§7.1330bτῶν δὲ λοιπῶν πρὸς τὸ τὰς πολιτικὰς πράξεις καὶ πολεμικὰς καλῶς ἔχει.
至于其余的两个方面,它们应当考虑使其有利于政治和军事活动。
πρὸς μὲν οὖν τὰς πολεμικὰς αὐτοῖς μὲν εὐέξοδον εἶναι χρή, τοῖς δʼ ἐναντίοις δυσπρόσοδον καὶ δυσπερίληπτον, ὑδάτων τε καὶ ναμάτων μάλιστα μὲν ὑπάρχειν πλῆθος οἰκεῖον, εἰ δὲ μή, τοῦτό γε εὕρηται διὰ τοῦ κατασκευάζειν ὑποδοχὰς ὀμβρίοις ὕδασιν ἀφθόνους καὶ μεγάλας, ὥστε μηδέποτε ὑπολείπειν εἰργομένους τῆς χώρας διὰ πόλεμον·
首先,关于军事活动,该地点应当便于市民自身出击,而对敌对者来说则难以接近且难以包围。 此外,水和泉水源最好是在城邦内部拥有充足的储量;如果不然,这至少可以通过建造充足而巨大的雨水蓄水池来解决,以便在因战争而被阻隔在领土之外时,永远不会缺水。
ἐπεὶ δὲ δεῖ περὶ ὑγιείας φροντίζειν τῶν ἐνοικούντων, τοῦτο δʼ ἐστὶν ἐν τῷ κεῖσθαι τὸν τόπον ἔν τε τοιούτῳ καὶ πρὸς τοιοῦτον καλῶς, δεύτερον δὲ ὕδασιν ὑγιεινοῖς χρῆσθαι, καὶ τούτου τὴν ἐπιμέλειαν ἔχειν μὴ παρέργως.
由于必须关照居民的健康,而这取决于将地点良好地坐落在如此健康的场所并朝向如此健康的方向,其次取决于使用健康的水,因此对这一点的关注也不可马虎。
οἷς γὰρ πλείστοις χρώμεθα πρὸς τὸ σῶμα καὶ πλειστάκις, ταῦτα πλεῖστον συμβάλλεται πρὸς τὴν ὑγίειαν· ἡ δὲ τῶν ὑδάτων καὶ τοῦ πνεύματος δύναμις τοιαύτην ἔχει τὴν φύσιν.
因为我们为身体而使用最多且最频繁的东西,对健康的贡献也最大;而水和空气的力量正具有这样的性质。
διόπερ ἐν ταῖς εὖ φρονούσαις δεῖ διωρίσθαι πόλεσιν, ἐὰν μὴ πάνθʼ ὅμοια μηδʼ ἀφθονία τοιούτων ᾖ ναμάτων, χωρὶς τά τε εἰς τροφὴν ὕδατα καὶ τὰ πρὸς τὴν ἄλλην χρείαν.
因此,在贤明的城邦中,如果并非所有的水源都同样好,或者这种泉水并不充足,就应当将饮用水与用于其他用途的水分开。
περὶ δὲ τόπων ἐρυμνῶν οὐ πάσαις ὁμοίως ἔχει τὸ συμφέρον ταῖς πολιτείαις·
关于险要的地理位置,其利益对于所有的政体来说并不相同。
οἷον ἀκρόπολις ὀλιγαρχικὸν καὶ μοναρχικόν, δημοκρατικὸν δʼ ὁμαλότης, ἀριστοκρατικὸν δὲ οὐδέτερον, ἀλλὰ μᾶλλον ἰσχυροὶ τόποι πλείους.
例如,卫城(阿克罗波利斯)适合寡头制和君主制,平坦的地势适合民主制,而贵族制则两者皆非,而是更适合有多个坚固的据点。
ἡ δὲ τῶν ἰδίων οἰκήσεων διάθεσις ἡδίων μὲν νομίζεται καὶ χρησιμωτέρα πρὸς τὰς ἄλλας πράξεις, ἂν εὔτομος ᾖ καὶ κατὰ τὸν νεώτερον καὶ τὸν Ἱπποδάμειον τρόπον, πρὸς δὲ τὰς πολεμικὰς ἀσφαλείας τοὐναντίον ὡς εἶχον κατὰ τὸν ἀρχαῖον χρόνον· δυσείσοδος γὰρ ἐκείνη τοῖς ξενικοῖς καὶ δυσεξερεύνητος τοῖς ἐπιτιθεμένοις.
至于私人住宅的布置,如果它是按照较新的、即希波达摩斯式的方法整齐划一地划分的,那么人们会认为它更为舒适,并且对于日常活动更为实用,但是对于军事安全而言,相反的、如同古时候的做法则是更好的;因为那种古老的布局对外国军队来说难以进入,对袭击者来说难以摸清方向。
διὸ δεῖ τούτων ἀμφοτέρων μετέχειν (ἐνδέχεται γάρ, ἄν τις οὕτως κατασκευάζῃ καθάπερ ἐν τοῖς γεωργοῖς ἃς καλοῦσί τινες τῶν ἀμπέλων συστάδας), καὶ τὴν μὲν ὅλην μὴ ποιεῖν πόλιν εὔτομον, κατὰ μέρη δὲ καὶ τόπους·
因此,应当兼具这两者的特点(因为如果人们像某些农夫在种植葡萄时所称的“丛生”那样进行布置,这是可能的),不要将整个城市都建得整齐划一,而应当在部分和区域中这样做。
οὕτω γὰρ καὶ πρὸς ἀσφάλειαν καὶ πρὸς κόσμον ἕξει καλῶς.
因为这样既有利于安全,也有利于美观。
περὶ δὲ τειχῶν, οἱ μὴ φάσκοντες δεῖν ἔχειν τὰς τῆς ἀρετῆς ἀντιποιουμένας πόλεις λίαν ἀρχαίως ὑπολαμβάνουσιν, καὶ ταῦθʼ ὁρῶντες ἐλεγχομένας ἔργῳ τὰς ἐκείνως καλλωπισαμένας.
关于城壁,那些声称追求德性的城邦不应当拥有城壁的人,其看法过于陈旧,尤其是他们看到那些因不设城防而自我炫耀的城邦已被事实无情地推翻。
ἔστι δὲ πρὸς μὲν τοὺς ὁμοίους καὶ μὴ πολὺ τῷ πλήθει διαφέροντας οὐ καλὸν τὸ πειρᾶσθαι σῴζεσθαι διὰ τῆς τῶν τειχῶν ἐρυμνότητος· ἐπεὶ δὲ καὶ συμβαίνειν ἐνδέχεται πλείω τὴν ὑπεροχὴν γίγνεσθαι τῶν ἐπιόντων τῆς ἀνθρωπίνης τῆς ἐν τοῖς ὀλίγοις ἀρετῆς, εἰ δεῖ σῴζεσθαι καὶ μὴ πάσχειν κακῶς μηδὲ ὑβρίζεσθαι, τὴν ἀσφαλεστάτην ἐρυμνότητα τῶν τειχῶν οἰητέον εἶναι πολεμικωτάτην,
诚然,面对实力相当且人数上并无绝对优势的敌人,企图通过城墙的坚固来保全自己是不光彩的;但是,由于入侵者的绝对优势也有可能远远超过少数人所拥有的凡人德性,如果要保全自身且不遭受侵害和屈辱,就必须认为,城墙最安全防卫力才是最符合战争需要的。