§8.1341bκαὶ πάντα τὰ δεόμενα χειρουργικῆς ἐπιστήμης.
以及所有需要手艺知识的乐器也[被排斥了]。
εὐλόγως δʼ ἔχει καὶ τὸ περὶ τῶν αὐλῶν ὑπὸ τῶν ἀρχαίων μεμυθολογημένον.
而且古人关于奥洛斯管所传说的神话也是合理的。
φασὶ γὰρ δὴ τὴν Ἀθηνᾶν εὑροῦσαν ἀποβαλεῖν τοὺς αὐλούς.
因为他们说,雅典娜发现了奥洛斯管,却把它扔掉了。
οὐ κακῶς μὲν οὖν ἔχει φάναι καὶ διὰ τὴν ἀσχημοσύνην τοῦ προσώπου τοῦτο ποιῆσαι δυσχεράνασαν τὴν θεόν· οὐ μὴν ἀλλὰ μᾶλλον εἰκὸς ὅτι πρὸς τὴν διάνοιαν οὐθέν ἐστιν ἡ παιδεία τῆς αὐλήσεως, τῇ δὲ Ἀθηνᾷ τὴν ἐπιστήμην περιτίθεμεν καὶ τὴν τέχνην.
因此,说女神是因为嫌弃面容变得难看才这样做,也并无不可;然而,更有可能的理由是,吹奏奥洛斯管的教育对智慧并无贡献,而我们把知识和技艺归属于雅典娜。
ἐπεὶ δὲ τῶν τε ὀργάνων καὶ τῆς ἐργασίας ἀποδοκιμάζομεν τὴν τεχνικὴν παιδείαν (τεχνικὴν δὲ τίθεμεν τὴν πρὸς τοὺς ἀγῶνας· ἐν ταύτῃ γὰρ ὁ πράττων οὐ τῆς αὑτοῦ μεταχειρίζεται χάριν ἀρετῆς, ἀλλὰ τῆς τῶν ἀκουόντων ἡδονῆς, καὶ ταύτης φορτικῆς, διόπερ οὐ τῶν ἐλευθέρων κρίνομεν εἶναι τὴν ἐργασίαν, ἀλλὰ θητικωτέραν· καὶ βαναύσους δὴ συμβαίνει γίγνεσθαι· πονηρὸς γὰρ ὁ σκοπὸς πρὸς ὃν ποιοῦνται τὸ τέλος· ὁ γὰρ θεατὴς φορτικὸς ὢν μεταβάλλειν εἴωθε τὴν μουσικήν, ὥστε καὶ τοὺς τεχνίτας τοὺς πρὸς αὐτὸν μελετῶντας αὐτούς τε ποιούς τινας ποιεῖ καὶ τὰ σώματα διὰ τὰς κινήσεις),
σκεπτέον δή τι περί τε τὰς ἁρμονίας καὶ τοὺς ῥυθμούς, καὶ πρὸς παιδείαν πότερον πάσαις χρηστέον ταῖς ἁρμονίαις καὶ πᾶσι τοῖς ῥυθμοῖς ἢ διαιρετέον, ἔπειτα τοῖς πρὸς παιδείαν διαπονοῦσι πότερον τὸν αὐτὸν διορισμὸν θήσομεν ἢ δεῖ τινα ἕτερον.
既然我们排斥关于乐器和演奏两方面的专业教育,(我们把针对于竞技的教育规定为“专业”;因为在这种教育中,演奏者不是为了自身的德行而练习,而是为了听众的快乐,且是庸俗的快乐,因此我们判定这种演奏不属于自由人,而是更具有雇工性质;他们确实碰巧变得粗俗;因为他们将终点导向的目标是卑劣的;因为观众是庸俗的,习惯于改变音乐,以至于使那些为他们而练习的专业艺人自身也变成了某种特定性质的人,由于动作的关系,他们的身体也变成了那样),那么,关于和声和节奏,我们必须进行一些考察,以及就教育而言,是应该使用所有的和声和所有的节奏,还是应该加以划分,其次,对于为教育而努力的人,我们是应当规定相同的界限,还是需要某种其他的界限。
ἐπεὶ δὴ τὴν μὲν μουσικὴν ὁρῶμεν διὰ μελοποιίας καὶ ῥυθμῶν οὖσαν, τούτων δʼ ἑκάτερον οὐ δεῖ λεληθέναι τίνα δύναμιν ἔχει πρὸς παιδείαν, καὶ πότερον προαιρετέον μᾶλλον τὴν εὐμελῆ μουσικὴν ἢ τὴν εὔρυθμον, νομίσαντες οὖν πολλὰ καλῶς λέγειν περὶ τούτων τῶν τε νῦν μουσικῶν ἐνίους καὶ τῶν ἐκ φιλοσοφίας ὅσοι τυγχάνουσιν ἐμπείρως ἔχοντες τῆς περὶ τὴν μουσικὴν παιδείας, τὴν μὲν καθʼ ἕκαστον ἀκριβολογίαν ἀποδώσομεν ζητεῖν τοῖς βουλομένοις παρʼ ἐκείνων, νῦν δὲ νομικῶς διέλωμεν, τοὺς τύπους μόνον εἰπόντες περὶ αὐτῶν.
既然我们看到音乐是通过作曲和节奏而存在的,而这两者中每一个对于教育具有什么样的力量,这是我们不应忽视的,以及我们应当更倾向于选择优美旋律的音乐还是优美节奏的音乐,既然我们认为,现在的音乐家中的某些人,以及哲学界中那些恰好对音乐教育有经验的人,关于这些问题已经有很多精彩的论述,因此,对于每一个细节的精密讨论,我们将留给那些希望向他们寻求的人,而现在我们仅从法度上予以划分,只说明它们的大致轮廓。
ἐπεὶ δὲ τὴν διαίρεσιν ἀποδεχόμεθα τῶν μελῶν ὡς διαιροῦσί τινες τῶν ἐν φιλοσοφίᾳ, τὰ μὲν ἠθικὰ τὰ δὲ πρακτικὰ τὰ δʼ ἐνθουσιαστικὰ τιθέντες, καὶ τῶν ἁρμονιῶν τὴν φύσιν τὴν πρὸς ἕκαστα τούτων οἰκείαν, ἄλλην πρὸς ἄλλο μέρος, τιθέασι, φαμὲν δʼ οὐ μιᾶς ἕνεκεν ὠφελείας τῇ μουσικῇ χρῆσθαι δεῖν ἀλλὰ καὶ πλειόνων χάριν (καὶ γὰρ παιδείας ἕνεκεν καὶ καθάρσεως—τί δὲ λέγομεν τὴν κάθαρσιν, νῦν μὲν ἁπλῶς, πάλιν δʼ ἐν τοῖς περὶ ποιητικῆς ἐροῦμεν σαφέστερον—τρίτον δὲ πρὸς διαγωγὴν πρὸς ἄνεσίν τε καὶ πρὸς τὴν τῆς συντονίας ἀνάπαυσιν),
既然我们采纳了哲学界某些人对旋律的划分,即将一些划分为伦理的,一些划分为实践的,另一些划分为热狂的,并且他们认为和声的性质也是与这每一类相对应的,即不同的和声适用于不同的部分;而我们说,不应当为了单一的益处而使用音乐,而应当为了更多的目的(即,为了教育,也为了净化——至于我们所说的净化是什么意思,现在仅作简单说明,日后在《诗学》中我们将说得更清楚——第三是为了消遣,以及为了松弛和紧张后的休息),