§7.1335aοὔτε λίαν πάρεγγυς εἶναι (πολλὴν γὰρ ἔχει δυσχέρειαν·
また(父と子の年齢が)あまりに近すぎてもならない(なぜなら、それには多くの不都合があるからである。
ἥ τε γὰρ αἰδὼς ἧττον ὑπάρχει τοῖς τοιούτοις ὥσπερ ἡλικιώταις καὶ περὶ τὴν οἰκονομίαν ἐγκληματικὸν τὸ πάρεγγυς)·
というのも、このような者たちの間には、同い年の者のように敬意が乏しくなり、家計の管理に関しても親近さは不和の原因になりやすいからである)。
ἔτι δʼ, ὅθεν ἀρχόμενοι δεῦρο μετέβημεν, ὅπως τὰ σώματα τῶν γεννωμένων ὑπάρχῃ πρὸς τὴν τοῦ νομοθέτου βούλησιν.
さらに、そこから始めてここへと私たちが移行した目的であるが、生まれる子供たちの身体が立法者の意図にかなったものであるようにするためである。
σχεδὸν δὴ πάντα ταῦτα συμβαίνει κατὰ μίαν ἐπιμέλειαν.
\n実に、これらすべてはほぼ一つの配慮によって達成される。
ἐπεὶ γὰρ ὥρισται τέλος τῆς γεννήσεως ὡς ἐπὶ τὸ πλεῖστον εἰπεῖν ἀνδράσι μὲν ὁ τῶν ἑβδομήκοντα ἐτῶν ἀριθμὸς ἔσχατος, πεντήκοντα δὲ γυναιξί, δεῖ τὴν ἀρχὴν τῆς συζεύξεως κατὰ τὴν ἡλικίαν εἰς τοὺς χρόνους καταβαίνειν τούτους.
なぜなら、生殖の限界は、概して言えば、男性にとっては七十歳という年齢が最後であり、女性にとっては五十歳と規定されているので、年齢に応じた婚姻の始まりは、これらの限界の時期へと逆算して(下って)いかねばならないからである。
ἔστι δʼ ὁ τῶν νέων συνδυασμὸς φαῦλος πρὸς τὴν τεκνοποιίαν·
若い者同士の結合は子供作りにとって好ましくない。
ἐν γὰρ πᾶσι ζῴοις ἀτελῆ τὰ τῶν νέων ἔκγονα, καὶ θηλυτόκα μᾶλλον καὶ μικρὰ τὴν μορφήν, ὥστʼ ἀναγκαῖον ταὐτὸ τοῦτο συμβαίνειν καὶ ἐπὶ τῶν ἀνθρώπων.
なぜなら、すべての動物において若いものの子供は未熟であり、雌が生まれやすく、姿かたちも小さいからであり、したがって、これと全く同じことが人間についても起こることは必然だからである。
τεκμήριον δέ· ἐν ὅσαις γὰρ τῶν πόλεων ἐπιχωριάζεται τὸ νέους συζευγνύναι καὶ νέας, ἀτελεῖς καὶ μικροὶ τὰ σώματά εἰσιν.
その証拠として、若い男と若い女を結合させることが習慣となっている都市においては、人々は未熟で身体も小さい。
ἔτι δὲ ἐν τοῖς τόκοις αἱ νέαι πονοῦσί τε μᾶλλον καὶ διαφθείρονται πλείους·
さらに、出産において若い女性はより苦しみ、また多くが命を落とす。
διὸ καὶ τὸν χρησμὸν γενέσθαι τινές φασι διὰ τοιαύτην αἰτίαν τοῖς Τροιζηνίοις, ὡς πολλῶν διαφθειρομένων διὰ τὸ γαμίσκεσθαι τὰς νεωτέρας, ἀλλʼ οὐ πρὸς τὴν τῶν καρπῶν κομιδήν.
