§8.1342aφανερὸν ὅτι χρηστέον μὲν πάσαις ταῖς ἁρμονίαις, οὐ τὸν αὐτὸν δὲ τρόπον πάσαις χρηστέον, ἀλλὰ πρὸς μὲν τὴν παιδείαν ταῖς ἠθικωτάταις, πρὸς δὲ ἀκρόασιν ἑτέρων χειρουργούντων καὶ ταῖς πρακτικαῖς καὶ ταῖς ἐνθουσιαστικαῖς.
明らかなことは、すべてのハルモニアを用いるべきではあるが、すべてのハルモニアを同一の方法で用いるべきではなく、むしろ教育のためには最も道徳的なハルモニアを用い、他人が演奏するのを聴くためには、実働的なハルモニアや熱狂的なハルモニアも用いるべきである、ということである。
ὃ γὰρ περὶ ἐνίας συμβαίνει πάθος ψυχὰς ἰσχυρῶς, τοῦτο ἐν πάσαις ὑπάρχει, τῷ δὲ ἧττον διαφέρει καὶ τῷ μᾶλλον, οἷον ἔλεος καὶ φόβος, ἔτι δʼ ἐνθουσιασμός·
というのも、いくつかの魂に強く生じる感情は、すべての魂に存在しており、ただ程度の多少によって異なっているにすぎないからである。 例えば、哀れみや恐れ、さらには熱狂がそうである。
καὶ γὰρ ὑπὸ ταύτης τῆς κινήσεως κατοκώχιμοί τινές εἰσιν, ἐκ τῶν δʼ ἱερῶν μελῶν ὁρῶμεν τούτους, ὅταν χρήσωνται τοῖς ἐξοργιάζουσι τὴν ψυχὴν μέλεσι, καθισταμένους ὥσπερ ἰατρείας τυχόντας καὶ καθάρσεως·
実際、この運動によって取り憑かれやすくなる人々がいるが、神聖な旋律から、彼らが魂を熱狂させる旋律を用いたときに、あたかも治療や浄化(カタルシス)を得たかのように、落ち着きを取り戻すのを我々は目にしている。
ταὐτὸ δὴ τοῦτο ἀναγκαῖον πάσχειν καὶ τοὺς ἐλεήμονας καὶ τοὺς φοβητικοὺς καὶ τοὺς ὅλως παθητικούς, τοὺς ἄλλους καθʼ ὅσον ἐπιβάλλει τῶν τοιούτων ἑκάστῳ, καὶ πᾶσι γίγνεσθαί τινα κάθαρσιν καὶ κουφίζεσθαι μεθʼ ἡδονῆς.
これと全く同じことを、憐れみ深い人々や恐れを抱きやすい人々、そして一般に感受性の強い人々、またその他の人々も、そのような感情が各自に加わる度合いに応じて、経験せざるを得ないのであり、すべての人に何らかの浄化が生じ、快楽を伴って軽くなるのである。
ὁμοίως δὲ καὶ τὰ μέλη τὰ πρακτικὰ παρέχει χαρὰν ἀβλαβῆ τοῖς ἀνθρώποις·
同様に、実働的な旋律も人々に無害な喜びを提供する。
διὸ ταῖς μὲν τοιαύταις ἁρμονίαις καὶ τοῖς τοιούτοις μέλεσιν θετέον τοὺς τὴν θεατρικὴν μουσικὴν μεταχειριζομένους ἀγωνιστάς·
それゆえ、劇場用の音楽を扱う競技者たちには、このようなハルモニアやこのような旋律を競わせるように規定すべきである。
ἐπεὶ δʼ ὁ θεατὴς διττός, ὁ μὲν ἐλεύθερος καὶ πεπαιδευμένος, ὁ δὲ φορτικὸς ἐκ βαναύσων καὶ θητῶν καὶ ἄλλων τοιούτων συγκείμενος, ἀποδοτέον ἀγῶνας καὶ θεωρίας καὶ τοῖς τοιούτοις πρὸς ἀνάπαυσιν·
ところで、観客は二通り、すなわち一方は自由人で教養ある者であり、他方は職人や雇われ人やその他のそのような者たちからなる下俗な者であるから、このような人々に対しても、休息のために競技や観劇を提供すべきである。
εἰσὶ δὲ ὥσπερ αὐτῶν αἱ ψυχαὶ παρεστραμμέναι τῆς κατὰ φύσιν ἕξεως—οὕτω καὶ τῶν ἁρμονιῶν παρεκβάσεις εἰσὶ καὶ τῶν μελῶν τὰ σύντονα καὶ παρακεχρωσμένα, ποιεῖ δὲ τὴν ἡδονὴν ἑκάστοις τὸ κατὰ φύσιν οἰκεῖον, διόπερ ἀποδοτέον ἐξουσίαν τοῖς ἀγωνιζομένοις πρὸς τὸν θεατὴν τὸν τοιοῦτον τοιούτῳ τινὶ χρῆσθαι τῷ γένει τῆς μουσικῆς.
