, τοῦτο δεῖ προορᾶν.
というのも、運動が向かう方向を、あらかじめ見通さねばならないからである。
ὅσῳ δ’ ἂν ᾖ πλεῖον τὸ διάστημα τῶν ὀμμάτων, τοσούτῳ μᾶλλον αἱ ὄψεις ἔσονται ἐν τῷ πλαγίῳ.
両目の間隔が広ければ広いほど、それだけ視線は横の方に向くことになる。
εἰ οὖν ἔχειν δεῖ κατὰ φύσιν, ὅτι ὀλίγιστον δεῖ τὸ διάστημα εἶναι·
したがって、もし自然な状態でなければならないなら、間隔は最小限でなければならない。
οὕτω γὰρ εἰς τὸ πρόσθεν μάλιστα πορεύσεται.
そうすれば、視線は最も前方に向けられるからである。
ἔτι δὲ τοῖς ἄλλοις ζῴοις, ἐπεὶ χεῖρας οὐκ ἔχουσιν, ἀναγκαῖον παρορᾶν εἰς τὰ πλάγια.
さらに、他の動物においては、手を持たないため、横の方を窺い見る必要があるからか。
διὸ πλεῖον διέστηκεν τὰ ὄμματα αὐτῶν, καὶ μάλιστα τῶν προβάτων, διὰ τὸ μάλιστα ποιεῖσθαι τὴν πορείαν κύπτοντα.
それゆえ、それらの目はより広く離れており、とりわけ羊においては、うつむいて歩くことが最も多いからである。