Humanitext Reader

亚里士多德 · 问题集 §10.10-10.15

后代肖亲性与体色及体格差异的原因

第 45 段,共 148 段 · 希腊语

内容简介

本章节从探讨为何人类后代较其他动物更不易像父母开始,进而解释了白色皮肤或毛发的生物多具蓝色眼睛的原因、侏儒症(矮小化)产生的位置与营养因素、无性自生与有性繁殖的机制、多产与少产动物的子宫解剖学差异,以及人类及其他动物因其生理结构(如无手或需低头行走)所决定的双眼间距和视线方向。

§10.10Διὰ τί τοῖς ἄλλοις ζῴοις τὰ ἔκγονα μᾶλλον τὰς φύσεις ὁμοιοῦται ἢ τοῖς ἀνθρώποις;
Διὰ τί 为什么其他动物的后代在天性上比人类的后代更像它们的父母?
ἢ ὅτι ὁ μὲν ἄνθρωπος πολλαχῶς διατίθεται τὴν ψυχὴν κατὰ τὴν ὁμιλίαν, καθὼς δ’ ἂν ὅτε πατὴρ καὶ ἡ μήτηρ διατεθῶσιν, οὕτω ποικίλλεται καὶ τὰ τικτόμενα. τὰ δὲ ἄλλα ζῷα τὰ μὲν πλεῖστα πρὸς αὐτὸ τοῦτό εἰσιν.
是因为人类在交合时灵魂处于多种多样的状态,而根据父母当时的心境,所生的后代也随之发生多样变化;而其他动物的大多数则唯独专注于这件事情本身?
ἔτι δὲ οὐ πληροῦται ὡς ἐπὶ τὸ πολὺ διὰ ταύτην τὴν ἐπιθυμίαν.
此外,是因为它们通常不会因这种欲望而充满其他杂念吗?
§10.11Διὰ τί οἱ λευκοὶ ἄνθρωποι καὶ ἵπποι ὡς ἐπὶ τὸ πολὺ γλαυκοί;
Διὰ τί 为什么白皮肤的人和白毛的马大多是蓝眼睛?
ἢ διότι τριῶν χρωμάτων ὄντων τοῖς ὄμμασιν, μέλανος καὶ αἰγωποῦ καὶ γλαυκοῦ, τῷ τοῦ σώματος χρώματι καὶ τὸ τοῦ ὀφθαλμοῦ χρῶμα ἀκολουθεῖ, τοῦτο δέ ἐστι γλαυκότης.
是因为在眼睛的三种颜色(黑色、山羊色和蓝色)中,眼睛的颜色也伴随着身体的颜色,而这种对应的颜色正是蓝色吗?
§10.12Διὰ τίνα αἰτίαν οἱ νάνοι γίνονται;
Διὰ τίνα αἰτίαν 矮人是因为什么原因产生的?
ἔτι δὲ μᾶλλον καθόλου, διὰ τί τὰ μὲν ὅλως μεγάλα, τὰ δὲ μικρά;
更普遍地,为什么有些东西整体上很大,而有些很小?
εἶτα οὕτω σκεπτέον.
接下来必须这样考察。
δύο δὴ τὰ αἴτια· ἢ γὰρ ὁ τόπος ἢ ἡ τροφή.
原因确实有两个:要么是空间,要么是食物。
ὁ μὲν οὖν τόπος, ἐὰν ᾖ στενός, ἡ δὲ τροφή, ἐὰν ὀλίγη, ὥσπερ καὶ ἤδη γεγενημένων πειρῶνται μικροποιεῖν, οἷον οἱ τὰ κυνίδια τρέφοντες ἐν τοῖς ὀρτυγοτροφείοις.
因此,如果空间狭窄,或者食物稀少,就会如此,就像人们试图使已经出生的动物变小一样,例如在鹌鹑笼里养小狗的人。
ὅσοις μὲν οὖν ὁ τόπος αἴτιος, οὗτοι πυγμαῖοι γίνονται.
所以,凡是以空间为原因的,都会变成侏儒。
τὰ μὲν γὰρ πλάτη καὶ [τὰ] μήκη ἔχοντες γίνονται κατὰ τὸ τῶν τεκόντων μέγεθος, μικροὶ δὲ ὅλως.
因为他们出生时的宽度和长度是根据父母的大小而定的,但整体上却很小。
τούτου δὲ αἴτιον, ὅτι διὰ τὴν στενότητα τοῦ τόπου συγκλώμεναι αἱ εὐθεῖαι καμπύλαι γίνονται.
其原因在于,由于空间的狭窄,直线的部位被折弯而变成了曲线。
ὥσπερ οὖν οἱ ἐπὶ τῶν καπηλείων γραφόμενοι μικροὶ μέν εἰσι, φαίνονται δ’ ἔχοντες πλάτη καὶ βάθη, ὁμοίως συμβαίνει καὶ τοῖς πυγμαίοις.
因此,正如在小酒馆的看板上画的人物虽然很小,却显得有宽度和深度一样,同样的事情也发生在侏儒身上。
ὅσοι δὲ διὰ τροφῆς ἔνδειαν ἀτελεῖς γίνονται, οὗτοι καὶ παιδαριώδη τὰ μέλη ἔχοντες φαίνονται.
而那些由于缺乏食物而发育不全的人,其四肢也显得像孩童一般。
καὶ ἐνίους ἰδεῖν ἔστι μικροὺς μὲν σφόδρα, συμμέτρους δέ, ὥσπερ τὰ Μελιταῖα κυνίδια.
有时也可以看到一些非常小但比例匀称的人,就像美利坚小狗(马尔济斯犬)一样。
