§1.41Διὰ τί δὲ τὰ μὲν τὴν ἄνω κοιλίαν, τὰ δὲ τὴν κάτω κινεῖ, οἷον ἑλλέβορος μὲν τὴν ἄνω, σκαμμωνία δὲ τὴν κάτω, τὰ δὲ ἄμφω, οἷον ἐλατήριον καὶ τῆς θαψίας ὁ ὀπός;
なぜ、ある薬は上の腹を動かし、他の薬は下の腹を動かすのか。 たとえば、ヘレボロスは上の腹を、スカンモーニアは下の腹を動かし、またある薬は両方を動かすのか。 たとえば、エラテリオンやタプシアの汁のように。
ἢ ὅτι τὰ μέν ἐστι θερμά, τὰ δὲ ψυχρὰ τῶν φαρμάκων τῶν τὴν κοιλίαν κινούντων, ὥστε τὰ μὲν διὰ τὴν θερμότητα εὐθὺς ἐν τῇ ἄνω κοιλίᾳ ὄντα φέρεται ἐξ αὐτῆς πρὸς τὸν ἄνω τόπον, κἀκεῖθεν συντήξαντα μάλιστα μὲν τὰ ἀλλοτριώτατα καὶ ἥκιστα συμπεφυκότα, ἂν δὲ ἰσχυρὸν ᾖ τὸ φάρμακον ἢ πλέον δοθῇ τῆς φύσεως, κατάγει εἰς τὴν ἄνω κοιλίαν ταῦτά τε καὶ ἐάν τι περίττωμα ᾖ, καὶ διὰ τὴν θερμότητα ταράττον τὸ πνεῦμα πολὺ γινόμενον ὑπ’ αὐτοῦ, προσιστὰν τοὺς ἐμέτους ποιεῖ.
それとも、腹を動かす薬のうち、あるものは温かく、他のものは冷たいからか。 それゆえ、温かい薬はその温かさのために、上の腹にあると直ちに、そこから上の場所へと運ばれ、そこから、最も異質なものや最も癒着していないものを溶解させ、もし薬が強力であるか、あるいは体質より多めに与えられるなら、これらや何らかの余剰物があるならそれを上の腹へと引き下ろし、またその温かさのために、薬によって多量に生じるプネウマを攪乱し、胸につかえさせることで吐き気を引き起こすからか。
τὰ δὲ ψυχρὰ τὴν φύσιν αὐτῶν διὰ βάρος καὶ πρὶν παθεῖν τι ἢ ποιῆσαι κάτω φέρεται, κἀκεῖθεν ὁρμῶντα τὸ αὐτὸ δρᾷ τοῖς ἄνω·
一方、本性において冷たい薬は、その重さのために、何らかの作用を受けたり及ぼしたりする前に下へと運ばれ、そこから出発して、上のものと同じことを行う。
κατὰ γὰρ τοὺς πόρους ἀνιόντα ἐκεῖθεν, καὶ κινήσαντα ὧν ἂν κρατήσῃ περιττωμάτων καὶ συντηγμάτων, λαβόντα τὴν αὐτὴν ἄγει ὁδόν.
なぜなら、そこから通路を通って上っていき、支配した余剰物や溶解物を動かして、それを連れて同じ道を下るからである。
ὅσα δὲ ἀμφοῖν μετέχει καὶ ἐστὶ μικτὰ τῶν φαρμακωδῶν ἐκ θερμοῦ καὶ ψυχροῦ, ταῦτα δὲ δι’ ἑκατέραν τὴν δύναμιν ἀπεργάζεται ἄμφω, ὥσπερ καὶ νῦν παρασκευάζουσιν οἱ ἰατροὶ μιγνύντες ἀλλήλοις.