そして、彼ら自身の魂が自然な状態から歪められているように、ハルモニアの逸脱や、旋律の緊張したものや変調されたものが存在する。 そして、各自にとって自然に適したものが快楽を生み出す。 それゆえ、そのような観客に対して競う者たちには、この種の音楽ジャンルを用いる自由を与えるべきである。
πρὸς δὲ παιδείαν, ὥσπερ εἴρηται, τοῖς ἠθικοῖς τῶν μελῶν χρηστέον καὶ ταῖς ἁρμονίαις ταῖς τοιαύταις.
しかし教育に対しては、先に言われたように、道徳的な旋律と、そのようなハルモニアを用いるべきである。
τοιαύτη δʼ ἡ δωριστί, καθάπερ εἴπομεν πρότερον·
そして、ドリア調がそのようなものであり、我々が以前言った通りである。
δέχεσθαι δὲ δεῖ κἄν τινα ἄλλην ἡμῖν δοκιμάζωσιν οἱ κοινωνοὶ τῆς ἐν φιλοσοφίᾳ διατριβῆς καὶ τῆς περὶ τὴν μουσικὴν παιδείας.
また、哲学の研究や音楽に関する教育に携わっている我々の仲間が、他に何か別のものを認めるなら、それも受け入れるべきである。
ὁ δʼ ἐν τῇ Πολιτείᾳ Σωκράτης οὐ καλῶς τὴν φρυγιστὶ μόνην καταλείπει μετὰ τῆς δωριστί, καὶ ταῦτα ἀποδοκιμάσας τῶν ὀργάνων τὸν αὐλόν.
しかし『国家』におけるソクラテスは、ドリア調とともにフリギア調だけを残したのは良くない。 それも、楽器の中でアウロスを退けておきながら、そうしたのである。
§8.1342bἔχει γὰρ τὴν αὐτὴν δύναμιν ἡ φρυγιστὶ τῶν ἁρμονιῶν ἥνπερ αὐλὸς ἐν τοῖς ὀργάνοις·
というのも、ハルモニアにおけるフリギア調は、楽器におけるアウロスと全く同じ力を持っているからである。
ἄμφω γὰρ ὀργιαστικὰ καὶ παθητικά·
両方とも熱狂的で感情を刺激するものだからである。
. πᾶσα γὰρ βακχεία καὶ πᾶσα ἡ τοιαύτη κίνησις μάλιστα τῶν ὀργάνων ἐστὶν ἐν τοῖς αὐλοῖς, τῶν δʼ ἁρμονιῶν ἐν τοῖς φρυγιστὶ μέλεσι λαμβάνει ταῦτα τὸ πρέπον.
なぜなら、すべてのバッコス的狂乱や、そうしたあらゆる運動は、楽器の中ではとりわけアウロスのうちにあり、ハルモニアの中ではフリギア調の旋律において、これらにふさわしい表現を見出すからである。
δηλοῖ δʼ ἡ ποίησις, οἷον ὁ διθύραμβος ὁμολογουμένως εἶναι δοκεῖ Φρύγιον.
このことは詩作が示しており、例えばディテュランボスは合意の上でフリギア調であると考えられている。
καὶ τούτου πολλὰ παραδείγματα λέγουσιν οἱ περὶ τὴν σύνεσιν ταύτην, ἄλλα τε καὶ ὅτι Φιλόξενος ἐγχειρήσας ἐν τῇ δωριστὶ ποιῆσαι τοὺς Μύσους οὐχ οἷός τʼ ἦν, ἀλλʼ ὑπὸ τῆς φύσεως αὐτῆς ἐξέπεσεν εἰς τὴν φρυγιστὶ τὴν προσήκουσαν ἁρμονίαν πάλιν.
このことについて、この知識に通じた人々は多くの例を挙げており、特にフィロクセノスがドリア調において『ミュソス人』を作ろうと試みたが、できずに、自然そのものの力によって、再びふさわしいフリギア調へと逆戻りしたという例がある。
περὶ δὲ τῆς δωριστὶ πάντες ὁμολογοῦσιν ὡς στασιμωτάτης οὔσης καὶ μάλιστα ἦθος ἐχούσης ἀνδρεῖον.
