Humanitext Reader

亚里士多德 · 政治学 §7.1331a

城墙的必要性与神殿及阿哥拉等设施布局

第 135 段,共 155 段 · 希腊语

内容简介

在结合新型攻城武器的发展重新确认城墙必要性的基础上,论述了城邦的空间规划,包括将部分公共食堂设在卫所中,以及合理布局神殿、长官食堂、“自由广场”(阿哥拉)和长者体育场。

§7.1331aἄλλως τε καὶ νῦν εὑρημένων τῶν περὶ τὰ βέλη καὶ τὰς μηχανὰς εἰς ἀκρίβειαν πρὸς τὰς πολιορκίας.
尤其是现在,投射武器和攻城器械已被极其精确地发明出来用于攻城战。
ὅμοιον γὰρ τὸ τείχη μὴ περιβάλλειν ταῖς πόλεσιν ἀξιοῦν καὶ τὸ τὴν χώραν εὐέμβολον ζητεῖν καὶ περιαιρεῖν τοὺς ὀρεινοὺς τόπους, ὁμοίως δὲ καὶ ταῖς οἰκήσεσι ταῖς ἰδίαις μὴ περιβάλλειν τοίχους ὡς ἀνάνδρων ἐσομένων τῶν κατοικούντων.
因为,要求城邦不设城墙,就如同要求领土易受侵入并铲除山地,也同样如同不给私人住宅建造外墙,理由是居民会因此变得懦弱。
ἀλλὰ μὴν οὐδὲ τοῦτό γε δεῖ λανθάνειν, ὅτι τοῖς μὲν περιβεβλημένοις τείχη περὶ τὴν πόλιν ἔξεστιν ἀμφοτέρως χρῆσθαι ταῖς πόλεσιν, καὶ ὡς ἐχούσαις τείχη καὶ ὡς μὴ ἐχούσαις, τοῖς δὲ μὴ κεκτημένοις οὐκ ἔξεστιν.
然而,这一点也不容忽视:对于那些在城市周围筑有城墙的人来说,他们可以用两种方式利用城邦,既可作为有城墙的,也可作为无城墙的,而对于那些不拥有城墙的人来说,则无法做到这一点。
εἰ δὴ τοῦτον ἔχει τὸν τρόπον, οὐχ ὅτι τείχη μόνον περιβλητέον, ἀλλὰ καὶ τούτων ἐπιμελητέον, ὅπως καὶ πρὸς κόσμον ἔχῃ τῇ πόλει πρεπόντως καὶ πρὸς τὰς πολεμικὰς χρείας, τάς τε ἄλλας καὶ τὰς νῦν ἐπεξευρημένας.
如果情况确实如此,那么不仅应当建造城墙,还应当对其加以维护,使之既符合城邦应有的美观,又符合军事需要,包括其他的军事需要以及现在新发明的需要。
ὥσπερ γὰρ τοῖς ἐπιτιθεμένοις ἐπιμελές ἐστι διʼ ὧν τρόπων πλεονεκτήσουσιν, οὕτω τὰ μὲν εὕρηται τὰ δὲ δεῖ ζητεῖν καὶ φιλοσοφεῖν καὶ τοὺς φυλαττομένους· ἀρχὴν γὰρ οὐδʼ ἐπιχειροῦσιν ἐπιτίθεσθαι τοῖς εὖ παρεσκευασμένοις.
因为,正如进攻者关注通过何种方式占得优势一样,对于防守者来说,有些方法已经找到,有些则必须继续探求和思索;因为从一开始,人们甚至不会企图去进攻那些防备周全的人。
ἐπεὶ δὲ δεῖ τὸ μὲν πλῆθος τῶν πολιτῶν ἐν συσσιτίοις κατανενεμῆσθαι, τὰ δὲ τείχη διειλῆφθαι φυλακτηρίοις καὶ πύργοις κατὰ τόπους ἐπικαίρους, δῆλον ὡς ταῦτα προκαλεῖται παρασκευάζειν ἔνια τῶν συσσιτίων ἐν τούτοις τοῖς φυλακτηρίοις.
既然公民大众必须分配到公共食堂中,而城墙也必须在适当地点由卫所和塔楼加以分隔,那么显而易见,这些情况自然促使人们在这些卫所中设立一部分公共食堂。
καὶ ταῦτα μὲν δὴ τοῦτον ἄν τις διακοσμήσειε τὸν τρόπον· τὰς δὲ τοῖς θείοις ἀποδεδομένας οἰκήσεις καὶ τὰ κυριώτατα τῶν ἀρχείων συσσίτια ἁρμόττει τόπον ἐπιτήδειόν τε ἔχειν καὶ τὸν αὐτόν, ὅσα μὴ τῶν ἱερῶν ὁ νόμος ἀφορίζει χωρὶς ἤ τι μαντεῖον ἄλλο πυθόχρηστον.
这些事务确实可以按照这种方式来安排;至于那些分配给神明的居所(神殿)以及长官们最重要的公共食堂,则适宜设在合适且相同的地点,除非法律或某项阿波罗神谕将某些神圣场所另行隔开。
εἴη δʼ ἂν τοιοῦτος ὁ τόπος ὅστις ἐπιφάνειάν τε ἔχει πρὸς τὴν τῆς θέσεως ἀρετὴν ἱκανῶς καὶ πρὸς τὰ γειτνιῶντα μέρη τῆς πόλεως ἐρυμνοτέρως.
这样的地点应当是:因其位置的优越而足够显眼,并且对城市相邻的诸部分而言更为坚固。
πρέπει δʼ ὑπὸ μὲν τοῦτον τὸν τόπον τοιαύτης ἀγορᾶς εἶναι κατασκευὴν οἵαν καὶ περὶ Θετταλίαν νομίζουσιν ἣν ἐλευθέραν καλοῦσιν, αὕτη δʼ ἐστὶν ἣν δεῖ καθαρὰν εἶναι τῶν ὠνίων πάντων, καὶ μήτε βάναυσον μήτε γεωργὸν μήτʼ ἄλλον μηδένα τοιοῦτον παραβάλλειν μὴ καλούμενον ὑπὸ τῶν ἀρχόντων.
而在该地点下方,适宜建造一个类似于帖撒罗尼(德萨利亚)一带所惯常称作“自由广场”的阿哥拉(广场)。 这应当是一个清除了一切商品交易的、保持清洁的场所,无论是手工业者、农民还是其他任何此类人员,除非受到长官的传唤,否则不得进入。
εἴη δʼ ἂν εὔχαρις ὁ τόπος, εἰ καὶ τὰ γυμνάσια τῶν πρεσβυτέρων ἔχοι τὴν τάξιν ἐνταῦθα· πρέπει γὰρ διῃρῆσθαι κατὰ τὰς ἡλικίας καὶ τοῦτον τὸν κόσμον, καὶ παρὰ μὲν τοῖς νεωτέροις ἄρχοντάς τινας διατρίβειν, τοὺς δὲ πρεσβυτέρους παρὰ τοῖς ἄρχουσιν· ἡ γὰρ ἐν ὀφθαλμοῖς τῶν ἀρχόντων παρουσία μάλιστα ἐμποιεῖ τὴν ἀληθινὴν αἰδῶ καὶ τὸν τῶν ἐλευθέρων φόβον.
如果长者们的体育场(健身房)也安排在这里,这个地方将会非常令人愉悦;因为这一秩序也适宜按年龄来划分,并且某些长官应当在年轻人那里活动,而长者们则应当在长官们的身边;因为在长官们的注视之下,最能产生出真正的敬畏和自由人所应有的畏惧。