また、両方の性質を共有し、温冷が混ざり合っている薬は、それぞれの力によって両方の作用を引き起こす。 それはまさに今日、医師たちが互いに混ぜ合わせることで調剤しているのと同じである。
§1.42Διὰ τί τὰ φάρμακα καθαίρει, ἄλλα δὲ πικρότερα ὄντα καὶ στρυφνότερα καὶ τοῖς ἄλλοις τοῖς τοιούτοις ὑπερβάλλοντα οὐ καθαίρει;
なぜ薬は瀉下するのに、他のもので、より苦く、より渋く、その他そのような性質において勝っているものは瀉下しないのか。
ἢ διότι οὐ διὰ τὰς τοιαύτας δυνάμεις καθαίρει, ἀλλ’ ὅτι ἄπεπτά ἐστιν;
それとも、そのような力によって瀉下するのではなく、消化されないからか。
ὅσα γὰρ δι’ ὑπερβολὴν θερμότητος ἢ ψυχρότητος, μικρὰ ὄντα τοὺς ὄγκους, ἄπεπτά ἐστι καὶ οἷα κρατεῖν, ἀλλὰ μὴ κρατεῖσθαι ὑπὸ τῆς τῶν ζῴων θερμότητος, εὐδιάχυτα ὄντα ὑπὸ τῶν δύο κοιλιῶν, ταῦτα φάρμακά ἐστιν.
なぜなら、熱さや冷たさの過剰のせいで、分量は少ないものの、消化されず、動物の熱によって支配されるのではなくむしろ支配するような性質を持ち、二つの腹によって容易に分散されるもの、これらが薬だからである。
ὅταν γὰρ εἰς τὴν κοιλίαν εἰσέλθωσι καὶ διαχυθῶσι, φέρονται καθ’ οὕσπερ ἡ τροφὴ πόρους εἰς τὰς φλέβας, οὐ πεφθέντα δέ, ἀλλὰ κρατήσαντα ἐκπίπτει φέροντα τὰ ἐμπόδια αὐτοῖς·
実際、これらが腹に入って分散されると、食物と同じ通路を通って静脈へと運ばれるが、消化されずに、むしろ支配することによって、自分たちの邪魔をするものを携えて排出されるのである。
καὶ καλεῖται τοῦτο κάθαρσις.
そしてこれが瀉下と呼ばれる。
χαλκὸς δὲ καὶ ἄργυρος καὶ τὰ τοιαῦτα ἄπεπτα μέν ἐστιν ὑπὸ τῆς τῶν ζῴων θερμότητος, ἀλλ’ οὐκ εὐδιάχυτα ταῖς κοιλίαις.
一方、銅や銀、およびそのようなものは、動物の熱によって消化されないが、腹において容易に分散されない。
ἔλαιον δὲ καὶ μέλι καὶ γάλα καὶ τὰ τοιαῦτα τῆς τροφῆς καθαίρει, ἀλλ’ οὐ τῷ ποιῷ, ἀλλὰ τῷ ποσῷ·
これに対して、油や蜂蜜、牛乳、およびそのような食物は瀉下するが、質によってではなく量によってである。
ὅταν γὰρ διὰ πλῆθος ἄπεπτα γένηται, τότε καθαίρει, ἄνπερ καθαίρῃ.
なぜなら、多量であるために未消化になるとき、まさにそれが瀉下するなら、そのときに瀉下するからである。
διὰ δύο γὰρ αἰτίας ἄπεπτά ἐστιν, διὰ τὸ ποιὰ αὐτὰ εἶναι ἢ διὰ τὸ ποσά.
実際、未消化になるのには二つの原因がある。 それらが特定の性質を持つためか、あるいは特定の量を持つためである。
διόπερ οὐ φάρμακόν ἐστιν οὐδὲν τῶν εἰρημένων·
それゆえ、言及されたものはどれも薬ではない。
οὐδὲ γὰρ διὰ δύναμιν καθαίρει.
なぜなら、固有の力によって瀉下するのではないからである。
στρυφνότης δὲ καὶ πικρότης συμβέβηκεν τοῖς φαρμάκοις καὶ δυσωδία τῷ ἐναντίον εἶναι τῇ τροφῇ τὸ φάρμακον.
