§7.1336aπερὶ δὲ τὸν χρόνον τὸν τῆς τεκνοποιίας ἐάν τις φαίνηται τοιοῦτόν τι δρῶν, ἀτιμίᾳ ζημιούσθω πρεπούσῃ πρὸς τὴν ἁμαρτίαν.
しかし、子供作りの期間中については、もし誰かがそのようなこと(婚外交渉)を行っているのが明らかになった場合、その過ちにふさわしい不名誉という罰を科されるべきである。
γενομένων δὲ τῶν τέκνων οἴεσθαι δεῖ μεγάλην εἶναι διαφορὰν πρὸς τὴν τῶν σωμάτων δύναμιν τὴν τροφήν, ὁποία τις ἂν ᾖ.
子供たちが生まれた後は、与えられる食物がいかなる性質のものであるかが、身体の強健さにとって大きな違いをもたらすと考えるべきである。
φαίνεται δὲ διά τε τῶν ἄλλων ζῴων ἐπισκοποῦσι, καὶ διὰ τῶν ἐθνῶν οἷς ἐπιμελές ἐστιν ἄγειν εἰς τὴν πολεμικὴν ἕξιν, ἡ τοῦ γάλακτος πλήθουσα τροφὴ μάλιστʼ οἰκεία τοῖς σώμασιν, ἡ ἀοινοτέρα δὲ διὰ τὰ νοσήματα.
他の動物たちを観察することによっても、また戦争のための身体状態へ導くことを配慮している諸民族を通じても明らかなように、乳の豊かな食物が身体に最も適しており、病気を避けるためにはワインをあまり含まないものが適している。
ἔτι δὲ καὶ κινήσεις ὅσας ἐνδέχεται ποιεῖσθαι τηλικούτων συμφέρει.
さらに、その年齢の子供たちがなしうる限りのあらゆる運動をさせることが有益である。
πρὸς δὲ τὸ μὴ διαστρέφεσθαι τὰ μέλη διʼ ἁπαλότητα χρῶνται καὶ νῦν ἔνια τῶν ἐθνῶν ὀργάνοις τισὶ μηχανικοῖς, ἃ τὸ σῶμα ποιεῖ τῶν τοιούτων ἀστραβές.
幼児の身体の柔らかさによって手足が歪まないようにするために、現在でもいくつかの民族は、そのような子供の身体をまっすぐにするための、ある種の機械的な器具を用いている。
συμφέρει δʼ εὐθὺς καὶ πρὸς τὰ ψύχη συνεθίζειν ἐκ μικρῶν παίδων·
また、幼い子供の時からすぐに、寒さに慣れさせることが有益である。
τοῦτο γὰρ καὶ πρὸς ὑγίειαν καὶ πρὸς πολεμικὰς πράξεις εὐχρηστότατον.
これは健康にとっても、また軍事的な活動にとっても極めて有用だからである。
διὸ παρὰ πολλοῖς ἐστι τῶν βαρβάρων ἔθος τοῖς μὲν εἰς ποταμὸν ἀποβάπτειν τὰ γιγνόμενα ψυχρόν, τοῖς δὲ σκέπασμα μικρὸν ἀμπίσχειν, οἷον Κελτοῖς.
それゆえ、多くの野蛮人(バルバロイ)の間には、生まれた子を冷たい川に浸すという慣習(ケルト人のように)や、薄い着物だけを着せるという慣習がある。
πάντα γὰρ ὅσα δυνατὸν εὐθὺς ἀρχομένων βέλτιον ἐθίζειν μέν, ἐκ προσαγωγῆς δʼ ἐθίζειν·
なぜなら、すべてのことは、すぐに始めの段階から慣れさせることが可能であり、かつ徐々に慣れさせていくことが、より良いからである。
εὐφυὴς δʼ ἡ τῶν παίδων ἕξις διὰ θερμότητα πρὸς τὴν τῶν ψυχρῶν ἄσκησιν.
