Humanitext Reader

アリストテレス · 政治学 §8.1341b

専門的演奏の否定と音楽がもつ多様な効用

154 / 155 箇所 · ギリシア語

要旨

アテナのアウロス投棄に関する神話を解釈して専門的音楽教育を非難した後、第7章に入りハルモニアとリズムの教育的分類に着手し、音楽が持つ多角的な効用(教育、カタルシス、消遣、休息)を提示する。

§8.1341bκαὶ πάντα τὰ δεόμενα χειρουργικῆς ἐπιστήμης.
また、手仕事の知識を必要とするすべての楽器も[退けられた]。
εὐλόγως δʼ ἔχει καὶ τὸ περὶ τῶν αὐλῶν ὑπὸ τῶν ἀρχαίων μεμυθολογημένον.
また、古代の人々によってアウロスについて語られている神話も、理にかなっている。
φασὶ γὰρ δὴ τὴν Ἀθηνᾶν εὑροῦσαν ἀποβαλεῖν τοὺς αὐλούς.
というのも、アテナがアウロスを発見したものの、それを投げ捨てたと彼らは言っているからである。
οὐ κακῶς μὲν οὖν ἔχει φάναι καὶ διὰ τὴν ἀσχημοσύνην τοῦ προσώπου τοῦτο ποιῆσαι δυσχεράνασαν τὴν θεόν·
したがって、顔が見苦しくなることを嫌って女神がそうしたのだと言うことも、悪くはない。
οὐ μὴν ἀλλὰ μᾶλλον εἰκὸς ὅτι πρὸς τὴν διάνοιαν οὐθέν ἐστιν ἡ παιδεία τῆς αὐλήσεως, τῇ δὲ Ἀθηνᾷ τὴν ἐπιστήμην περιτίθεμεν καὶ τὴν τέχνην.
しかしながら、アウロス演奏の学習が知性に対して何ら資するところがないのに対し、我々がアテナには知識と技術を帰しているからであるとする方が、より理に適っている。
ἐπεὶ δὲ τῶν τε ὀργάνων καὶ τῆς ἐργασίας ἀποδοκιμάζομεν τὴν τεχνικὴν παιδείαν (τεχνικὴν δὲ τίθεμεν τὴν πρὸς τοὺς ἀγῶνας·
ところで、我々は楽器に関してもその演奏に関しても、専門的な教育を退けるのであるが、(そして、専門的とはコンクールに資するもののことであるとする。
ἐν ταύτῃ γὰρ ὁ πράττων οὐ τῆς αὑτοῦ μεταχειρίζεται χάριν ἀρετῆς, ἀλλὰ τῆς τῶν ἀκουόντων ἡδονῆς, καὶ ταύτης φορτικῆς, διόπερ οὐ τῶν ἐλευθέρων κρίνομεν εἶναι τὴν ἐργασίαν, ἀλλὰ θητικωτέραν·
というのも、これにおいて演奏する者は自分自身の徳のために取り組むのではなく、聴き手の快楽のため、それも下俗な快楽のために取り組むのであり、それゆえ我々はこの演奏を自由人のものではなく、むしろ雇われ人の仕事に近いと判定するからである。
καὶ βαναύσους δὴ συμβαίνει γίγνεσθαι·
実際、彼らは卑俗な者になってしまう。
πονηρὸς γὰρ ὁ σκοπὸς πρὸς ὃν ποιοῦνται τὸ τέλος·
なぜなら、彼らが目指す目的の方向性が悪いからである。
ὁ γὰρ θεατὴς φορτικὸς ὢν μεταβάλλειν εἴωθε τὴν μουσικήν, ὥστε καὶ τοὺς τεχνίτας τοὺς πρὸς αὐτὸν μελετῶντας αὐτούς τε ποιούς τινας ποιεῖ καὶ τὰ σώματα διὰ τὰς κινήσεις), σκεπτέον δή τι περί τε τὰς ἁρμονίας καὶ τοὺς ῥυθμούς, καὶ πρὸς παιδείαν πότερον πάσαις χρηστέον ταῖς ἁρμονίαις καὶ πᾶσι τοῖς ῥυθμοῖς ἢ διαιρετέον, ἔπειτα τοῖς πρὸς παιδείαν διαπονοῦσι πότερον τὸν αὐτὸν διορισμὸν θήσομεν ἢ δεῖ τινα ἕτερον.
というのも、観客は下俗であるため、音楽を歪めてしまうのが常であり、その結果、観客に合わせて練習する専門家たち自身をも、ある種の性質の者にし、彼らの体をもその動きによってそのようにしてしまうからである)、さて、ハルモニアとリズムについて、何らかの考察をせねばならない。 教育に対して、すべてのハルモニアとすべてのリズムを用いるべきなのか、それとも区分すべきなのか、次に、教育のために励む者たちに対して、同じ規定を設けるべきなのか、それとも何か別の規定が必要なのか。
ἐπεὶ δὴ τὴν μὲν μουσικὴν ὁρῶμεν διὰ μελοποιίας καὶ ῥυθμῶν οὖσαν, τούτων δʼ ἑκάτερον οὐ δεῖ λεληθέναι τίνα δύναμιν ἔχει πρὸς παιδείαν, καὶ πότερον προαιρετέον μᾶλλον τὴν εὐμελῆ μουσικὴν ἢ τὴν εὔρυθμον, νομίσαντες οὖν πολλὰ καλῶς λέγειν περὶ τούτων τῶν τε νῦν μουσικῶν ἐνίους καὶ τῶν ἐκ φιλοσοφίας ὅσοι τυγχάνουσιν ἐμπείρως ἔχοντες τῆς περὶ τὴν μουσικὴν παιδείας, τὴν μὲν καθʼ ἕκαστον ἀκριβολογίαν ἀποδώσομεν ζητεῖν τοῖς βουλομένοις παρʼ ἐκείνων, νῦν δὲ νομικῶς διέλωμεν, τοὺς τύπους μόνον εἰπόντες περὶ αὐτῶν.
音楽が旋律作製とリズムを通じて存在していることは分かっているが、これら二つのそれぞれが、教育に対してどのような力を持っているか、また、旋律の美しい音楽とリズムの美しい音楽のどちらをより選択すべきであるか(を見落としてはならない)。 したがって、今日の音楽家たちのうちの何人かや、哲学者たちのうちで音楽に関する教育に経験が深く、これらの点について多くのことを美しく語っている人々がいると考え、個々の点についての精密な議論は、それを望む者が彼らのもとで探求するに任せることとし、今は法規としての観点から、これらについて大要のみを述べて区分することにしよう。
ἐπεὶ δὲ τὴν διαίρεσιν ἀποδεχόμεθα τῶν μελῶν ὡς διαιροῦσί τινες τῶν ἐν φιλοσοφίᾳ, τὰ μὲν ἠθικὰ τὰ δὲ πρακτικὰ τὰ δʼ ἐνθουσιαστικὰ τιθέντες, καὶ τῶν ἁρμονιῶν τὴν φύσιν τὴν πρὸς ἕκαστα τούτων οἰκείαν, ἄλλην πρὸς ἄλλο μέρος, τιθέασι, φαμὲν δʼ οὐ μιᾶς ἕνεκεν ὠφελείας τῇ μουσικῇ χρῆσθαι δεῖν ἀλλὰ καὶ πλειόνων χάριν (καὶ γὰρ παιδείας ἕνεκεν καὶ καθάρσεως—τί δὲ λέγομεν τὴν κάθαρσιν, νῦν μὲν ἁπλῶς, πάλιν δʼ ἐν τοῖς περὶ ποιητικῆς ἐροῦμεν σαφέστερον—τρίτον δὲ πρὸς διαγωγὴν πρὸς ἄνεσίν τε καὶ πρὸς τὴν τῆς συντονίας ἀνάπαυσιν),
さて、我々は哲学者たちのうちのある人々が旋律を区分している方法、すなわち、あるものを倫理的なもの、別のものを実践的なもの、また別のものを熱狂的なものと規定する区分を受け入れるが、そして彼らは、ハルモニアの性質もこれら各々に固有なものとして、異なる部分には異なるハルモニアを配している。 だが、我々は音楽をただ一つの便益のために用いるべきではなく、むしろ複数の目的のために用いるべきであると主張する。 (すなわち、教育のため、およびカタルシス(浄化)のためであり――カタルシスについて何を意味するかは、今は大まかに述べ、のちに『詩学』においてより明確に語ることにする――、第三に知的慰楽のため、さらに弛緩と、緊張からの休息のためである。 )

