§1.26Διὰ τί μετὰ τὰς τροπὰς ἀμφοτέρας μέχρι ἑκατὸν ἡμερῶν ἀποθνήσκουσι μάλιστα;
なぜ二つの至の後の百日間にわたって、人々は最も多く亡くなるのか。
ἢ ὅτι ἄχρι τοσούτου ἑκατέρα ἡ ὑπερβολὴ διέχει, ἣ τε τοῦ θερμοῦ καὶ τοῦ ψυχροῦ;
それとも、熱の過剰と冷の過剰という、二つの過剰がそれぞれこれほどの期間持続するからか。
ἡ δὲ ὑπερβολὴ τοῖς ἀσθενέσι ποιεῖ τὰς νόσους καὶ τὰς φθοράς.
そして過剰は、病弱な人々に病気と死をもたらすからか。
§1.27Διὰ τί τὸ ἔαρ καὶ τὸ φθινόπωρον νοσώδη;
なぜ春と秋は病がちなのか。
ἢ ὅτι αἱ μεταβολαὶ νοσώδεις;
それとも、変化が病をもたらすからか。
τὸ δὲ μετόπωρον τοῦ ἔαρος νοσωδέστερον, ὅτι μᾶλλον τοῦ θερμοῦ ψυχομένου ἢ τοῦ ψυχροῦ θερμαινομένου νοσοῦμεν.
そして、秋は春よりも病がちであるが、それは冷たいものが温められるときよりも、温かいものが冷やされるときの方が、私たちはより病気になりやすいからか。
ἐν μὲν οὖν τῷ ἔαρι τὸ ψυχρὸν θερμαίνεται, ἐν δὲ τῷ μετοπώρῳ τὸ θερμὸν ψύχεται.
実際、春には冷たいものが温められ、秋には温かいものが冷やされるのである。
§1.28Διὰ τί ἐν τῷ χειμῶνι ἐλάττω μὲν τὰ ἀρρωστήματα ἢ ἐν τῷ θέρει, θανάσιμα δὲ μᾶλλον;
なぜ冬には、病気は夏に比べて少ないにもかかわらず、より致命的なのか。
ἢ ὅτι ἐν μὲν τῷ θέρει ἀπὸ μικρᾶς προφάσεως τὰ ἀρρωστήματα, ἐν δὲ τῷ χειμῶνι οὔ;
それとも、夏にはわずかなきっかけから病気が生じるのに対し、冬にはそうではないからか。
πεπτικώτεροι γὰρ καὶ ὑγιεινότεροι ἡμῶν αὐτῶν, ὥστε εἰκότως τὰ ἀπὸ μείζονος προφάσεως γινόμενα μείζω καὶ ἀναιρετικώτερα.
というのも、私たちは自分自身に比べて消化力が高く健康な状態にあるため、より大きなきっかけから生じる病気の方がより深刻で、より致命的なものとなるのは当然だからか。
ταὐτὸ δὲ τοῦτο καὶ ἐπὶ τῶν ἀθλητῶν καὶ ὅλως ἐπὶ τῶν ὑγιεινῶς διακειμένων ὁρῶμεν·
これと同じことを、私たちはアスリートや、総じて健康な体調にある人々において目にしている。
ἢ γὰρ οὐ λαμβάνονται νόσῳ, ἢ ταχὺ συναπίασιν·
というのも、彼らは病気にかからないか、あるいはすぐに世を去ってしまうからである。
μεγάλης γὰρ αἰτίας δέονται.
なぜなら、彼らが病気になるには大きな原因が必要だからである。
§1.29Διὰ τί τοῦ μὲν φθινοπώρου καὶ τοῦ χειμῶνος οἱ καῦσοι μᾶλλον γίνονται ἐν ταῖς ψυχραῖς ὥραις, τοῦ δὲ θέρους τὰ ῥίγη ἐνοχλεῖ καυμάτων ὄντων;
なぜ秋と冬においては、寒い季節に稽留熱がいっそう生じ、夏には猛暑であるにもかかわらず悪寒が人々を悩ませるのか。
ἢ ὅτι τῶν κατὰ τὸν ἄνθρωπον ἡ χολὴ μέν ἐστι θερμόν, τὸ δὲ φλέγμα ψυχρόν;
それとも、人間に備わるもののうち、胆汁は温かいものであり、粘液は冷たいものだからか。
ἐν μὲν οὖν τῷ θέρει τὸ ψυχρὸν ἀναλύεται, καὶ διαχυθὲν ῥίγη καὶ τρόμους παρασκευάζει·
実際、夏には冷たいものが融解し、拡散して悪寒や震えを引き起こす。
ἐν δὲ τῷ χειμῶνι τὸ θερμὸν ὑπὸ τῆς ὥρας κρατεῖται κατεψυγμένον.
一方、冬には温かいものが季節によって冷やされて抑制される。
οἱ δὲ καῦσοι μᾶλλον ἐνοχλοῦσι τοῦ χειμῶνος καὶ τοῦ φθινοπώρου, ὅτι διὰ τὸ ψῦχος τὸ θερμὸν εἴσω συστέλλεται, ὁ δὲ καῦσος ἔσωθέν ἐστι καὶ οὐκ ἐπιπολῆς·
しかし、冬や秋には稽留熱がいっそう人々を悩ませるが、それは寒さのために温熱が内側に収縮し、稽留熱は内側で生じるものであって表面で生じるものではないからである。
εἰκότως οὖν οἱ καῦσοι ταύτην τὴν ὥραν γίνονται.
