Humanitext Reader

亚里士多德 · 问题集 §1.26-1.34

季节变化与体液动态及外伤外科处置

第 5 段,共 148 段 · 希腊语

内容简介

阐明了季节变化与体内冷热动态(特别是胆汁与粘液的作用)在产生稽留热、恶寒等疾病中的因果关系,并以问答形式确立了针对外伤和肿瘤的各种外科治疗方法(敷药、切开、火灼、外伤药)的标准。

§1.26Διὰ τί μετὰ τὰς τροπὰς ἀμφοτέρας μέχρι ἑκατὸν ἡμερῶν ἀποθνήσκουσι μάλιστα;
为什么在两次至日之后的百天内,人们死亡得最多?
ἢ ὅτι ἄχρι τοσούτου ἑκατέρα ἡ ὑπερβολὴ διέχει, ἣ τε τοῦ θερμοῦ καὶ τοῦ ψυχροῦ;
或者是因为热与冷的这两种过剩,各自都持续这么长的时间?
ἡ δὲ ὑπερβολὴ τοῖς ἀσθενέσι ποιεῖ τὰς νόσους καὶ τὰς φθοράς.
而过剩给体弱者带来疾病和死亡。
§1.27Διὰ τί τὸ ἔαρ καὶ τὸ φθινόπωρον νοσώδη;
为什么春天和秋天多病?
ἢ ὅτι αἱ μεταβολαὶ νοσώδεις;
或者是因为变化多病?
τὸ δὲ μετόπωρον τοῦ ἔαρος νοσωδέστερον, ὅτι μᾶλλον τοῦ θερμοῦ ψυχομένου ἢ τοῦ ψυχροῦ θερμαινομένου νοσοῦμεν.
而秋天比春天更容易生病,是因为相比于寒冷变温热,我们在温暖变寒冷时更容易生病。
ἐν μὲν οὖν τῷ ἔαρι τὸ ψυχρὸν θερμαίνεται, ἐν δὲ τῷ μετοπώρῳ τὸ θερμὸν ψύχεται.
因此,在春天寒冷变温热,而在秋天温暖变寒冷。
§1.28Διὰ τί ἐν τῷ χειμῶνι ἐλάττω μὲν τὰ ἀρρωστήματα ἢ ἐν τῷ θέρει, θανάσιμα δὲ μᾶλλον;
为什么在冬天,疾病虽然比夏天少,但却更致命?
ἢ ὅτι ἐν μὲν τῷ θέρει ἀπὸ μικρᾶς προφάσεως τὰ ἀρρωστήματα, ἐν δὲ τῷ χειμῶνι οὔ;
或者是因为在夏天,疾病起于微小的起因,但在冬天则不然?
πεπτικώτεροι γὰρ καὶ ὑγιεινότεροι ἡμῶν αὐτῶν, ὥστε εἰκότως τὰ ἀπὸ μείζονος προφάσεως γινόμενα μείζω καὶ ἀναιρετικώτερα.
因为我们比平时的自己消化力更好、更健康,因此自然地,起于更大起因的疾病就更大且更具毁灭性。
ταὐτὸ δὲ τοῦτο καὶ ἐπὶ τῶν ἀθλητῶν καὶ ὅλως ἐπὶ τῶν ὑγιεινῶς διακειμένων ὁρῶμεν· ἢ γὰρ οὐ λαμβάνονται νόσῳ, ἢ ταχὺ συναπίασιν· μεγάλης γὰρ αἰτίας δέονται.
我们也在运动员和一切身体健康的人身上看到这完全相同的情况;因为他们要么不生病,要么很快就死去;因为他们需要巨大的原因。
§1.29Διὰ τί τοῦ μὲν φθινοπώρου καὶ τοῦ χειμῶνος οἱ καῦσοι μᾶλλον γίνονται ἐν ταῖς ψυχραῖς ὥραις, τοῦ δὲ θέρους τὰ ῥίγη ἐνοχλεῖ καυμάτων ὄντων;
为什么在秋天和冬天,稽留热更容易在寒冷的季节发生,而在夏天,尽管有酷暑,恶寒却困扰着人们?