词汇与语法注释

  1. 1331aνῦν εὑρημένων τῶν περὶ τὰ βέλη — 属格独立结构。εὑρημένων 是现在或过去完成时被动分词,其逻辑主语是中性复数名词短语 τῶν περὶ τὰ βέλη καὶ τὰς μηχανὰς(关于投射武器和器械的事物)。介词短语 εἰς ἀκρίβειαν 起副词作用修饰分词,表示“精确地”。
  2. 1331aοὐχ ὅτι τείχη μόνον περιβλητέον — 短语 οὐχ ὅ提 与后文的 ἀλλὰ καί 呼应,意为“不仅……而且”。περιβλητέον 以及随后的 ἐπιμελητέον 均为中性单数形容动词(动形容词),在此起非人称句式作用,表示“必须/应当”。
  3. 1331aὅσα μὴ τῶν ἱερῶν ὁ νόμος ἀφορίζει χωρὶς — ὅσα 是关系代词 ὅσος 的中性复数形式。伴随否定词 μὴ 引入条件性限制,表示“除了法律另行规定……之外”。χωρὶς 作为副词“单独地、分开地”修饰动词 ἀφορίζει。
  4. 1331aμὴ καλούμενον ὑπὸ τῶν ἀρχόντων — 现在时被动分词 καλούμενον 指向前文的单数名词(如 βάναυσον 和 γεωργὸν)作为其逻辑主语。它与否定小词 μὴ 连用,充当条件分词,意为“除非被长官们召唤”。

引用这一段

亚里士多德, 政治学 §7.1331a. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg035.humanitext-grc2:7.1331a

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。