ドリア調については、それが最も安定しており、最も勇敢な人柄を持っていると誰もが認めている。
ἔτι δὲ ἐπεὶ τὸ μέσον μὲν τῶν ὑπερβολῶν ἐπαινοῦμεν καὶ χρῆναι διώκειν φαμέν, ἡ δὲ δωριστὶ ταύτην ἔχει τὴν φύσιν πρὸς τὰς ἄλλας ἁρμονίας, φανερὸν ὅτι τὰ Δώρια μέλη πρέπει παιδεύεσθαι μᾶλλον τοῖς νεωτέροις.
さらに、我々は極端の中間を賞賛し、それを追及すべきだと言うのであるから、そしてドリア調が他のハルモニアに対してこのような中庸の性質を持っているのであるから、ドリア調の旋律こそが、若者たちが教育されるのにより適していることは明らかである。
εἰσὶ δὲ δύο σκοποί, τό τε δυνατὸν καὶ τὸ πρέπον·
ところで、二つの目標がある。 すなわち、可能なことと、ふさわしいことである。
καὶ γὰρ τὰ δυνατὰ δεῖ μεταχειρίζεσθαι μᾶλλον καὶ τὰ πρέποντα ἑκάστους.
というのも、各自は可能なこと、かつ、ふさわしいことに、より取り組むべきだからである。
ἔστι δὲ καὶ ταῦτα ὡρισμένα ταῖς ἡλικίαις, οἷον τοῖς ἀπειρηκόσι διὰ χρόνον οὐ ῥᾴδιον ᾄδειν τὰς συντόνους ἁρμονίας, ἀλλὰ τὰς ἀνειμένας ἡ φύσις ὑποβάλλει τοῖς τηλικούτοις.
そして、これらも年齢によって規定されている。 例えば、年齢のために衰えた人々にとって、緊張したハルモニアを歌うことは容易ではなく、自然はそのような年齢の人々に、弛緩したハルモニアを提示する。
διὸ καλῶς ἐπιτιμῶσι καὶ τοῦτο Σωκράτει τῶν περὶ τὴν μουσικήν τινες, ὅτι τὰς ἀνειμένας ἁρμονίας ἀποδοκιμάσειεν εἰς τὴν παιδίαν, ὡς μεθυστικὰς λαμβάνων αὐτάς, οὐ κατὰ τὴν τῆς μέθης δύναμιν, βακχευτικὸν γὰρ ἥ γε μέθη ποιεῖ μᾶλλον, ἀλλʼ ἀπειρηκυίας.
それゆえ、音楽に通じた人々の一部が、ソクラテスが弛緩したハルモニアを教育から退け、それらを泥酔をもたらすものと見なしたことに対して、これもまた正当に非難している。 泥酔の持つ力(というのも、むしろ泥酔は人をバッコス的に狂乱させる)のゆえにではなく、衰えさせる性質のゆえにそう見なしたことに対して非難しているのである。
ὥστε καὶ πρὸς τὴν ἐσομένην ἡλικίαν, τὴν τῶν πρεσβυτέρων, δεῖ καὶ τῶν τοιούτων ἁρμονιῶν ἅπτεσθαι καὶ τῶν μελῶν τῶν τοιούτων, ἔτι δʼ εἴ τίς ἐστι τοιαύτη τῶν ἁρμονιῶν ἣ πρέπει τῇ τῶν παίδων ἡλικίᾳ διὰ τὸ δύνασθαι κόσμον τʼ ἔχειν ἅμα καὶ παιδείαν, οἷον ἡ λυδιστὶ φαίνεται πεπονθέναι μάλιστα τῶν ἁρμονιῶν.
したがって、将来訪れる年齢、すなわち老人の年齢に対しても、そのようなハルモニアや、そのような旋律に触れるべきである。 さらに、もし子どもの年齢にふさわしい、同時に秩序と教育を併せ持つことができるようなハルモニアがあるなら――例えばリディア調はハルモニアの中で最もそのような性質を帯びているように思われるが――[それも用いるべきである]。
δῆλον οὖν ὅτι τούτους ὅρους τρεῖς ποιητέον εἰς τὴν παιδείαν, τό τε μέσον καὶ τὸ δυνατὸν καὶ τὸ πρέπον.
したがって、教育に対しては、これら三つの基準、すなわち中間、可能、ふさわしい、を設けるべきであることは明らかである。