§7.1330bτῶν δὲ λοιπῶν πρὸς τὸ τὰς πολιτικὰς πράξεις καὶ πολεμικὰς καλῶς ἔχει.
残りの点については、政治的および軍事的な活動に対して好都合であるように配慮すべきである。
πρὸς μὲν οὖν τὰς πολεμικὰς αὐτοῖς μὲν εὐέξοδον εἶναι χρή, τοῖς δʼ ἐναντίοις δυσπρόσοδον καὶ δυσπερίληπτον, ὑδάτων τε καὶ ναμάτων μάλιστα μὲν ὑπάρχειν πλῆθος οἰκεῖον, εἰ δὲ μή, τοῦτό γε εὕρηται διὰ τοῦ κατασκευάζειν ὑποδοχὰς ὀμβρίοις ὕδασιν ἀφθόνους καὶ μεγάλας, ὥστε μηδέποτε ὑπολείπειν εἰργομένους τῆς χώρας διὰ πόλεμον·
さて、軍事的な活動に対しては、市民自身にとっては出撃しやすく、敵対者にとっては近づきにくく包囲しにくい場所であるべきである。 また、水や湧き水は、第一には都市自体のうちに豊富に存在しているべきであり、もしそうでなければ、雨水を貯める豊富で巨大な貯水槽を建設することによって、この問題は解決される。 それは、戦争のために領土から遮断されたときにも、決して水が不足しないようにするためである。
ἐπεὶ δὲ δεῖ περὶ ὑγιείας φροντίζειν τῶν ἐνοικούντων, τοῦτο δʼ ἐστὶν ἐν τῷ κεῖσθαι τὸν τόπον ἔν τε τοιούτῳ καὶ πρὸς τοιοῦτον καλῶς, δεύτερον δὲ ὕδασιν ὑγιεινοῖς χρῆσθαι, καὶ τούτου τὴν ἐπιμέλειαν ἔχειν μὴ παρέργως.
そして、居住者の健康に配慮せねばならず、これは土地がそのような健康的な場所に、またそのような健康的な方位に良好に位置していること、第二には健康に良い水を使用することにおいて成り立つのであるから、このこと(水)への配慮もおろそかにしてはならない。
οἷς γὰρ πλείστοις χρώμεθα πρὸς τὸ σῶμα καὶ πλειστάκις, ταῦτα πλεῖστον συμβάλλεται πρὸς τὴν ὑγίειαν·
というのも、我々が身体のために最も多く、また最も頻繁に用いるものが、健康に最も大きく寄与するからである。
ἡ δὲ τῶν ὑδάτων καὶ τοῦ πνεύματος δύναμις τοιαύτην ἔχει τὴν φύσιν.
そして、水と空気の力は、まさにそのような性質を持っている。
διόπερ ἐν ταῖς εὖ φρονούσαις δεῖ διωρίσθαι πόλεσιν, ἐὰν μὴ πάνθʼ ὅμοια μηδʼ ἀφθονία τοιούτων ᾖ ναμάτων, χωρὶς τά τε εἰς τροφὴν ὕδατα καὶ τὰ πρὸς τὴν ἄλλην χρείαν.
それゆえ、賢明な都市においては、すべての水源が同様に健康に良いものでなく、またそのような湧き水が豊富でないならば、飲料用の水と、その他の用途のための水を区別しておくべきである。
περὶ δὲ τόπων ἐρυμνῶν οὐ πάσαις ὁμοίως ἔχει τὸ συμφέρον ταῖς πολιτείαις·
要塞(アクロポリス)のような堅固な場所については、すべての国制にとって同様に有益であるわけではない。
οἷον ἀκρόπολις ὀλιγαρχικὸν καὶ μοναρχικόν, δημοκρατικὸν δʼ ὁμαλότης, ἀριστοκρατικὸν δὲ οὐδέτερον, ἀλλὰ μᾶλλον ἰσχυροὶ τόποι πλείους.
