§1.15Διὰ τί δὲ ἡ μεταβολὴ νοσώδης;
为什么改变会导致疾病?
ἢ ὅτι πᾶσα μὲν ἡ μεταβολὴ καὶ ὥρας καὶ ἡλικίας εὐκίνητον.
或者是因为无论是季节还是年龄的每一次改变,都是容易变动的?
εὐκίνητα γὰρ τὰ ἄκρα, οἷον καὶ αἱ ἀρχαὶ και αἱ τελευταί.
因为两极,例如起点和终点,都是容易变动的。
ὥστε καὶ αἱ τροφαὶ ἕτεραι οὖσαι ἀλλήλας φθείρουσιν· αἱ μὲν γὰρ ἄρτι, αἱ δὲ οὔπω προσπεφύκασιν.
结果,食物若不相同,也会互相损害;因为有些食物才刚刚同化,有些食物则尚未同化。
ἔτι δὲ ὥσπερ ἡ ποικίλη τροφὴ νοσώδης (ταραχώδης γὰρ καὶ οὐ μία πέψις), οὕτω συμβαίνει μεταβάλλουσιν ὕδωρ ποικίλη πόματος χρῆσθαι τῇ τροφῇ;
而且,正如多样化的食物会导致疾病(因为这会引起扰乱,且消化不是单一的过程),对于改变水源的人来说,情况也是使用了多样化的饮用食物?
καὶ ἡ τοιαύτη τροφὴ κυριωτέρα τῆς ξηρᾶς ἐστὶ τῷ πλεῖστον εἶναι καὶ ἐξ αὐτῶν τῶν σιτίων τὸ ὑγρὸν γίνεσθαι τροφήν.
而这种食物比干燥食物更具支配地位,因为它是绝大部分,而且即使是来自干燥食物本身,湿润的部分也会成为营养。
§1.16Διὰ τί ἡ τῶν ὑδάτων μεταβολὴ τοῖς ἔχουσι φθεῖρας ποιεῖ πολλοὺς ἔχειν;
为什么改变水源会导致那些本就有虱子的人长出许多虱子?
ἢ ὅτι ἀπεψία γινομένη τοῦ ὑγροῦ διὰ τὴν ταραχήν, ἣ γίνεται διὰ τὴν ποικιλίαν τοῦ ὕδατος πυκνὰ μεταβάλλουσιν, ὑγρότητα ἐμποιεῖ, καὶ μάλιστα ἐν τῷ ἐπιτηδείως ὑπάρχοντι τόπῳ;
或者是因为,对于频繁改变水源的人来说,由于水的多样性所引起的扰乱而导致湿气消化不良,从而产生湿气,尤其是在处于适宜状态的部位?
ὁ δὲ ἐγκέφαλος ὑγρός· διὸ καὶ ἡ κεφαλὴ ἀεὶ μάλιστα.
而大脑是湿润的;因此头部也总是最湿润的。
δηλοῖ δέ, ὅτι αἱ τρίχες ἔνεισι μάλιστα ἐν αὐτῇ.
其证据在于,头发最多生长在头部。
ἡ δὲ τοῦ τόπου τούτου ὑγρότης φθειρῶν ποιητική.
而这个部位的湿润是产生虱子的根源。
δηλοῖ δὲ ἐπὶ τῶν παίδων· ὑγροκέφαλοί τε γάρ εἰσιν καὶ πολλάκις ἢ κορυζῶσιν ἢ αἷμα ποιεῖ ῥεῖν, καὶ φθεῖρας πλείους οἱ ἐν ταύτῃ τῇ ἡλικίᾳ ἔχουσιν.
这在儿童身上得到了证实:因为他们是湿脑的,经常流鼻涕或流鼻血,而且处于这个年龄的人拥有更多的虱子。
§1.17Διὰ τί ἀπὸ Πλειάδος μέχρι ζεφύρου οἱ τὰς μακρὰς νόσους κάμνοντες μάλιστα ἀναιροῦνται, καὶ οἱ γέροντες μᾶλλον τῶν νέων;
为什么从昴星团到西风这段期间,患有慢性病的人死得最多,且老年人比年轻人死得更多?
πότερον ὅτι δύο ἐστὶ τὰ φθαρτικώτατα, ὑπερβολή τε καὶ ψῦχος;
是因为最具毁灭性的事物有两个,即过度与寒冷吗?
τὸ γὰρ ζῆν θερμόν, ἡ δὲ ὥρα αὕτη ἄμφω ταῦτ’ ἔχει· ψυχρά τε γάρ ἐστι, καὶ ἀκμαιότατος ὁ χειμών· τὸ λοιπὸν γὰρ ἔαρ ἐστίν.
因为生命是温热的,而这个季节兼具这两者:因为它是寒冷的,且冬天正处于极点(因为其余的时间就是春天了)。
ἢ ὅτι ὁμοίως μὲν διάκεινται τοῖς γέρουσι τῶν καμνόντων οἱ τὰς μακρὰς κάμνοντες ἀσθενείας;
或者是因为在患者中,那些患有慢性虚弱的人处于与老人相似的状态?
οἷον γὰρ ἤδη γῆρας ἡ μακρὰ ἀσθένεια συμβαίνει· τὸ γὰρ σῶμα ἀμφοῖν ξηρὸν καὶ ψυχρόν ἐστιν, τῶν μὲν δι’ ἡλικίαν, τῶν δὲ διὰ νόσον.
