Humanitext Reader

亚里士多德 · 政治学 §8.1340a

音乐对灵魂性格的塑造与情感摹仿

第 151 段,共 155 段 · 希腊语

内容简介

亚里士多德论证了音乐具有塑造道德性格的力量,而不仅限于休闲娱乐,这通过奥林匹斯旋律所引起的狂热以及节奏和旋律中蕴含的情感相似物得到了证明。他指出,与仅提供性格征标的视觉艺术不同,音乐直接包含性格的摹仿,因此在教育中至关重要。

§8.1340aτιμιωτέρα δʼ αὐτῆς ἡ φύσις ἐστὶν ἢ κατὰ τὴν εἰρημένην χρείαν, καὶ δεῖ μὴ μόνον τῆς κοινῆς ἡδονῆς μετέχειν ἀπʼ αὐτῆς, ἧς ἔχουσι πάντες αἴσθησιν (ἔχει γὰρ ἡ μουσική τινʼ ἡδονὴν φυσικήν, διὸ πάσαις ἡλικίαις καὶ πᾶσιν ἤθεσιν ἡ χρῆσις αὐτῆς ἐστι προσφιλής), ἀλλʼ ὁρᾶν εἴ πῃ καὶ πρὸς τὸ ἦθος συντείνει καὶ πρὸς τὴν ψυχήν.
音乐的自然本性比上述的用途更为高贵,并且我们不仅应当分享由于它而产生的、每个人都能感受到的共同快乐(因为音乐具有某种天然的快乐,因此在所有年龄段和所有性格的人中,对它的使用都是受欢迎的),而且还应当看看它是否在某种程度上也影响到性格和灵魂。
τοῦτο δʼ ἂν εἴη δῆλον, εἰ ποιοί τινες τὰ ἤθη γιγνόμεθα διʼ αὐτῆς.
如果我们通过它使我们的性格变成某种品质,那么这一点就会变得很明显。
ἀλλὰ μὴν ὅτι γιγνόμεθα ποιοί τινες, φανερὸν διὰ πολλῶν μὲν καὶ ἑτέρων, οὐχ ἥκιστα δὲ καὶ διὰ τῶν Ὀλύμπου μελῶν· ταῦτα γὰρ ὁμολογουμένως ποιεῖ τὰς ψυχὰς ἐνθουσιαστικάς, ὁ δʼ ἐνθουσιασμὸς τοῦ περὶ τὴν ψυχὴν ἤθους πάθος ἐστίν.
而我们确实变成了某种品质,这通过许多其他事物可以明显看出,尤其是通过奥林匹斯的旋律;因为公认这些旋律能使灵魂产生狂热,而狂热是关于灵魂性格的一种情念。
ἔτι δὲ ἀκροώμενοι τῶν μιμήσεων γίγνονται πάντες συμπαθεῖς, καὶ χωρὶς τῶν ῥυθμῶν καὶ τῶν μελῶν αὐτῶν.
此外,在听那些摹仿时,所有人都会产生共鸣,甚至在脱离节奏和旋律本身的情况下也是如此。
ἐπεὶ δὲ συμβέβηκεν εἶναι τὴν μουσικὴν τῶν ἡδέων, τὴν δʼ ἀρετὴν περὶ τὸ χαίρειν ὀρθῶς καὶ φιλεῖν καὶ μισεῖν, δεῖ δηλονότι μανθάνειν καὶ συνεθίζεσθαι μηθὲν οὕτως ὡς τὸ κρίνειν ὀρθῶς καὶ τὸ χαίρειν τοῖς ἐπιεικέσιν ἤθεσι καὶ ταῖς καλαῖς πράξεσιν·
既然音乐属于令人愉快的事物,而德性又在于正确地快乐、喜爱和憎恨,显而易见,最应该学习和习惯的,莫过于正确地进行鉴别以及对优秀的性格和高尚的行为感到快乐。
ἔστι δὲ ὁμοιώματα μάλιστα παρὰ τὰς ἀληθινὰς φύσεις ἐν τοῖς ῥυθμοῖς καὶ τοῖς μέλεσιν ὀργῆς καὶ πραότητος, ἔτι δʼ ἀνδρείας καὶ σωφροσύνης καὶ πάντων τῶν ἐναντίων τούτοις καὶ τῶν ἄλλων ἠθικῶν (δῆλον δὲ ἐκ τῶν ἔργων· μεταβάλλομεν γὰρ τὴν ψυχὴν ἀκροώμενοι τοιούτων)·
在节奏和旋律中,存在着与真实的愤怒和温和、以及勇敢、节制及其所有相反特质以及其他道德品质最接近的相似物(这从实际效果中显而易见;因为我们在聆听这些内容时,灵魂会发生转变)。
ὁ δʼ ἐν τοῖς ὁμοίοις ἐθισμὸς τοῦ λυπεῖσθαι καὶ χαίρειν ἐγγύς ἐστι τῷ πρὸς τὴν ἀλήθειαν τὸν αὐτὸν ἔχειν τρόπον (οἷον εἴ τις χαίρει τὴν εἰκόνα τινὸς θεώμενος μὴ διʼ ἄλλην αἰτίαν ἀλλὰ διὰ τὴν μορφὴν αὐτήν, ἀναγκαῖον τούτῳ καὶ αὐτοῦ ἐκείνου τὴν θεωρίαν, οὗ τὴν εἰκόνα θεωρεῖ, ἡδεῖαν εἶναι).
而在这些相似物中习惯于痛苦和快乐,就接近于对真实事物持有相同的态度(例如,如果某人仅仅因为形象本身,而不是因为其他原因而乐于观看某人的画像,那么对他来说,观看该画像所描绘的真实对象本身必然也是一件乐事)。
συμβέβηκε δὲ τῶν αἰσθητῶν ἐν μὲν τοῖς ἄλλοις μηδὲν ὑπάρχειν ὁμοίωμα τοῖς ἤθεσιν, οἷον ἐν τοῖς ἁπτοῖς καὶ τοῖς γευστοῖς, ἀλλʼ ἐν τοῖς ὁρατοῖς ἠρέμα (σχήματα γὰρ ἔστι τοιαῦτα, ἀλλʼ ἐπὶ μικρόν, κοὐ πάντες τῆς τοιαύτης αἰσθήσεως κοινωνοῦσιν· ἔτι δὲ οὐκ ἔστι ταῦτα ὁμοιώματα τῶν ἠθῶν, ἀλλὰ σημεῖα μᾶλλον τὰ γιγνόμενα σχήματα καὶ χρώματα τῶν ἠθῶν, καὶ ταῦτʼ ἐστὶν ἐπίσημα ἐν τοῖς πάθεσιν· οὐ μὴν ἀλλʼ ὅσον διαφέρει καὶ περὶ τὴν τούτων θεωρίαν, δεῖ μὴ τὰ Παύσωνος θεωρεῖν τοὺς νέους, ἀλλὰ τὰ Πολυγνώτου κἂν εἴ τις ἄλλος τῶν γραφέων ἢ τῶν ἀγαλματοποιῶν ἐστιν ἠθικός), ἐν δὲ τοῖς μέλεσιν αὐτοῖς ἔστι μιμήματα τῶν ἠθῶν (καὶ τοῦτʼ ἐστὶ φανερόν· εὐθὺς γὰρ ἡ τῶν ἁρμονιῶν διέστηκε φύσις, ὥστε ἀκούοντας ἄλλως διατίθεσθαι καὶ μὴ τὸν αὐτὸν ἔχειν τρόπον πρὸς ἑκάστην αὐτῶν, ἀλλὰ πρὸς μὲν ἐνίας ὀδυρτικωτέρως καὶ συνεστηκότως μᾶλλον,
但是在感觉对象中,在其他事物中并不存在与性格相似的东西,例如在触觉和味觉的对象中,但在视觉对象中却有微弱的体现(因为存在这样的形状,但只有微弱的程度,而且并非所有人都有这种感觉的能力;此外,这些并不是性格的相似物,而发生变化的形状和颜色更多地是性格的标志,并且这些是在激情中显现出来的;然而,只要在这两者的鉴赏上也有所区别,年轻人就不应当去观赏保森的作品,而应当去观赏波留格诺托斯以及其他任何具有道德品格的画家或雕塑家的作品),但在旋律本身中却存在性格的摹仿(这也是明显的:因为各调式的本性立即判然有别,以致听者会对它们产生不同的感受,对每种调式不抱持相同的态度,而是对某些调式感到更为忧伤和更为专注,...)

