§1.15Διὰ τί δὲ ἡ μεταβολὴ νοσώδης;
なぜ変化は病気をもたらすのか。
ἢ ὅτι πᾶσα μὲν ἡ μεταβολὴ καὶ ὥρας καὶ ἡλικίας εὐκίνητον.
それとも、季節や年齢のすべての変化は不安定なもの(動きやすいもの)だからか。
εὐκίνητα γὰρ τὰ ἄκρα, οἷον καὶ αἱ ἀρχαὶ και αἱ τελευταί.
というのも、両極、例えば始まりと終わりは、動きやすいからである。
ὥστε καὶ αἱ τροφαὶ ἕτεραι οὖσαι ἀλλήλας φθείρουσιν·
その結果、食べ物も異なるものであると、互いを損なう。
αἱ μὲν γὰρ ἄρτι, αἱ δὲ οὔπω προσπεφύκασιν.
というのも、あるものは今しがた同化し、別のものはまだ固着していないからである。
ἔτι δὲ ὥσπερ ἡ ποικίλη τροφὴ νοσώδης (ταραχώδης γὰρ καὶ οὐ μία πέψις), οὕτω συμβαίνει μεταβάλλουσιν ὕδωρ ποικίλη πόματος χρῆσθαι τῇ τροφῇ;
さらに、多様な食べ物が病気をもたらす(攪乱的であり、消化が単一ではないからである)のと同様に、水を変える人々にとっても、飲み物という多様な食べ物を用いることになるからか。
καὶ ἡ τοιαύτη τροφὴ κυριωτέρα τῆς ξηρᾶς ἐστὶ τῷ πλεῖστον εἶναι καὶ ἐξ αὐτῶν τῶν σιτίων τὸ ὑγρὸν γίνεσθαι τροφήν.
そして、このような食物は、最も量が多いこと、また固形食そのものからも湿気が栄養となることによって、乾燥した食物よりも支配的であるからか。
§1.16Διὰ τί ἡ τῶν ὑδάτων μεταβολὴ τοῖς ἔχουσι φθεῖρας ποιεῖ πολλοὺς ἔχειν;
なぜ水を変えることは、シラミを持っている人に多くのシラミを持たせることになるのか。
ἢ ὅτι ἀπεψία γινομένη τοῦ ὑγροῦ διὰ τὴν ταραχήν, ἣ γίνεται διὰ τὴν ποικιλίαν τοῦ ὕδατος πυκνὰ μεταβάλλουσιν, ὑγρότητα ἐμποιεῖ, καὶ μάλιστα ἐν τῷ ἐπιτηδείως ὑπάρχοντι τόπῳ;
それとも、頻繁に変える人々において、水の多様性によって生じる攪乱のために湿気の不消化が起こり、それが湿気を生み出し、特にそれに適した状態にある部位に生み出すからか。
ὁ δὲ ἐγκέφαλος ὑγρός·
脳は湿っている。
διὸ καὶ ἡ κεφαλὴ ἀεὶ μάλιστα.
それゆえ、頭部も常に最も湿っている。
δηλοῖ δέ, ὅτι αἱ τρίχες ἔνεισι μάλιστα ἐν αὐτῇ.
そして、そこに髪の毛が最も多く生えていることがそれを示している。
ἡ δὲ τοῦ τόπου τούτου ὑγρότης φθειρῶν ποιητική.
そして、この部位の湿気はシラミを発生させやすい。
δηλοῖ δὲ ἐπὶ τῶν παίδων·
そしてそのことは子供たちにおいて明らかである。
ὑγροκέφαλοί τε γάρ εἰσιν καὶ πολλάκις ἢ κορυζῶσιν ἢ αἷμα ποιεῖ ῥεῖν, καὶ φθεῖρας πλείους οἱ ἐν ταύτῃ τῇ ἡλικίᾳ ἔχουσιν.
というのも、彼らは頭が湿っており、しばしば鼻風邪をひいたり血を流したりし、この年齢の人々はより多くのシラミを持っているからである。
§1.17Διὰ τί ἀπὸ Πλειάδος μέχρι ζεφύρου οἱ τὰς μακρὰς νόσους κάμνοντες μάλιστα ἀναιροῦνται, καὶ οἱ γέροντες μᾶλλον τῶν νέων;
なぜプレアデスから西風までの間に、長引く病気にかかっている人々が最も多く亡くなり、若者よりも老人が多く亡くなるのか。
πότερον ὅτι δύο ἐστὶ τὰ φθαρτικώτατα, ὑπερβολή τε καὶ ψῦχος;
最も破壊的なものは二つ、すなわち過度と寒さであるからか。
τὸ γὰρ ζῆν θερμόν, ἡ δὲ ὥρα αὕτη ἄμφω ταῦτ’ ἔχει·
というのも、生きることは熱いことであり、この季節はその両方を持っているからである。
ψυχρά τε γάρ ἐστι, καὶ ἀκμαιότατος ὁ χειμών· τὸ λοιπὸν γὰρ ἔαρ ἐστίν.
実際、この季節は冷たく、冬が最も極まっている(というのも、残りは春だからである)。
ἢ ὅτι ὁμοίως μὲν διάκεινται τοῖς γέρουσι τῶν καμνόντων οἱ τὰς μακρὰς κάμνοντες ἀσθενείας;
あるいは、病人のうち長引く虚弱を患っている人々は、老人たちと同様の状態にあるからか。
οἷον γὰρ ἤδη γῆρας ἡ μακρὰ ἀσθένεια συμβαίνει·
というのも、長引く病気はすでに一種の老年のようになっているからである。
τὸ γὰρ σῶμα ἀμφοῖν ξηρὸν καὶ ψυχρόν ἐστιν, τῶν μὲν δι’ ἡλικίαν, τῶν δὲ διὰ νόσον.