αἴτιον δὲ ὅτι οὐχ ὡς ὁ τόπος ἡ φύσις ποιεῖ.
其原因在于,自然并不像空间那样(通过物理挤压)来进行创造。
§10.13Διὰ τί τῶν ζῴων τὰ μὲν ἐξ ἀλλήλων γίνεται, τὰ δὲ ἔκ τινων συγκρινομένων ὁμοίως τῆς ἐξ ἀρχῆς γενέσεως αὐτοῖς ὑπαρξάσης;
Διὰ τί 为什么在动物中,有些是由彼此产生的,而另一些则是从某些合成物中产生的,尽管最初的产生对它们来说是同样存在的?
καθάπερ οἱ περὶ φύσεως λέγοντες λέγουσιν καὶ τὴν ἐξ ἀρχῆς γένεσιν τῶν ζῴων γενέσθαι, διὰ τὰς μεταβολὰς καὶ μετακινήσεις τοῦ κόσμου καὶ τοῦ παντὸς οὕτω μεγάλας· καὶ νῦν εἴπερ μέλλει πάλιν ἔσεσθαι, τοιαύτας τινὰς ὑπάρξαι δεῖ κινήσεις;
正如那些探讨自然的人所说,动物最初的产生也是通过宇宙和万物的如此巨大的变化和运行而发生的;现在如果还要再次发生,是否也必须存在某些此类运行?
ἡ μὲν γὰρ ἀρχὴ παντὸς ἔργου μέγιστον· ἥμισυ γάρ. τὸ δὲ σπέρμα ἀρχή.
因为任何事业的开始都是最大的部分,因为它是半壁江山;而种子就是开始。
τῶν μὲν οὖν μικρῶν ὅσα γίνεται μὴ ἐξ ἀλλήλων, αἴτιον τοιαῦτα γενέσθαι ὥσπερ ἐξ ἀρχῆς ἐγεννήθησαν ἡ τοῦ σπέρματος μικρότης· τοῦ γὰρ ἐλάττονος καὶ ἡ ἀρχὴ ἐλάττων.
因此,在那些不是由彼此产生的微小动物中,它们像最初那样产生的原因在于种子的微小;因为较小事物的开始也较小。
ὥστε ἱκαναὶ καὶ αἱ τούτου μεταβολαὶ πρὸς τὸ γεννῆσαι αὐτῷ τὸ σπέρμα, ὅπερ συμβαίνει· γίνονται γὰρ ἐν ταῖς μεταβολαῖς μάλιστα.
所以,它自身的这些变化就足以让它产生种子,而这确实发生了;因为它们尤其是在变化中产生的。
τοῖς δὲ μείζοσι μείζονος δεῖ καὶ μεταβολῆς.
但对于较大的事物,则需要更大的变化。
§10.14Διὰ τί τὰ μὲν πολύτεκνα τῶν ζῴων, οἷον ὗς, κύων, λαγώς, τὰ δὲ οὔ, οἷον ἄνθρωπος, λέων;
Διὰ τί 为什么有些动物多产,例如猪、狗、野兔,而另一些则不然,例如人类和狮子?
ἢ ὅτι τὰ μὲν πολλὰς μήτρας καὶ τύπους ἔχει, ἅς καὶ πίμπλασθαι ἐπιθυμεῖ καὶ εἰς ἃ σχίζεται ἡ γονή, τὰ δὲ τοὐναντίον.
是因为前者有许多子宫腔和铸型(凹部),它们渴望被填满,且精液在其中被分割,而后者则相反吗?
§10.15Διὰ τί ἐλάχιστον διάστημα τῶν ὀμμάτων ὁ ἄνθρωπος ἔχει τῶν ζῴων κατὰ μέγεθος;
Διὰ τί 为什么人类两眼之间的距离在动物中按比例是最小的?
ἢ διότι μάλιστα κατὰ φύσιν ἔχει τῶν ἄλλων, ἡ δὲ αἴσθησις φύσει τὸ ἔμπροσθεν·
是因为人类比其他动物最处于自然状态,而感觉在天性上是朝向正前方的吗?
ἐφ’ ὃ γὰρ ἡ κίνησις, τοῦτο δεῖ προορᾶν.
因为必须预先看清运动所指向的方向。
ὅσῳ δ’ ἂν ᾖ πλεῖον τὸ διάστημα τῶν ὀμμάτων, τοσούτῳ μᾶλλον αἱ ὄψεις ἔσονται ἐν τῷ πλαγίῳ.
两眼之间的距离越宽,视线就越偏向侧面。
εἰ οὖν ἔχειν δεῖ κατὰ φύσιν, ὅτι ὀλίγιστον δεῖ τὸ διάστημα εἶναι· οὕτω γὰρ εἰς τὸ πρόσθεν μάλιστα πορεύσεται.
因此,如果要处于自然状态,两眼之间的距离必须最小;因为这样视线才会最朝向前方。
ἔτι δὲ τοῖς ἄλλοις ζῴοις, ἐπεὶ χεῖρας οὐκ ἔχουσιν, ἀναγκαῖον παρορᾶν εἰς τὰ πλάγια.
此外,是否因为其他动物没有手,所以有必要向侧面窥视?
διὸ πλεῖον διέστηκεν τὰ ὄμματα αὐτῶν, καὶ μάλιστα τῶν προβάτων, διὰ τὸ μάλιστα ποιεῖσθαι τὴν πορείαν κύπτοντα.
因此,它们的眼睛分得更开,尤其是绵羊,因为它们大多是低着头行进的。