词汇与语法注释

  1. 1340aτιμιωτέρα δʼ αὐτῆς ἡ φύσις ἐστὶν ἢ κατὰ τὴν εἰρημένην χρείαν — 此句受前文 οὐ μὴν ἀλλὰ ζητητέον μή ποτε(然而,我们必须探究是否……)的支配。连词 δέ 将本句与前文的 τοῦτο μὲν συμβέβηκε(一方面这种情况已经发生)进行对比,指出“音乐的自然本性高于其用途”是另一个更需探讨的根本可能性。
  2. 1340a24ὁ δʼ ἐν τοῖς ὁμοίοις ἐθισμὸς τοῦ λυπεῖσθαι καὶ χαίρειν ἐγγύς ἐστι τῷ πρὸς τὴν ἀλήθειαν τὸν αὐτὸν ἔχειν τρόπον — 形容词 ἐγγύς(接近)以带冠词的不定式与格(τῷ... ἔχειν)作为其补足语。短语 τὸν αὐ特ν τρόπον 是对格的副词性用法,意为“以相同的方式/持有相同的态度”,修饰该不定式并指向 πρὸς τὴν ἀλήθειαν(针对真实事物)。
  3. 1340a28συμβέβηκε δὲ τῶν αἰσθητῶν ἐν μὲν τοῖς ἄλλοις μηδὲν ὑπάρχειν ὁμοίωμα τοῖς ἤθεσιν — 无人称动词 συμβέβηκε(具有……性质/发生……情况)以对格不定式从句 μηδὲν ὑπάρχειν ὁμοίωμα(没有存在任何相似物)作为其主语。属格 τῶν αἰσθητῶν 是部分属格,限定了“在可感物中”的范围,并修饰介词短语 ἐν μὲν τοῖς ἄλλοις。
  4. 1340a35οὐ μὴν ἀλλʼ ὅσον διαφέρει καὶ περὶ τὴν τούτων θεωρίαν — 成语性小词 οὐ μὴν ἀλλά(然而、尽管如此)对前文的否定性论点(即造型艺术中的形状和色彩仅仅是性格的征标而非直接相似物)进行了限制,转而强调在欣赏这些作品时,只要存在效果上的差异,仍具有教育上的选择必要。

引用这一段

亚里士多德, 政治学 §8.1340a. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg035.humanitext-grc2:8.1340a

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。