実際、両者の身体は乾燥して冷たく、一方は年齢のせいで、他方は病気のせいだからである。
ὁ δὲ χειμὼν καὶ οἱ πάγοι ὑπερβολή ἐστι ψυχρότητος καὶ ξηρότητος.
そして、冬と氷は、冷たさと乾燥の過度である。
μικρᾶς οὖν δεομένοις αὐτοῖς ῥοπῆς γίνεται οἷον πῦρ ἐπὶ πυρὶ ὁ χειμών, καὶ φθείρει διὰ ταῦτα.
それゆえ、彼らにはわずかな傾きが必要なだけであり、冬は追い打ちをかけるようなもの(火に火を加えるようなもの)となり、これらの理由で彼らを損なうのである。
§1.18Διὰ τί ἐν τοῖς ἑλώδεσι τὰ μὲν ἐν τῇ κεφαλῇ ἕλκη ταχὺ ὑγιάζεται, τὰ δὲ ἐν ταῖς κνήμαις μόλις;
なぜ湿地帯では、頭部の傷は速やかに治るのに、すねの傷はかろうじてしか治らないのか。
ἢ ὅτι βαρεῖα ἡ ὑγρότης διὰ τὸ γεώδης εἶναι, τὰ δὲ βαρέα εἰς τὸ κάτω ἀποχωρεῖ;
それとも、湿気は土っぽいために重く、重いものは下方へと退くからか。
τὰ μὲν οὖν ἄνω ἔκκριτα διὰ τὸ ἀποκεχωρηκέναι εἰς τὰ κάτω, τὰ δὲ κάτω πολλῆς γέμει περιττώσεως καὶ εὐσήπτου.
したがって、上方のものは下方へと退いたために排出されやすいが、下方のものは腐敗しやすい多くの老廃物で満ちているからか。
§1.19Διὰ τί, ἐὰν τοῦ χειμῶνος γενομένου βορείου καὶ τοῦ ἔαρος νοτίου καὶ ἐπόμβρου τὸ θέρος λίαν αὐχμηρὸν γένηται, θανατῶδες γίνεται τὸ μετόπωρον πᾶσιν, μάλιστα δὲ τοῖς παιδίοις, καὶ τοῖς ἄλλοις δὲ δυσεντερίαι καὶ τεταρταῖοι χρόνιοι γίνονται ἐν αὐτῷ;
なぜ、冬が北風になり、春が南風で雨がちであった後に、夏が非常に乾燥したものになると、秋はすべての人にとって致命的なものとなり、とりわけ子供たちにとってそうであり、また他の人々にとっても、その季節に赤痢や長引く四日熱が起こるのか。
ἢ ὅτι μετρίου μὲν ἐπιγενομένου ὕδατος θερινοῦ καταψυχθὲν τὸ ζέον ὑγρὸν ἐν ἡμῖν λωφᾷ, ὅσον ἠθροίσθη ἐν τῷ ἦρι γενομένῳ τῷ ὑγρῷ;
それとも、適度な夏の雨が訪れるなら、私たちの内の沸騰している湿気(湿った春の間に蓄積されたもの)が冷却されて和らぐからか。
εἰ δὲ μή, τὰ μὲν παιδία διὰ τὸ ὑγρὰ φύσει καὶ θερμὰ εἶναι ὑπερζεῖ τῷ πάθει, διὰ τὸ μὴ καταψυχθῆναι.
しかしそうないなら、子供たちは生まれつき湿っていて温かいために、冷却されないことによって、その状態の中で沸騰しすぎるからか。
ὅσα δὲ μὴ τοῦ θέρους, τοῦ μετοπώρου ὅσον ἐκζεῖ.
そして、夏に沸騰し尽くさなかった分は、秋に沸騰するからか。
αἱ δὲ περιττώσεις ἐὰν μὴ εὐθὺς ἀνέλωσι, περὶ πνεύμονα καὶ ἀρτηρίαν γινόμεναι γὰρ ἄνω πρῶται συνίστανται διὰ τὸ ὑπὸ τοῦ ἀέρος ἡμᾶς θερμαίνεσθαι· διὰ γὰρ ταῦτα καὶ ὀφθαλμίαι πυρετῶν πρότερον γίνονται ἐν τῷ νοσερῷ θέρει.
そして、老廃物がすぐに消費されないなら、それらは空気によって私たちが温められるために、肺や気管のあたりで上方にまず凝固する(というのも、これらの理由で、病がちの夏には熱病よりも前に眼炎が起こるからである)。
- ἐὰν οὖν μὴ ἐν τοῖς ἄνω, καθάπερ εἴρηται, τὰ περιττώματα εὐθὺς ἀνέλῃ, καταβαίνουσιν εἰς τὰς κοιλίας ἄπεπτα ὄντα, τοῦτο δέ ἐστι δυσεντερία, διὰ τὸ μὴ ἐκκρίνεσθαι ὑπὸ πλήθους τὸ ὑγρόν.
それゆえ、言われたように、老廃物が上方で直ちに消費されないなら、それらは未消化のまま腹へと流れ落ち、多量のために湿気が排出されないことによって、これが赤痢となるからか。
καὶ ἐὰν παύσωνται, τεταρταῖοι γίνονται τοῖς σωζομένοις·
そして、それが止まるときには、生き残った人々において四日熱となる。
ἡ γὰρ τοῦ ἀπέπτου ὑπόστασις μονιμωτάτη ἐστὶ καὶ σύντονος γίνεται τῷ σώματι, καθάπερ ἡ μέλαινα χολή.
というのも、未消化のものの沈殿は最も永続的であり、黒胆汁のように身体に定着するからである。