ἢ ὅτι τῶν κατὰ τὸν ἄνθρωπον ἡ χολὴ μέν ἐστι θερμόν, τὸ δὲ φλέγμα ψυχρόν;
或者是因为在人的体内,胆汁是温热的,而粘液是寒冷的?
ἐν μὲν οὖν τῷ θέρει τὸ ψυχρὸν ἀναλύεται, καὶ διαχυθὲν ῥίγη καὶ τρόμους παρασκευάζει· ἐν δὲ τῷ χειμῶνι τὸ θερμὸν ὑπὸ τῆς ὥρας κρατεῖται κατεψυγμένον.
因此在夏天,寒冷之物溶解并扩散,导致恶寒和发抖;而在冬天,温热之物则因季节而被冷凝抑制。
οἱ δὲ καῦσοι μᾶλλον ἐνοχλοῦσι τοῦ χειμῶνος καὶ τοῦ φθινοπώρου, ὅτι διὰ τὸ ψῦχος τὸ θερμὸν εἴσω συστέλλεται, ὁ δὲ καῦσος ἔσωθέν ἐστι καὶ οὐκ ἐπιπολῆς· εἰκότως οὖν οἱ καῦσοι ταύτην τὴν ὥραν γίνονται.
但是,稽留热在冬天和秋天更困扰人们,是因为由于寒冷,温热收缩于内,而稽留热是内在的,而非表面的;因此自然地,稽留热在这一季节发生。
καταμάθοι δ’ ἄν τις τοῦτο ἀκριβέστερον ἐπὶ τῶν ψυχρολουτρούντων τοῦ χειμῶνος καὶ τῶν τοῦ χειμῶνος λουομένων τῷ θερμῷ, ὅτι οἱ μὲν τῷ ψυχρῷ λουόμενοι, ἀπορριγώσαντες ὀλίγον χρόνον ἕως λούονται, τὴν λοιπὴν ἡμέραν οὐδὲν πάσχουσιν ὑπὸ τοῦ ψυχροῦ, οἱ δὲ τῷ θερμῷ ὕδατι χρησάμενοι δυσριγοτέρως διάγουσι.
人们可以通过冬天洗冷水澡的人和冬天用温水洗澡的人更准确地了解这一点:用冷水洗澡的人在洗澡时发抖了极短的时间,在这一天剩下的时间里不受寒冷的影响,而使用温水的人则在度日时更容易怕冷。
τῶν μὲν γὰρ τῷ ψυχρῷ λουομένων πυκνοῦται ἡ σὰρξ καὶ συστέλλεται εἴσω τὸ θερμόν, τῶν δὲ θερμολουτρούντων ἡ σὰρξ ἀραιοῦται καὶ τὸ θερμὸν ἕως τοῦ ἔξω τόπου περισπᾶται.
因为对于用冷水洗澡的人来说,肉体变得致密,温热收缩于内;而对于洗温水澡的人来说,肉体变得松弛,温热被牵引到外部。
§1.30Τίς καταπλάσματος ἀρετή;
敷药的功效是什么?
ἢ διὰ τὸ χυτικὸν εἶναι κἂν ἱδρῶτα ποιοῖ καὶ ἀποπνοήν;
或者是因为它具有溶解的特性,从而产生排汗和蒸散?
§1.31Τῷ δῆλον ὅταν ἔμπυον;
凭什么可以清楚知道(患部)已化脓?
ἢ ἐὰν καταχεομένου τοῦ θερμοῦ ἀλλαγῇ, ἔμπυον, εἰ δὲ μή, οὔ;
或者是因为,当温水淋洒在其上时若发生改变,则是已化脓,若不改变,则没有?
§1.32Ποῖα δεῖ καίειν ἢ ποῖα δεῖ τέμνειν;
什么样的伤口应当用火灼,什么样的应当切开?
ἢ ὅσα μὲν ἔχει στόμα μέγα καὶ οὐ ταχὺ συμφύεται, ταῦτα καίειν δεῖ, ὅπως ἡ ἐσχάρα ἐκεῖ πέσῃ;
