§7.1327aἔτι δʼ ὥσπερ τὸ πλῆθος τὸ τῶν ἀνθρώπων εὐσύνοπτον ἔφαμεν εἶναι δεῖν, οὕτω καὶ τὴν χώραν·
さらに、人間の数について一目で把握できるべきであると我々が言ったように、領土についても同様である。
τὸ δʼ εὐσύνοπτον τὸ εὐβοήθητον εἶναι τὴν χώραν ἐστίν.
そして、領土が一目で把握できるとは、その領土が救助しやすいということである。
τῆς δὲ πόλεως τὴν θέσιν εἰ χρὴ ποιεῖν κατʼ εὐχήν, πρός τε τὴν θάλατταν προσήκει κεῖσθαι καλῶς πρός τε τὴν χώραν.
もし城邦の配置を願い通りにする必要があるなら、海に対しても領土に対しても好都合に位置することがふさわしい。
εἷς μὲν οὖν ὁ λεχθεὶς ὅρος (δεῖ γὰρ πρὸς τὰς ἐκβοηθείας κοινὴν εἶναι τῶν τόπων ἁπάντων)·
さて、一方は既に述べられた基準である(なぜなら、救助に出向くためには、すべての場所から共通して行きやすい場所であるべきだからである)。
ὁ δὲ λοιπὸς πρὸς τὰς τῶν γινομένων καρπῶν παραπομπάς, ἔτι δὲ τῆς περὶ ξύλα ὕλης, κἂν εἴ τινα ἄλλην ἐργασίαν ἡ χώρα τυγχάνοι κεκτημένη τοιαύτην εὐπαρακόμιστον.
他方の基準は、生産される収穫物の搬送、さらには木材用の樹木、そしてその領土がたまたま得ているかもしれない他のそのような加工産物を、容易に運び込めることである。
περὶ δὲ τῆς πρὸς τὴν θάλατταν κοινωνίας, πότερον ὠφέλιμος ταῖς εὐνομουμέναις πόλεσιν ἢ βλαβερά, πολλὰ τυγχάνουσιν ἀμφισβητοῦντες·
他方、海との交わりが、秩序正しい城邦にとって有益であるか有害であるかについては、多くの議論がなされている。
τό τε γὰρ ἐπιξενοῦσθαί τινας ἐν ἄλλοις τεθραμμένους νόμοις ἀσύμφορον εἶναί φασι πρὸς τὴν εὐνομίαν, καὶ τὴν πολυανθρωπίαν·
なぜなら、異なる法律のもとで育った人々を異邦人として受け入れることは、良い秩序にとって不利益であると言われ、また人口過多も同様であるからである。
γίνεσθαι μὲν γὰρ ἐκ τοῦ χρῆσθαι τῇ θαλάττῃ διαπέμποντας καὶ δεχομένους ἐμπόρων πλῆθος, ὑπεναντίαν δʼ εἶναι πρὸς τὸ πολιτεύεσθαι καλῶς.
すなわち、海を利用して多数の商人を送り出し、また受け入れることから人口過多が生じるが、それは良好な政治生活を送ることに反するというのである。
ὅτι μὲν οὖν, εἰ ταῦτα μὴ συμβαίνει, βέλτιον καὶ πρὸς ἀσφάλειαν καὶ πρὸς εὐπορίαν τῶν ἀναγκαίων μετέχειν τὴν πόλιν καὶ τὴν χώραν τῆς θαλάττης, οὐκ ἄδηλον.
しかし、もしこれらのことが起こらないのであれば、安全のためにも、また必要な物資を十分に確保するためにも、城邦と領土が海にあずかることがより良いことは明らかである。
καὶ γὰρ πρὸς τὸ ῥᾷον φέρειν τοὺς πολέμους εὐβοηθήτους εἶναι δεῖ κατʼ ἀμφότερα τοὺς σωθησομένους, καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν, καὶ πρὸς τὸ βλάψαι τοὺς ἐπιτιθεμένους, εἰ μὴ κατʼ ἄμφω δυνατόν, ἀλλὰ κατὰ θάτερον ὑπάρξει μᾶλλον ἀμφοτέρων μετέχουσιν.
実際、戦争をより容易に耐え抜くためには、救われるべき人々が、陸と海の両方において救援されやすい状態にあるべきであり、また攻撃してくる敵に打撃を与えるためにも、仮に両方においては不可能だとしても、両方にあずかっている者たちにとっては、どちらか一方においてより可能となるからである。
ὅσα τʼ ἂν μὴ τυγχάνῃ παρʼ αὑτοῖς ὄντα, δέξασθαι ταῦτα, καὶ τὰ πλεονάζοντα τῶν γιγνομένων ἐκπέμψασθαι τῶν ἀναγκαίων ἐστίν.
また、自国に存在しないものを受け入れ、余剰の生産物を輸出することも、必要な事柄に属する。
αὑτῇ γὰρ ἐμπορικήν, ἀλλʼ οὐ τοῖς ἄλλοις, δεῖ εἶναι τὴν πόλιν·
なぜなら、城邦は自分自身のために交易を行うべきであり、他国のために行うべきではないからである。
οἱ δὲ παρέχοντες σφᾶς αὐτοὺς πᾶσιν ἀγορὰν προσόδου χάριν ταῦτα πράττουσιν· ἣν δὲ μὴ δεῖ πόλιν τοιαύτης μετέχειν πλεονεξίας, οὐδʼ ἐμπόριον δεῖ κεκτῆσθαι τοιοῦτον.
自らをすべての人々に対する市場として提供する者たちは、利益のためにこれを行っているのであり、そのような貪欲さにあずかるべきではない城邦は、そのような貿易港を持つべきではない。
ἐπεὶ δὲ καὶ νῦν ὁρῶμεν πολλαῖς ὑπάρχοντα καὶ χώραις καὶ πόλεσιν ἐπίνεια καὶ λιμένας εὐφυῶς κείμενα πρὸς τὴν πόλιν, ὥστε μήτε τὸ αὐτὸ νέμειν ἄστυ μήτε πόρρω λίαν, ἀλλὰ κρατεῖσθαι τείχεσι καὶ τοιούτοις ἄλλοις ἐρύμασι, φανερὸν ὡς εἰ μὲν ἀγαθόν τι συμβαίνει γίνεσθαι διὰ τῆς κοινωνίας αὐτῶν, ὑπάρξει τῇ πόλει τοῦτο τὸ ἀγαθόν, εἰ δέ τι βλαβερόν, φυλάξασθαι ῥᾴδιον τοῖς νόμοις φράζοντας καὶ διορίζοντας τίνας οὐ δεῖ καὶ τίνας ἐπιμίσγεσθαι δεῖ πρὸς ἀλλήλους.
しかし、今日すでに、多くの地方や城邦において、ドックや港が城邦に対して都合のよい場所に配置されており、同じ都市を占めることもなく、また遠すぎもしないが、城壁やその他の防壁によって制御されているのを我々は目にしている。 したがって、彼らの交わりを通じて何か良いことが生じるならば、城邦にはこの良いことがもたらされるであろうし、もし何か害があるならば、誰が互いに交わるべきではなく、誰が交わるべきかを法律によって布告し規定することで、それを防ぐのは容易である。
περὶ δὲ τῆς ναυτικῆς δυνάμεως, ὅτι μὲν βέλτιστον ὑπάρχειν μέχρι τινὸς πλήθους, οὐκ ἄδηλον
海軍力については、ある程度の規模に達するまでは存在することが最善であることは明らかである。