§7.1331aἄλλως τε καὶ νῦν εὑρημένων τῶν περὶ τὰ βέλη καὶ τὰς μηχανὰς εἰς ἀκρίβειαν πρὸς τὰς πολιορκίας.
とりわけ、飛び道具や攻城用の兵器に関する事柄が、今日ではきわめて精密に考案されているのだから、なおさらである。
ὅμοιον γὰρ τὸ τείχη μὴ περιβάλλειν ταῖς πόλεσιν ἀξιοῦν καὶ τὸ τὴν χώραν εὐέμβολον ζητεῖν καὶ περιαιρεῖν τοὺς ὀρεινοὺς τόπους, ὁμοίως δὲ καὶ ταῖς οἰκήσεσι ταῖς ἰδίαις μὴ περιβάλλειν τοίχους ὡς ἀνάνδρων ἐσομένων τῶν κατοικούντων.
都市に城壁をめぐらせないようにと要求することは、国土を敵が侵入しやすいようにすることを求め、山がちな場所を取り除いてしまうことと同様である。 また同様に、住人が臆病者になってしまうという理由で、私的な住居に外壁をめぐらせないようにすることとも同様である。
ἀλλὰ μὴν οὐδὲ τοῦτό γε δεῖ λανθάνειν, ὅτι τοῖς μὲν περιβεβλημένοις τείχη περὶ τὴν πόλιν ἔξεστιν ἀμφοτέρως χρῆσθαι ταῖς πόλεσιν, καὶ ὡς ἐχούσαις τείχη καὶ ὡς μὴ ἐχούσαις, τοῖς δὲ μὴ κεκτημένοις οὐκ ἔξεστιν.
しかしながら、次のこともまた看過されてはならない。 すなわち、都市の周囲に城壁をめぐらせている人々にとっては、都市を両方の仕方で、つまり城壁を持つ都市としても、持たない都市としても利用することが可能であるのに対し、城壁を所有していない人々にとっては、そうすることは不可能である、ということである。
εἰ δὴ τοῦτον ἔχει τὸν τρόπον, οὐχ ὅτι τείχη μόνον περιβλητέον, ἀλλὰ καὶ τούτων ἐπιμελητέον, ὅπως καὶ πρὸς κόσμον ἔχῃ τῇ πόλει πρεπόντως καὶ πρὸς τὰς πολεμικὰς χρείας, τάς τε ἄλλας καὶ τὰς νῦν ἐπεξευρημένας.
もしそれゆえ、事態がこのようであるならば、城壁をただめぐらせるべきであるだけでなく、それが都市にとってふさわしい美観に対しても、また他の軍事的な必要や、今日さらに考案された軍事的な必要に対しても好都合であるように、これらに配慮せねばならない。
ὥσπερ γὰρ τοῖς ἐπιτιθεμένοις ἐπιμελές ἐστι διʼ ὧν τρόπων πλεονεκτήσουσιν, οὕτω τὰ μὲν εὕρηται τὰ δὲ δεῖ ζητεῖν καὶ φιλοσοφεῖν καὶ τοὺς φυλαττομένους·
というのも、攻撃する者たちにとっては、いかなる方法によって優位に立つかが関心事であるように、防御する者たちにとってもまた、ある手段はすでに発見されており、またある手段は探求し、知恵を絞らねばならないからである。
ἀρχὴν γὰρ οὐδʼ ἐπιχειροῦσιν ἐπιτίθεσθαι τοῖς εὖ παρεσκευασμένοις.
そもそも、十分に備えをしている者に対しては、攻撃を企てようとさえしないものである。
ἐπεὶ δὲ δεῖ τὸ μὲν πλῆθος τῶν πολιτῶν ἐν συσσιτίοις κατανενεμῆσθαι, τὰ δὲ τείχη διειλῆφθαι φυλακτηρίοις καὶ πύργοις κατὰ τόπους ἐπικαίρους, δῆλον ὡς ταῦτα προκαλεῖται παρασκευάζειν ἔνια τῶν συσσιτίων ἐν τούτοις τοῖς φυλακτηρίοις.