或者是因为,凡是开口大且不易迅速愈合的,应当用火灼,以便在那里形成焦痂?
οὕτως γὰρ οὐκ ἔσται ὕπουλα.
因为这样就不会在伤疤下蓄脓。
§1.33Τίς ἐναίμου ἀρετή;
止血外伤药的功效是什么?
ἢ τὸ ξηραντικὸν εἶναι καὶ τῆς ἐπιούσης περιττώσεως σταλτικὸν ἐσχαρώσεως καὶ σήψεως τῆς σαρκός;
或者是因为它具有干燥的特性,能抑制新涌入的残留物,并防止肉体的焦痂化和腐烂?
οὕτω γὰρ ἂν ἀφλέγμαντον εἴη καὶ συμφυτικόν.
因为这样它就能消炎并促进愈合。
μὴ ἐπιρρέοντος μὲν γὰρ ἀφλέγμαντον ἔσται, ξηρὸν δὲ ὂν συμφύσεται· ἕως δ’ ἂν ὑγρορροῇ, οὐ συμφύσεται.
实际上,若无残留物涌入,就不会发炎,而处于干燥状态时就能愈合;但只要湿气还在流出,就无法愈合。
διὰ τοῦτο οὖν δριμέα τὰ πλεῖστα, ὥστε ἀποστύφειν.
因此,这类药物大多具有刺激性,以便发挥收敛作用。
§1.34Ποῖα τέμνειν δεῖ καὶ ποῖα καίειν, καὶ ποῖα οὔ, ἀλλὰ φαρμάκοις;
什么样的肿物应当切开,什么样的应当火灼,而什么样的既不切开也不火灼、而用药物治疗?
ἢ τὰ μὲν ἐπὶ ταῖς μασχάλαις καὶ βουβῶσι φαρμάκῳ;
或者是因为,腋窝和腹股沟处的肿物应当用药物治疗?
μετὰ γὰρ διαίρεσιν τὰ μὲν ἐπίπονα, τὰ δὲ ἐπικίνδυνα.
因为在切开之后,一些会带来痛苦,另一些则有危险。
καίειν δὲ τὰ πλατέα τῶν φυμάτων καὶ πολὺ πρόβλημα ἔχοντα, καὶ ἐν φλεβώδεσι καὶ μὴ εὐσάρκοις.
而那些扁平的、突出明显的肿瘤,以及在血管多且肉薄部位的肿瘤,应当火灼?
τέμνειν δὲ τὰ εἰς ὀξὺ συνηγμένα καὶ τὰ μὴ ἐν στερεοῖς.
而那些聚集成尖锐形状的、以及不在坚硬部位的肿瘤,应当切开?

词汇与语法注释

  1. §1.28ἡμῶν αὐτῶν — 紧随比较级形容词 ὑγιεινότεροι(更健康的)之后的属格,表示与自己平时的状态或其他季节的状态进行对比(意为“比平时的自己更健康”)。
  2. §1.29καταμάθοι δ’ ἄν τις — 语气助词 ἄν 连用希求法动词的潜在用法(意为“人们或许可以了解”),表示在一般规律下能够观察或理解该现象。
  3. §1.31καταχεομένου τοῦ θερμοῦ — 使用现在分词被动/中动相的属格绝对构文。以 τοῦ θερμοῦ(“温热之物”,此处指温水)为逻辑主语,意为“当温水淋洒在其上时”。
  4. §1.32ὕπουλα — 由前置词 ὑπό(在……之下)和名词 οὐλή(伤疤)构成的形容词,是医学专业术语,指表面虽已结疤愈合、但内部仍有积脓(皮下蓄脓)的状态。

引用这一段

亚里士多德, 问题集 §1.26-1.34. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg036.humanitext-grc1:1.26-1.34

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。