それゆえ、この季節に稽留熱が生じるのは当然である。
καταμάθοι δ’ ἄν τις τοῦτο ἀκριβέστερον ἐπὶ τῶν ψυχρολουτρούντων τοῦ χειμῶνος καὶ τῶν τοῦ χειμῶνος λουομένων τῷ θερμῷ, ὅτι οἱ μὲν τῷ ψυχρῷ λουόμενοι, ἀπορριγώσαντες ὀλίγον χρόνον ἕως λούονται, τὴν λοιπὴν ἡμέραν οὐδὲν πάσχουσιν ὑπὸ τοῦ ψυχροῦ, οἱ δὲ τῷ θερμῷ ὕδατι χρησάμενοι δυσριγοτέρως διάγουσι.
このことは、冬に冷水浴をする人々と、冬に温水で入浴する人々を観察すれば、より正確に理解できるだろう。 すなわち、冷水で入浴する人々は、入浴している間のわずかな時間だけ寒気に震えた後は、一日の残りの時間は寒さによる苦痛を一切受けないのに対し、温水を使う人々はより寒さに敏感になって過ごすからである。
τῶν μὲν γὰρ τῷ ψυχρῷ λουομένων πυκνοῦται ἡ σὰρξ καὶ συστέλλεται εἴσω τὸ θερμόν, τῶν δὲ θερμολουτρούντων ἡ σὰρξ ἀραιοῦται καὶ τὸ θερμὸν ἕως τοῦ ἔξω τόπου περισπᾶται.
なぜなら、冷水で入浴する人々においては、肉体が緊密になって温熱が内側に収縮するのに対し、温水浴をする人々においては、肉体が弛緩して温熱が外側へと引き出されてしまうからである。
§1.30Τίς καταπλάσματος ἀρετή;
湿布の効能とは何か。
ἢ διὰ τὸ χυτικὸν εἶναι κἂν ἱδρῶτα ποιοῖ καὶ ἀποπνοήν;
それとも、それが融解させる性質を持ち、発汗と蒸散を促すからか。
§1.31Τῷ δῆλον ὅταν ἔμπυον;
(患部が)化膿していることは、何によって明らかになるのか。
ἢ ἐὰν καταχεομένου τοῦ θερμοῦ ἀλλαγῇ, ἔμπυον, εἰ δὲ μή, οὔ;
それとも、温水を注いだときに変化すれば化膿しており、変化しなければ化膿していないということか。
§1.32Ποῖα δεῖ καίειν ἢ ποῖα δεῖ τέμνειν;
いかなる傷を焼き、いかなるものを切開すべきか。
ἢ ὅσα μὲν ἔχει στόμα μέγα καὶ οὐ ταχὺ συμφύεται, ταῦτα καίειν δεῖ, ὅπως ἡ ἐσχάρα ἐκεῖ πέσῃ;
それとも、大きな開口部を持ち、速やかには癒合しないものは、そこに焼痂ができて剥がれ落ちるように、焼くべきなのか。
οὕτως γὰρ οὐκ ἔσται ὕπουλα.
そうすれば、表面だけが塞がってその下で化膿すること(伏膿)がないからか。
§1.33Τίς ἐναίμου ἀρετή;
止血外傷薬の効能とは何か。
ἢ τὸ ξηραντικὸν εἶναι καὶ τῆς ἐπιούσης περιττώσεως σταλτικὸν ἐσχαρώσεως καὶ σήψεως τῆς σαρκός;
それとも、それが乾燥させる性質を持ち、新たに押し寄せる老廃物を抑え、肉の焼痂形成と腐敗を防ぐからか。
οὕτω γὰρ ἂν ἀφλέγμαντον εἴη καὶ συμφυτικόν.
そうすれば、炎症を起こさず、癒合を促すものとなるからか。
μὴ ἐπιρρέοντος μὲν γὰρ ἀφλέγμαντον ἔσται, ξηρὸν δὲ ὂν συμφύσεται· ἕως δ’ ἂν ὑγρορροῇ, οὐ συμφύσεται.
実際、老廃物の流入がなければ炎症は起こらず、乾燥していれば癒合するであろうが、湿気が流れ出ている間は癒合することはない。
διὰ τοῦτο οὖν δριμέα τὰ πλεῖστα, ὥστε ἀποστύφειν.
それゆえ、その種の薬のほとんどは刺激性があり、組織を収斂させるのである。
§1.34Ποῖα τέμνειν δεῖ καὶ ποῖα καίειν, καὶ ποῖα οὔ, ἀλλὰ φαρμάκοις;
いかなるものを切開すべきで、いかなるものを焼くべきか。 また、いかなるものはそうせず、薬物で治療すべきか。
ἢ τὰ μὲν ἐπὶ ταῖς μασχάλαις καὶ βουβῶσι φαρμάκῳ;
それとも、脇の下や鼠径部にあるものは薬物で治療すべきか。
μετὰ γὰρ διαίρεσιν τὰ μὲν ἐπίπονα, τὰ δὲ ἐπικίνδυνα.
なぜなら、切開した後は、あるものは痛みを伴い、またあるものは危険だからである。
καίειν δὲ τὰ πλατέα τῶν φυμάτων καὶ πολὺ πρόβλημα ἔχοντα, καὶ ἐν φλεβώδεσι καὶ μὴ εὐσάρκοις.
一方、扁平な腫物や、大きく突出しているもので、血管が多く肉の薄い部位にあるものは、焼くべきなのか。
τέμνειν δὲ τὰ εἰς ὀξὺ συνηγμένα καὶ τὰ μὴ ἐν στερεοῖς.
そして、先端が尖っているものや、硬い組織にないものは、切開すべきなのか。