§8.1338bμᾶλλον δʼ ὅτι ποιεῖ θεωρητικὸν τοῦ περὶ τὰ σώματα κάλλους.
あるいはむしろ、身体に関する美の観照者(美を見極める能力を持つ者)にするからである。
τὸ δὲ ζητεῖν πανταχοῦ τὸ χρήσιμον ἥκιστα ἁρμόττει τοῖς μεγαλοψύχοις καὶ τοῖς ἐλευθερίοις.
あらゆる場面で有用なものを求めることは、気高き人々や自由な人々には最もそぐわない。
ἐπεὶ δὲ φανερὸν πρότερον τοῖς ἔθεσιν ἢ τῷ λόγῳ παιδευτέον εἶναι, καὶ περὶ τὸ σῶμα πρότερον ἢ τὴν διάνοιαν, δῆλον ἐκ τούτων ὅτι παραδοτέον τοὺς παῖδας γυμναστικῇ καὶ παιδοτριβικῇ·
習慣による教育が理性に訴える教育に先立つべきであり、身体への配慮が知性(精神)への配慮に先立つべきであることが明らかである以上、これらのことから、子どもたちを体育(体操)と訓練(教練)に委ねるべきであることは明白である。
τούτων γὰρ ἡ μὲν ποιάν τινα ποιεῖ τὴν ἕξιν τοῦ σώματος, ἡ δὲ τὰ ἔργα.
なぜなら、これらのうち前者は身体の状態を特定の性質のものにし、後者は身体の動作を形づくるからである。
νῦν μὲν οὖν αἱ μάλιστα δοκοῦσαι τῶν πόλεων ἐπιμελεῖσθαι τῶν παίδων αἱ μὲν ἀθλητικὴν ἕξιν ἐμποιοῦσι, λωβώμεναι τά τε εἴδη καὶ τὴν αὔξησιν τῶν σωμάτων, οἱ δὲ Λάκωνες ταύτην μὲν οὐχ ἥμαρτον τὴν ἁμαρτίαν, θηριώδεις δʼ ἀπεργάζονται τοῖς πόνοις, ὡς τοῦτο πρὸς ἀνδρείαν μάλιστα συμφέρον.
さて、子どもたちの育成に最も意を用いているように思われる国家のうち、あるものはアスリートのような(競技的な)身体の状態を生じさせ、身体の美観と成長の双方を損なってしまっている。 他方、ラケダイモン人(スパルタ人)はこの過ちは犯さなかったものの、過酷な労苦によって子どもたちを野獣のようにしてしまっている。 これが勇気にとって最も有益であると考えてのことである。
καίτοι, καθάπερ εἴρηται πολλάκις, οὔτε πρὸς μίαν οὔτε πρὸς μάλιστα ταύτην βλέποντα ποιητέον τὴν ἐπιμέλειαν·
しかし、再三述べられてきたように、単一の美徳(卓越性)や、とりわけこの勇気のみを目指して配慮を行うべきではない。
εἰ δὲ καὶ πρὸς ταύτην, οὐδὲ τοῦτο ἐξευρίσκουσιν.
また、仮にこれを目指すにしても、彼らはこれさえも見出していないのである。
οὔτε γὰρ ἐν τοῖς ἄλλοις ζῴοις οὔτε ἐπὶ τῶν ἐθνῶν ὁρῶμεν τὴν ἀνδρείαν ἀκολουθοῦσαν τοῖς ἀγριωτάτοις, ἀλλὰ μᾶλλον τοῖς ἡμερωτέροις καὶ λεοντώδεσιν ἤθεσιν.
というのも、他の動物においても諸民族においても、勇気が最も凶暴なものに伴うのを見ることはなく、むしろ、より温和でライオンのような性質(気風)に伴うのを見るからである。
πολλὰ δʼ ἔστι τῶν ἐθνῶν ἃ πρὸς τὸ κτείνειν καὶ πρὸς τὴν ἀνθρωποφαγίαν εὐχερῶς ἔχει, καθάπερ τῶν περὶ τὸν Πόντον Ἀχαιοί τε καὶ Ἡνίοχοι καὶ τῶν ἠπειρωτικῶν ἐθνῶν ἕτερα, τὰ μὲν ὁμοίως τούτοις τὰ δὲ μᾶλλον, ἃ λῃστρικὰ μέν ἐστιν, ἀνδρείας δʼ οὐ μετειλήφασιν.