例えば、アクロポリスは寡頭制や君主制に適しており、平坦な地は民主制に適しており、貴族制にはどちらでもなく、むしろ複数の強固な場所がある方が適している。
ἡ δὲ τῶν ἰδίων οἰκήσεων διάθεσις ἡδίων μὲν νομίζεται καὶ χρησιμωτέρα πρὸς τὰς ἄλλας πράξεις, ἂν εὔτομος ᾖ καὶ κατὰ τὸν νεώτερον καὶ τὸν Ἱπποδάμειον τρόπον, πρὸς δὲ τὰς πολεμικὰς ἀσφαλείας τοὐναντίον ὡς εἶχον κατὰ τὸν ἀρχαῖον χρόνον·
他方、私的な住居の配置は、もしそれが区画整理され、近代的な方法、すなわちヒッポダモスの方法に従っているならば、より快適であり、また他の活動に対してより実用的であると考えられているが、軍事的な安全のためには、これとは反対に、古代のやり方が優れている。
δυσείσοδος γὰρ ἐκείνη τοῖς ξενικοῖς καὶ δυσεξερεύνητος τοῖς ἐπιτιθεμένοις.
というのも、そちらは外敵にとって侵入しにくく、攻撃する者にとって方向が分かりにくいからである。
διὸ δεῖ τούτων ἀμφοτέρων μετέχειν (ἐνδέχεται γάρ, ἄν τις οὕτως κατασκευάζῃ καθάπερ ἐν τοῖς γεωργοῖς ἃς καλοῦσί τινες τῶν ἀμπέλων συστάδας), καὶ τὴν μὲν ὅλην μὴ ποιεῖν πόλιν εὔτομον, κατὰ μέρη δὲ καὶ τόπους·
それゆえ、これら両方の特徴を併せ持つべきであり(というのも、農夫たちがブドウの木について、一部で「株植え」と呼ぶもののように配置するならば、それが可能だからである)、都市全体を一様に区画整理するのではなく、部分ごとや地区ごとにそのようにすべきである。
οὕτω γὰρ καὶ πρὸς ἀσφάλειαν καὶ πρὸς κόσμον ἕξει καλῶς.
そうすれば、安全性にとっても美観にとっても好都合となるからである。
περὶ δὲ τειχῶν, οἱ μὴ φάσκοντες δεῖν ἔχειν τὰς τῆς ἀρετῆς ἀντιποιουμένας πόλεις λίαν ἀρχαίως ὑπολαμβάνουσιν, καὶ ταῦθʼ ὁρῶντες ἐλεγχομένας ἔργῳ τὰς ἐκείνως καλλωπισαμένας.
また、城壁については、徳を競う都市は城壁を持つべきではないと主張する人々は、あまりにも古風な考え方をしており、しかも、そのように城壁を持たないことを誇っていた都市が、事実によって論破されているのを見ているにもかかわらず、そう考えているのである。
ἔστι δὲ πρὸς μὲν τοὺς ὁμοίους καὶ μὴ πολὺ τῷ πλήθει διαφέροντας οὐ καλὸν τὸ πειρᾶσθαι σῴζεσθαι διὰ τῆς τῶν τειχῶν ἐρυμνότητος·
確かに、同等で、数においてそれほど勝っていない敵に対しては、城壁の堅固さに頼って自らを救おうとすることは不名誉なことである。
ἐπεὶ δὲ καὶ συμβαίνειν ἐνδέχεται πλείω τὴν ὑπεροχὴν γίγνεσθαι τῶν ἐπιόντων τῆς ἀνθρωπίνης τῆς ἐν τοῖς ὀλίγοις ἀρετῆς, εἰ δεῖ σῴζεσθαι καὶ μὴ πάσχειν κακῶς μηδὲ ὑβρίζεσθαι, τὴν ἀσφαλεστάτην ἐρυμνότητα τῶν τειχῶν οἰητέον εἶναι πολεμικωτάτην,
しかし、襲撃してくる敵の数的優位が、少数の人々における人間的な徳をはるかに凌駕することが起こりうる以上、もし身を救い、害を被らず、また屈辱を受けないようにせねばならないのであれば、城壁による最も安全な防御こそが、最も戦争に適したものであると考えるべきである。