词汇与语法注释

  1. §10.10πολλαχῶς διατίθεται τὴν ψυχὴν — "τὴν ψυχὴν" 是关系宾格(或中动/被动动词的直接宾格),意为“在灵魂方面处于多种状态”,指人类在交合(ὁμιλίαν)过程中精神和情感状态的多样性。
  2. §10.12οἱ ἐπὶ τῶν καπηλείων γραφόμενοι — 这里的 "γραφόμενοι" 意为“被画出的人”。它指的是小酒馆或店铺中画作的视觉错觉(可能使用了透视法或阴影),尽管画面在狭窄平坦的表面上实际上很小,但看起来却具有宽度和深度,以此作为侏儒身体比例的隐喻。
  3. §10.13τῆς ἐξ ἀρχῆς γενέσεως αὐτοῖς ὑπαρξάσης — 这是一个属格独立结构,表示让步(“尽管最初的产生同样存在于他们”)。它与随后自然哲学家的宇宙学解释相结合,表明最初的产生过程在相似的条件下仍能发挥作用。
  4. §10.15ὅτι ὀλίγιστον δεῖ τὸ διάστημα εἶναι — 连词 "ὅτι" 引导了紧接在前文条件从句 "εἰ οὖν ἔχειν δεῖ κατὰ φύσιν"(因此,如果要处于自然状态)之后的结论,陈述了逻辑上的结论:“两眼之间的距离必须最小”。

引用这一段

亚里士多德, 问题集 §10.10-10.15. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg036.humanitext-grc1:10.10-10.15

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。