そして子供たちの身体状態は、熱を持っているため、冷たいものに対する訓練をこなすのに生まれつき適している。
περὶ μὲν οὖν τὴν πρώτην συμφέρει ποιεῖσθαι τὴν ἐπιμέλειαν τοιαύτην τε καὶ τὴν ταύτῃ παραπλησίαν·
それゆえ、最初の(乳幼児の)時期については、このような、あるいはこれに類似したケアを行うことが有益である。
τὴν δʼ ἐχομένην ταύτης ἡλικίαν μέχρι πέντε ἐτῶν, ἣν οὔτε πω πρὸς μάθησιν καλῶς ἔχει προσάγειν οὐδεμίαν οὔτε πρὸς ἀναγκαίους πόνους, ὅπως μὴ τὴν αὔξησιν ἐμποδίζωσιν, δεῖ τοσαύτης τυγχάνειν κινήσεως ὥστε διαφεύγειν τὴν ἀργίαν τῶν σωμάτων·
これに続く、五歳に達するまでの年齢期間(この時期は、いかなる学習に導くことも、また成長を阻害しないために、義務的な労働に向かわせることも、まだ適切ではない)においては、身体の怠惰を避けるために十分なだけの運動が与えられねばならない。
ἣν χρὴ παρασκευάζειν καὶ διʼ ἄλλων πράξεων καὶ διὰ τῆς παιδιᾶς.
この運動は、他の諸活動や遊びを通じて準備されるべきである。
δεῖ δὲ καὶ τὰς παιδιὰς εἶναι μήτε ἀνελευθέρους μήτε ἐπιπόνους μήτε ἀνειμένας.
また、遊びは自由人にふさわしくないものであってはならず、過酷なものであっても、まただらしなく弛緩したものであってもならない。
καὶ περὶ λόγων δὲ καὶ μύθων, ποίους τινὰς ἀκούειν δεῖ τοὺς τηλικούτους, ἐπιμελὲς ἔστω τοῖς ἄρχουσιν οὓς καλοῦσι παιδονόμους.
そして、この年齢の子供たちがどのような言葉や民話を聞くべきかについては、「児童監督官(パイドノモス)」と呼ばれる政務官たちが配慮すべきである。
πάντα γὰρ δεῖ τὰ τοιαῦτα προοδοποιεῖν πρὸς τὰς ὕστερον διατριβάς·
なぜなら、そのようなすべてのことは、のちの学びの活動のための道備えをしなければならないからである。
διὸ τὰς παιδιὰς εἶναι δεῖ τὰς πολλὰς μιμήσεις τῶν ὕστερον σπουδαζομένων.
それゆえ、遊びの多くは、のちに本格的に行われる事柄の模倣であるべきである。
τὰς δὲ διατάσεις τῶν παίδων καὶ κλαυθμοὺς οὐκ ὀρθῶς ἀπαγορεύουσιν οἱ κωλύοντες ἐν τοῖς νόμοις·
子供たちの(大声を出すことによる)緊張や泣き声を、法律の中で禁止している人々は正しくない。
συμφέρουσι γὰρ πρὸς αὔξησιν·
なぜなら、それらは成長にとって有益だからである。
γίγνεται γὰρ τρόπον τινὰ γυμνασία τοῖς σώμασιν·
それはある意味で、身体の鍛錬になる。
ἡ γὰρ τοῦ πνεύματος κάθεξις ποιεῖ τὴν ἰσχὺν τοῖς πονοῦσιν, ὃ συμβαίνει καὶ τοῖς παιδίοις διατεινομένοις.
息を止めることが、労苦に耐える人々に力を与えるが、これと同じことが、大声を出して身体を張っている子供たちにも起こるからである。
ἐπισκεπτέον δὲ τοῖς παιδονόμοις τὴν τούτων διαγωγήν, τήν τʼ ἄλλην καὶ ὅπως ὅτι ἥκιστα μετὰ δούλων ἔσται.
児童監督官たちは、子供たちの過ごし方全般について、とりわけ奴隷たちと一緒に過ごすことが極めて少なくなるように監視しなければならない。
ταύτην γὰρ τὴν ἡλικίαν,
なぜなら、この年齢期は、