諸民族の中には、殺戮や人肉食を容易に行うものが多く存在しており、例えば黒海周辺のアカイア人やヘニオコイ人、あるいは大陸の他の諸民族がそうであり、あるものはこれらと同様に、別のものはそれ以上に凶暴であるが、これらは略奪に明け暮れるものの、勇気は分かち持っていない。
ἔτι δʼ αὐτοὺς τοὺς Λάκωνας ἴσμεν, ἕως μὲν αὐτοὶ προσήδρευον ταῖς φιλοπονίαις, ὑπερέχοντας τῶν ἄλλων, νῦν δὲ κἀν τοῖς γυμνικοῖς ἀγῶσι κἀν τοῖς πολεμικοῖς λειπομένους ἑτέρων·
さらに、ラケダイモン人自身についても、彼らだけが労苦に専念していた間は他者に勝っていたが、今や体育の競技会においても戦争においても他者に後れを取っていることを我々は知っている。
οὐ γὰρ τῷ τοὺς νέους γυμνάζειν τὸν τρόπον τοῦτον διέφερον, ἀλλὰ μόνον τῷ πρὸς μὴ ἀσκοῦντας ἀσκεῖν.
なぜなら、彼らが他より優れていたのは、若者をこのように訓練したからではなく、単に訓練していない者たちを相手に訓練を行っていたからにすぎないからである。
ὥστε τὸ καλὸν ἀλλʼ οὐ τὸ θηριῶδες δεῖ πρωταγωνιστεῖν·
したがって、野獣のようさではなく、美(高貴さ)こそが主役を演じるべきである。
οὐδὲ γὰρ λύκος οὐδʼ οὐδὲν τῶν ἄλλων θηρίων τι ἀγωνίσαιτο ἂν οὐθένα καλὸν κίνδυνον, ἀλλὰ μᾶλλον ἀνὴρ ἀγαθός, οἱ δὲ λίαν εἰς ταῦτα ἀνέντες τοὺς παῖδας, καὶ τῶν ἀναγκαίων ἀπαιδαγωγήτους ποιήσαντες, βαναύσους κατεργάζονται κατά γε τὸ ἀληθές, πρὸς ἕν τε μόνον ἔργον τῆς πολιτικῆς χρησίμους ποιήσαντες, καὶ πρὸς τοῦτο χεῖρον, ὥς φησιν ὁ λόγος, ἑτέρων.
オオカミも他の野獣も、いかなる美しい(高貴な)危険にも立ち向かう戦闘を行おうとはせず、むしろ優れた人がそうするからである。 これに対して、子どもたちをこれら(過酷な訓練)に過度に委ね、必要な教育を施さなかった者たちは、彼らを真に卑俗な(職人的な)者に仕立て上げ、市民生活における単一の仕事にしか役に立たないようにし、しかも、この仕事においてさえ、議論が示すように、他者より劣るものにしてしまっている。
δεῖ δὲ οὐκ ἐκ τῶν προτέρων ἔργων κρίνειν, ἀλλʼ ἐκ τῶν νῦν·
しかし、過去の業績から判断するべきではなく、現在の業績から判断せねばならない。
ἀνταγωνιστὰς γὰρ τῆς παιδείας νῦν ἔχουσι, πρότερον δʼ οὐκ εἶχον.
なぜなら、彼らには今や教育における競争相手がいるが、以前にはいなかったからである。
ὅτι μὲν οὖν χρηστέον τῇ γυμναστικῇ, καὶ πῶς χρηστέον, ὁμολογούμενόν ἐστιν (μέχρι μὲν γὰρ ἥβης κουφότερα γυμνάσια προσοιστέον, τὴν βίαιον τροφὴν καὶ τοὺς πρὸς ἀνάγκην πόνους ἀπείργοντας, ἵνα μηθὲν ἐμπόδιον ᾖ πρὸς τὴν αὔξησιν·
したがって、体育を用いるべきであること、そしてどのように用いるべきかについては、合意されている。 (すなわち、思春期まではより軽い運動を課すべきであり、強制的な食事や強制的な労苦は遠ざけ、成長の妨げとなるものが何もないようにせねばならない。