渋みや苦み、そして悪臭が薬に付随しているのは、薬が食物と反対の性質を持っているからである。
τὸ μὲν γὰρ πεφθὲν ὑπὸ τῆς φύσεως, τοῦτο προσφύεται τοῖς σώμασι καὶ καλεῖται τροφή· τὸ δὲ μὴ πεφυκὸς κρατεῖσθαι, εἰσιόν τε εἰς τὰς φλέβας καὶ δι’ ὑπερβολὴν θερμότητος ἢ ψυχρότητος ταράττον·
なぜなら、本性によって消化されたものは体に同化し、食物と呼ばれるが、支配される本性を持たないものは、静脈に入り、過剰な熱や冷たさによって攪乱するからである。
αὕτη δὲ φαρμάκου φύσις ἐστίν.
そしてこれこそが薬の本性である。
§1.43Διὰ τί τὸ μὲν πέπερι πολὺ μὲν ὂν τὴν κύστιν λύει, ὀλίγον δὲ τὴν κοιλίαν, ἡ δὲ σκαμμωνία πολλὴ οὖσα τὴν κοιλίαν λύει, ὀλίγη δὲ καὶ παλαιὰ τὴν κύστιν;
なぜ、胡椒は多量であると膀胱を緩め、少量であると腹を緩め、他方、スカンモーニアは多量であると腹を緩め、少量かつ古いものであると膀胱を緩めるのか。
ἢ διότι ἑκάτερον ἑκατέρας ἐστὶ κινητικώτερον;
それとも、それぞれがそれぞれをより動かしやすいからか。
τὸ μὲν γὰρ πέπερι οὐρητικόν ἐστιν, ἡ δὲ σκαμμωνία κατωτερικόν.
というのも、胡椒は利尿的であり、スカンモーニアは瀉下的だからである。
τὸ μὲν οὖν πέπερι πολὺ μὲν ὂν φέρεται εἰς τὴν κύστιν καὶ οὐ διαχεῖται ἐν τῇ κοιλίᾳ, ὀλίγον δὲ ὂν κρατηθὲν διαλύει καὶ γίνεται φάρμακον αὐτῆς.
したがって、胡椒は多量であると膀胱へと運ばれ、腹の中で分散しないが、少量であると支配されて溶解し、腹の薬となるからか。
ἡ δὲ σκαμμωνία πολλὴ μὲν οὖσα εἰς τοῦτο κρατεῖται ὥστε διαχυθῆναι, διαχυθεῖσα δὲ γίνεται φάρμακον διὰ τὴν εἰρημένην ἐν τοῖς ἀνωτέρω αἰτίαν·
一方、スカンモーニアは多量であると、分散されるまで留め置かれ、分散されると、上記で述べられた理由によって薬となるからか。
ὀλίγη δὲ οὖσα μετὰ τοῦ ποτοῦ ἀναπίνεται εἰς τοὺς πόρους, καὶ ταχὺ πρὶν ταράξαι καταφέρεται εἰς τὴν κύστιν, καὶ ἐκεῖ τῇ αὑτῆς δυνάμει ἀπάγει τὰ περιττώματα καὶ τὰ συντήγματα ὅσα ἐπιπολῆς ἐστίν.
しかし、少量であると飲み物とともに通路へと吸い上げられ、攪乱する前に素早く膀胱へと下り、そこで自身の力によって、表面にある限りの余剰物や溶解物を除去するからか。
ἡ δὲ πολλή, ὥσπερ εἴρηται, διὰ τὴν ἰσχὺν πολὺν χρόνον ἐμμείνασα κατάγει πολλὴν κάθαρσιν καὶ γεώδη.
他方、多量である場合は、言及されたように、その強さのために長い時間留まり、多くの土的な瀉下をもたらすからか。