因为长期的疾病已然等同于一种暮年;事实上,两者的身体都是干燥且寒冷的,前者是因为年龄,后者是因为疾病。
ὁ δὲ χειμὼν καὶ οἱ πάγοι ὑπερβολή ἐστι ψυχρότητος καὶ ξηρότητος.
而冬天和冰霜则是寒冷与干燥的极致。
μικρᾶς οὖν δεομένοις αὐτοῖς ῥοπῆς γίνεται οἷον πῦρ ἐπὶ πυρὶ ὁ χειμών, καὶ φθείρει διὰ ταῦτα.
因此,由于他们只需要极小的倾斜,冬天便成为了“火上浇油”般的致命一击,并由于这些原因毁灭了他们。
§1.18Διὰ τί ἐν τοῖς ἑλώδεσι τὰ μὲν ἐν τῇ κεφαλῇ ἕλκη ταχὺ ὑγιάζεται, τὰ δὲ ἐν ταῖς κνήμαις μόλις;
为什么在沼泽地区,头部的伤口愈合得很快,而小腿的伤口却很难愈合?
ἢ ὅτι βαρεῖα ἡ ὑγρότης διὰ τὸ γεώδης εἶναι, τὰ δὲ βαρέα εἰς τὸ κάτω ἀποχωρεῖ;
或者是因为湿气因带有土性而沉重,而沉重之物会向下沉降?
τὰ μὲν οὖν ἄνω ἔκκριτα διὰ τὸ ἀποκεχωρηκέναι εἰς τὰ κάτω, τὰ δὲ κάτω πολλῆς γέμει περιττώσεως καὶ εὐσήπτου.
因此,上方的伤口因为湿气沉降到下方而得以排净,而下方的伤口则充满了大量且易于腐烂的残留废物。
§1.19Διὰ τί, ἐὰν τοῦ χειμῶνος γενομένου βορείου καὶ τοῦ ἔαρος νοτίου καὶ ἐπόμβρου τὸ θέρος λίαν αὐχμηρὸν γένηται, θανατῶδες γίνεται τὸ μετόπωρον πᾶσιν, μάλιστα δὲ τοῖς παιδίοις, καὶ τοῖς ἄλλοις δὲ δυσεντερίαι καὶ τεταρταῖοι χρόνιοι γίνονται ἐν αὐτῷ;
为什么如果冬天是北风,春天是南风且多雨,而夏天变得极其干燥,秋天就会对所有人——尤其是儿童——造成致命的危害,而对其他人来说,则会在此时发生痢疾和慢性的四日疟?
ἢ ὅτι μετρίου μὲν ἐπιγενομένου ὕδατος θερινοῦ καταψυχθὲν τὸ ζέον ὑγρὸν ἐν ἡμῖν λωφᾷ, ὅσον ἠθροίσθη ἐν τῷ ἦρι γενομένῳ τῷ ὑγρῷ;
或者是因为,如果随后下起适度的夏雨,我们体内沸腾的湿气(在湿润的春季所积累的量)就会被冷却并平息下来?
εἰ δὲ μή, τὰ μὲν παιδία διὰ τὸ ὑγρὰ φύσει καὶ θερμὰ εἶναι ὑπερζεῖ τῷ πάθει, διὰ τὸ μὴ καταψυχθῆναι.
但如果并非如此,儿童由于天生湿润且温热,就会因为没有得到冷却而使这种病态剧烈沸腾。
ὅσα δὲ μὴ τοῦ θέρους, τοῦ μετοπώρου ὅσον ἐκζεῖ.
而夏天没有沸腾殆尽的部分,就会在秋天沸腾。
αἱ δὲ περιττώσεις ἐὰν μὴ εὐθὺς ἀνέλωσι, περὶ πνεύμονα καὶ ἀρτηρίαν γινόμεναι γὰρ ἄνω πρῶται συνίστανται διὰ τὸ ὑπὸ τοῦ ἀέρος ἡμᾶς θερμαίνεσθαι· διὰ γὰρ ταῦτα καὶ ὀφθαλμίαι πυρετῶν πρότερον γίνονται ἐν τῷ νοσερῷ θέρει.
如果残留废物没有立刻被消耗掉,它们首先会聚集在上方,即肺部和气管周围,因为我们被空气加热(正是因为这些原因,在多病的夏天,眼炎甚至比发热更早发生)。
- ἐὰν οὖν μὴ ἐν τοῖς ἄνω, καθάπερ εἴρηται, τὰ περιττώματα εὐθὺς ἀνέλῃ, καταβαίνουσιν εἰς τὰς κοιλίας ἄπεπτα ὄντα, τοῦτο δέ ἐστι δυσεντερία, διὰ τὸ μὴ ἐκκρίνεσθαι ὑπὸ πλήθους τὸ ὑγρόν.
因此,如果如前所述,残留废物未能立刻在上方被消耗,它们就会在未消化的情况下流向下腹,这就是痢疾,因为湿气由于量多而无法排出。
καὶ ἐὰν παύσωνται, τεταρταῖοι γίνονται τοῖς σωζομένοις· ἡ γὰρ τοῦ ἀπέπτου ὑπόστασις μονιμωτάτη ἐστὶ καὶ σύντονος γίνεται τῷ σώματι, καθάπερ ἡ μέλαινα χολή.
如果它们停止,对于幸存者来说就会转化为四日疟;因为未消化物质的沉积物是最持久的,并且会像黑胆汁一样在体内牢固确立。