§8.1340aτιμιωτέρα δʼ αὐτῆς ἡ φύσις ἐστὶν ἢ κατὰ τὴν εἰρημένην χρείαν, καὶ δεῖ μὴ μόνον τῆς κοινῆς ἡδονῆς μετέχειν ἀπʼ αὐτῆς, ἧς ἔχουσι πάντες αἴσθησιν (ἔχει γὰρ ἡ μουσική τινʼ ἡδονὴν φυσικήν, διὸ πάσαις ἡλικίαις καὶ πᾶσιν ἤθεσιν ἡ χρῆσις αὐτῆς ἐστι προσφιλής), ἀλλʼ ὁρᾶν εἴ πῃ καὶ πρὸς τὸ ἦθος συντείνει καὶ πρὸς τὴν ψυχήν.
音楽の自然な本性は、先に述べられた有用性よりも貴いものであり、われわれは音楽に由来しすべての人が感覚することのできる共通の快楽(なぜなら音楽は一種の自然な快楽を有しており、それゆえすべての年齢やあらゆる品性にとって音楽を用いることは好ましいからである)を享受するだけでなく、音楽がキャラクターや魂に対しても何らかの作用を及ぼしているかどうかを見極めなければならない。
τοῦτο δʼ ἂν εἴη δῆλον, εἰ ποιοί τινες τὰ ἤθη γιγνόμεθα διʼ αὐτῆς.
もしわれわれが音楽を通じて、キャラクターが何らかの性質を帯びるようになるのだとすれば、このことは明らかになるだろう。
ἀλλὰ μὴν ὅτι γιγνόμεθα ποιοί τινες, φανερὸν διὰ πολλῶν μὲν καὶ ἑτέρων, οὐχ ἥκιστα δὲ καὶ διὰ τῶν Ὀλύμπου μελῶν·
しかし、われわれが何らかの性質を帯びるようになるということは、他の多くの事例からも明らかであるが、とりわけオリンポスの旋律によっても明らかである。
ταῦτα γὰρ ὁμολογουμένως ποιεῖ τὰς ψυχὰς ἐνθουσιαστικάς, ὁ δʼ ἐνθουσιασμὸς τοῦ περὶ τὴν ψυχὴν ἤθους πάθος ἐστίν.
実際、これらの旋律は異論なく魂を熱狂に満ちたものにさせるのであり、熱狂とは魂に関するキャラクターの情動だからである。
ἔτι δὲ ἀκροώμενοι τῶν μιμήσεων γίγνονται πάντες συμπαθεῖς, καὶ χωρὶς τῶν ῥυθμῶν καὶ τῶν μελῶν αὐτῶν.
さらに、表現されたものを聴くとき、誰もが、リズムや旋律そのものを切り離してさえ、共感を覚える。
ἐπεὶ δὲ συμβέβηκεν εἶναι τὴν μουσικὴν τῶν ἡδέων, τὴν δʼ ἀρετὴν περὶ τὸ χαίρειν ὀρθῶς καὶ φιλεῖν καὶ μισεῖν, δεῖ δηλονότι μανθάνειν καὶ συνεθίζεσθαι μηθὲν οὕτως ὡς τὸ κρίνειν ὀρθῶς καὶ τὸ χαίρειν τοῖς ἐπιεικέσιν ἤθεσι καὶ ταῖς καλαῖς πράξεσιν·
また、音楽が快いものの一つであり、徳とは正しく喜び、愛し、憎むことに関わっているのであるから、正しく判断すること、そして高潔なキャラクターや美わしい行為を喜ぶこと以上に学ばれ、習慣づけられるべきものはないことは明白である。
ἔστι δὲ ὁμοιώματα μάλιστα παρὰ τὰς ἀληθινὰς φύσεις ἐν τοῖς ῥυθμοῖς καὶ τοῖς μέλεσιν ὀργῆς καὶ πραότητος, ἔτι δʼ ἀνδρείας καὶ σωφροσύνης καὶ πάντων τῶν ἐναντίων τούτοις καὶ τῶν ἄλλων ἠθικῶν (δῆλον δὲ ἐκ τῶν ἔργων·
ところが、怒りや温和、さらには勇気や節制、そしてこれらと反対のすべてのもの、またその他の道徳的な特性に対して、本来の本性に極めて近い類似物がリズムや旋律の中に存在している(このことは実際の結果からも明らかである。
μεταβάλλομεν γὰρ τὴν ψυχὴν ἀκροώμενοι τοιούτων)·
なぜなら、そうしたものを聴くとき、われわれは魂の変化を被るからである)。
ὁ δʼ ἐν τοῖς ὁμοίοις ἐθισμὸς τοῦ λυπεῖσθαι καὶ χαίρειν ἐγγύς ἐστι τῷ πρὸς τὴν ἀλήθειαν τὸν αὐτὸν ἔχειν τρόπον (οἷον εἴ τις χαίρει τὴν εἰκόνα τινὸς θεώμενος μὴ διʼ ἄλλην αἰτίαν ἀλλὰ διὰ τὴν μορφὴν αὐτήν, ἀναγκαῖον τούτῳ καὶ αὐτοῦ ἐκείνου τὴν θεωρίαν, οὗ τὴν εἰκόνα θεωρεῖ, ἡδεῖαν εἶναι).