それゆえ、トロイゼーン人たちに対する神託も、このような理由からなされたのだと人々は言っている。 すなわち、若い女性たちが嫁がされることによって多くの者が死んでいたためであって、作物の収穫について言われたのではない、と。
ἔτι δὲ καὶ πρὸς σωφροσύνην συμφέρει τὰς ἐκδόσεις ποιεῖσθαι πρεσβυτέραις·
さらに、節制にとっても、より年長の女性を嫁がせることが有益である。
ἀκολαστότεραι γὰρ εἶναι δοκοῦσι νέαι χρησάμεναι ταῖς συνουσίαις.
若いときに交わりを経験した女性は、より放縦になりやすいと思われるからである。
καὶ τὰ τῶν ἀρρένων δὲ σώματα βλάπτεσθαι δοκεῖ πρὸς τὴν αὔξησιν, ἐὰν ἔτι τοῦ σπέρματος αὐξανομένου ποιῶνται τὴν συνουσίαν·
また男性の身体も、精液がまだ成長している時期に交わりを行うなら、その成長が妨げられると思われる。
καὶ γὰρ τούτου τις ὡρισμένος χρόνος, ὃν οὐχ ὑπερβαίνει πληθύον ἔτι, ἢ μικρόν·
なぜなら、このことについても一定の時期があり、それがまだ盛んである(増え続けている)間は、それを超えることはないか、あるいはわずかだからである。
διὸ τὰς μὲν ἁρμόττει περὶ τὴν τῶν ὀκτωκαίδεκα ἐτῶν ἡλικίαν συζευγνύναι, τοὺς δʼ ἑπτὰ καὶ τριάκοντα ἢ μικρόν πρότερον·
それゆえ、女性については十八歳ぐらいの年齢で結婚させ、男性については三十七歳かあるいはその少し前に(結婚させるのが)適している。
ἐν τοσούτῳ γὰρ ἀκμάζουσί τε τοῖς σώμασιν ἡ σύζευξις ἔσται, καὶ πρὸς τὴν παῦλαν τῆς τεκνοποιίας συγκαταβήσεται τοῖς χρόνοις εὐκαίρως·
なぜなら、その年齢であれば、身体が全盛期にある状態で結婚が行われることになり、また子供作りの終了に向けても、その時期が都合よく一致するからである。
ἔτι δὲ ἡ διαδοχὴ τῶν τέκνων τοῖς μὲν ἀρχομένοις ἔσται τῆς ἀκμῆς, ἐὰν γίγνηται κατὰ λόγον εὐθὺς ἡ γένεσις, τοῖς δὲ ἤδη καταλελυμένης τῆς ἡλικίας πρὸς τὸν τῶν ἑβδομήκοντα ἐτῶν ἀριθμόν.
さらに、子供たちの継承は、親たちにとっては、もし誕生がすぐに順調に行われるなら、全盛期の始まりの時期になり、親の年齢がすでに衰えて七十歳に達する頃(に引き継ぎが行われることになる)。
περὶ μὲν οὖν τοῦ πότε δεῖ ποιεῖσθαι τὴν σύζευξιν εἴρηται, τοῖς δὲ περὶ τὴν ὥραν χρόνοις δεῖ χρῆσθαι οἷς οἱ πολλοὶ χρῶνται, καλῶς καὶ νῦν ὁρίσαντες χειμῶνος τὴν συναυλίαν ποιεῖσθαι ταύτην.
\nさて、いつ結婚を行うべきかについては述べられた。 季節の時期については、多くの人々が用いている時期を用いるべきであり、彼らが現在、冬にこの同居を行うよう規定しているのは正しい。
δεῖ δὲ καὶ αὐτοὺς ἤδη θεωρεῖν πρὸς τὴν τεκνοποιίαν τά τε παρὰ τῶν ἰατρῶν λεγόμενα καὶ τὰ παρὰ τῶν φυσικῶν·
そして、彼ら自身も、子供作りに関して、医師たちによって言われていることや、自然研究者たちによって言われていることを、すでに考察しなければならない。
οἵ τε γὰρ ἰατροὶ τοὺς καιροὺς τῶν σωμάτων ἱκανῶς λέγουσι,
なぜなら、医師たちは身体の時期について十分に語っており、