さて、市民の多数が共同食事に分かたれて属している必要があり、他方、城壁が適所に衛所や塔によって仕切られている必要があるのだから、これらの事情が、共同食事の一部をこれら衛所の中に設けることを促すのは明らかである。
καὶ ταῦτα μὲν δὴ τοῦτον ἄν τις διακοσμήσειε τὸν τρόπον·
そして、これらのことはまさにこのようにして配置することができるだろう。
τὰς δὲ τοῖς θείοις ἀποδεδομένας οἰκήσεις καὶ τὰ κυριώτατα τῶν ἀρχείων συσσίτια ἁρμόττει τόπον ἐπιτήδειόν τε ἔχειν καὶ τὸν αὐτόν, ὅσα μὴ τῶν ἱερῶν ὁ νόμος ἀφορίζει χωρὶς ἤ τι μαντεῖον ἄλλο πυθόχρηστον.
他方、神々に割り当てられた神殿や、最高行政官たちの最も重要な共同食事は、適した、かつ同一の場所にあるのがふさわしい。 ただし、神聖な場所のうち、法律が別個に定めるもの、あるいはピュティアの神託が他に示すものは除く。
εἴη δʼ ἂν τοιοῦτος ὁ τόπος ὅστις ἐπιφάνειάν τε ἔχει πρὸς τὴν τῆς θέσεως ἀρετὴν ἱκανῶς καὶ πρὸς τὰ γειτνιῶντα μέρη τῆς πόλεως ἐρυμνοτέρως.
そのような場所は、その位置の卓越性のために十分に目立ち、かつ都市の隣接する諸部分に対してより要害であるような場所であるのがよいだろう。
πρέπει δʼ ὑπὸ μὲν τοῦτον τὸν τόπον τοιαύτης ἀγορᾶς εἶναι κατασκευὴν οἵαν καὶ περὶ Θετταλίαν νομίζουσιν ἣν ἐλευθέραν καλοῦσιν, αὕτη δʼ ἐστὶν ἣν δεῖ καθαρὰν εἶναι τῶν ὠνίων πάντων, καὶ μήτε βάναυσον μήτε γεωργὸν μήτʼ ἄλλον μηδένα τοιοῦτον παραβάλλειν μὴ καλούμενον ὑπὸ τῶν ἀρχόντων.
そして、この場所の下には、テッサリア周辺で慣行とされており、彼らが「自由な広場」と呼んでいるようなアゴラの建設があるのがふさわしい。 これは、あらゆる売り物から切り離されて清潔であるべきものであり、手工業者も農民も、その他そのような者は誰も、役人に呼び出されない限り、立ち入ってはならない広場である。
εἴη δʼ ἂν εὔχαρις ὁ τόπος, εἰ καὶ τὰ γυμνάσια τῶν πρεσβυτέρων ἔχοι τὴν τάξιν ἐνταῦθα·
また、もし年長者たちの体育場もここに配置されるならば、この場所は優美なものとなるだろう。
πρέπει γὰρ διῃρῆσθαι κατὰ τὰς ἡλικίας καὶ τοῦτον τὸν κόσμον, καὶ παρὰ μὲν τοῖς νεωτέροις ἄρχοντάς τινας διατρίβειν, τοὺς δὲ πρεσβυτέρους παρὰ τοῖς ἄρχουσιν·
というのも、この秩序(体育場の活動など)もまた、年齢に応じて区別されているのがふさわしいからであり、若い者たちのところにはある種の役人たちが滞在し、他方、年長者たちは役人たちのそばに滞在すべきであるからである。
ἡ γὰρ ἐν ὀφθαλμοῖς τῶν ἀρχόντων παρουσία μάλιστα ἐμποιεῖ τὴν ἀληθινὴν αἰδῶ καὶ τὸν τῶν ἐλευθέρων φόβον.
というのも、役人たちの目の前にあることが、最も真実の慎みと、自由な人々にふさわしい畏怖を生み出すからである。