類似したものの中で苦しみ、喜ぶ習慣を身につけることは、真実に対してもそれと同じ態度を保持することに近い(例えば、ある画像の姿そのものを見て、他の理由からではなくその姿そのもののゆえに喜ぶ者にとっては、その画像を眺めているところの対象そのものを眺めることもまた快いものであることが必然であるように)。
συμβέβηκε δὲ τῶν αἰσθητῶν ἐν μὲν τοῖς ἄλλοις μηδὲν ὑπάρχειν ὁμοίωμα τοῖς ἤθεσιν, οἷον ἐν τοῖς ἁπτοῖς καὶ τοῖς γευστοῖς, ἀλλʼ ἐν τοῖς ὁρατοῖς ἠρέμα (σχήματα γὰρ ἔστι τοιαῦτα, ἀλλʼ ἐπὶ μικρόν, κοὐ πάντες τῆς τοιαύτης αἰσθήσεως κοινωνοῦσιν·
そして、感覚されるもののうち、他のもの、例えば触覚されるものや味覚されるものの中には、キャラクターに類似するものは何も存在しないが、視覚されるものの中にはわずかに存在する(なぜなら、そのような形態は存在するが、ごくわずかであり、すべての人がそのような感覚を分かち持っているわけではないからである。
ἔτι δὲ οὐκ ἔστι ταῦτα ὁμοιώματα τῶν ἠθῶν, ἀλλὰ σημεῖα μᾶλλον τὰ γιγνόμενα σχήματα καὶ χρώματα τῶν ἠθῶν, καὶ ταῦτʼ ἐστὶν ἐπίσημα ἐν τοῖς πάθεσιν·
さらに、それらはキャラクターの類似物ではなく、むしろ生じる形態や色彩はキャラクターの徴標であり、これらは情念に際して際立つものである。
οὐ μὴν ἀλλʼ ὅσον διαφέρει καὶ περὶ τὴν τούτων θεωρίαν, δεῖ μὴ τὰ Παύσωνος θεωρεῖν τοὺς νέους, ἀλλὰ τὰ Πολυγνώτου κἂν εἴ τις ἄλλος τῶν γραφέων ἢ τῶν ἀγαλματοποιῶν ἐστιν ἠθικός), ἐν δὲ τοῖς μέλεσιν αὐτοῖς ἔστι μιμήματα τῶν ἠθῶν (καὶ τοῦτʼ ἐστὶ φανερόν·
とはいえ、これらの鑑賞に関しても相違がある限りにおいて、若者たちはパウソンの絵画ではなく、ポリュグノトスや、画家のうちあるいは彫刻家のうちでキャラクターを描くのが巧みな他の誰かの作品を鑑賞すべきである)。 それに対して、旋律そのものの中には、キャラクターの模倣が存在する(そしてこのことは明らかである。
εὐθὺς γὰρ ἡ τῶν ἁρμονιῶν διέστηκε φύσις, ὥστε ἀκούοντας ἄλλως διατίθεσθαι καὶ μὴ τὸν αὐτὸν ἔχειν τρόπον πρὸς ἑκάστην αὐτῶν, ἀλλὰ πρὸς μὲν ἐνίας ὀδυρτικωτέρως καὶ συνεστηκότως μᾶλλον,
なぜなら、調子の本性は直ちに異なっており、それゆえ聴く者はそれぞれに対して異なる状態に置かれ、各々に対して同じ態度を保てないからである。 あるものに対しては、より哀悼に満ち、より引き締まった気持ちになるし、...)