語釈・文法注

  1. 1341bκαὶ πάντα τὰ δεόμενα χειρουργικῆς ἐπιστήμης. — この文節には動詞がないが、前文(1341a38)の受動態動詞 ἀπεδοκιμάσθη(退けられた)を共有しており、中性複数主格の πάντα... がその主語として継続している。
  2. 1341b5οὐ κακῶς μὲν οὖν ἔχει φάναι καὶ διὰ τὴν ἀσχημοσύνην τοῦ προσώπου τοῦτο ποιῆσαι δυσχεράνασαν τὴν θεόν· — οὐ κακῶς ἔχει(〜と言うのも悪くはない)が不定詞 φάναι を支配し、さらに φάναι が対格不定詞構文(A.c.I.)を導く。その意味上の主語は対格の τὴν θεόν(省略されているが、一致する女性単数対格分詞 δυσχεράνασαν から明白)であり、不定詞は ποιῆσαι である。分詞 δυσχεράνασαν は原因(不快に思ったため)を表す。
  3. 1341b30νομίσαντες οὖν πολλὰ καλῶς λέγειν περὶ τούτων... τὴν μὲν καθʼ ἕκαστον ἀκριβολογίαν ἀποδώσομεν — 主節の1人称複数主動詞 ἀποδώσομεν に一致する主格分詞 νομίσαντες(男性複数)が導く構文。νομίσαντες はその目的語として対格不定詞構文 πολλὰ καλῶς λέγειν を伴い、その意味上の主語は属格(των... μουσικῶν...)を伴う対格名詞 ἐνίους および関係節(ὅσοι...)である。
  4. 1341b38τί δὲ λέγομεν τὴν κάθαρσιν, νῦν μὲν ἁπλῶς, πάλιν δʼ ἐν τοῖς περὶ ποιητικῆς ἐροῦμεν σαφέστερον — τί δὲ λέγομεν τὴν κάθαρσιν は、直接疑問の語順を持ちながら、主動詞 ἐροῦμεν の目的語(またはそれに関連する名詞節)として機能している。文の前半部 νῦν μὲν ἁπλῶς には、「今は大まかに述べるが」という意味で動詞 ἐροῦμεν の省略、あるいはそれと同等の述語の省略を補って解釈する。

この箇所を引用する

アリストテレス, 政治学 §8.1341b. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0086.tlg035.humanitext-grc2:8.1341b

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。