§7.1326aδεῖ τὴν ὕλην ὑπάρχειν ἐπιτηδείαν οὖσαν πρὸς τὴν ἐργασίαν (ὅσῳ γὰρ ἂν αὕτη τυγχάνῃ παρεσκευασμένη βέλτιον, ἀνάγκη καὶ τὸ γιγνόμενον ὑπὸ τῆς τέχνης εἶναι κάλλιον), οὕτω καὶ τῷ πολιτικῷ καὶ τῷ νομοθέτῃ δεῖ τὴν οἰκείαν ὕλην ὑπάρχειν ἐπιτηδείως ἔχουσαν.
素材がその加工に適した状態で備わっているべきである(なぜなら、この素材があらかじめより良く準備されていればいるほど、技術によって作り出されるものも、より美しくならざるを得ないからである)。 それと同様に、政治家や立法者にとっても、彼らに固有の素材が適した状態で備わっていなければならない。
ἔστι δὲ πολιτικῆς χορηγίας πρῶτον τό τε πλῆθος τῶν ἀνθρώπων, πόσους τε καὶ ποίους τινὰς ὑπάρχειν δεῖ φύσει, καὶ κατὰ τὴν χώραν ὡσαύτως, πόσην τε εἶναι καὶ ποίαν τινὰ ταύτην.
そして、政治的資財の第一のものは、人間の数、すなわち、彼らが自然本来的にどれほど多く、どのような人々であるべきか、そして領土に関しても同様に、それがどれほど広く、どのようなものであるべきかということである。
οἴονται μὲν οὖν οἱ πλεῖστοι προσήκειν μεγάλην εἶναι τὴν εὐδαίμονα πόλιν·
さて、多くの人々は、幸福な国家は偉大であるべきだと考えている。
εἰ δὲ τοῦτʼ ἀληθές, ἀγνοοῦσι ποία μεγάλη καὶ ποία μικρὰ πόλις.
しかし、もしこれが本当だとしても、彼らはどのような国家が大きく、どのような国家が小さいかを知らない。
κατʼ ἀριθμοῦ γὰρ πλῆθος τῶν ἐνοικούντων κρίνουσι τὴν μεγάλην, δεῖ δὲ μᾶλλον μὴ εἰς τὸ πλῆθος εἰς δὲ δύναμιν ἀποβλέπειν.
なぜなら、彼らは居住者の数の多さによって大きな国家を判断するが、数の多さではなく、むしろ能力に目を向けるべきだからである。
ἔστι γάρ τι καὶ πόλεως ἔργον, ὥστε τὴν δυναμένην τοῦτο μάλιστʼ ἀποτελεῖν, ταύτην οἰητέον εἶναι μεγίστην, οἷον Ἱπποκράτην οὐκ ἄνθρωπον ἀλλʼ ἰατρὸν εἶναι μείζω φήσειεν ἄν τις τοῦ διαφέροντος κατὰ τὸ μέγεθος τοῦ σώματος.
なぜなら、国家には何らかの機能があり、したがって、この機能を最もよく果たすことができる国家こそが、最も偉大であると考えられなければならないからである。 それは例えば、ヒポクラテスについて、人間としてではなく医者として、肉体の大きさにおいて他を凌駕する人よりも「大きい(偉大である)」と誰かが言うであろうようなものである。
οὐ μὴν ἀλλὰ κἂν εἰ δεῖ κρίνειν πρὸς τὸ πλῆθος ἀποβλέποντας, οὐ κατὰ τὸ τυχὸν πλῆθος τοῦτο ποιητέον (ἀναγκαῖον γὰρ ἐν ταῖς πόλεσιν ἴσως ὑπάρχειν καὶ δούλων ἀριθμὸν πολλῶν καὶ μετοίκων καὶ ξένων), ἀλλʼ ὅσοι πόλεώς εἰσι μέρος καὶ ἐξ ὧν συνίσταται πόλις οἰκείων μορίων·
とはいえ、たとえ数の多さに目を向けて判断せねばならないとしても、ありふれた(雑多な)数の多さに従ってこれを行うべきではない(なぜなら、国家の内にはおそらく多くの奴隷の数や在留外人や異邦人が存在することが不可避だからである)。 むしろ、国家の部分をなす人々、またそこから国家が構成されるところの固有の構成要素にこそ目を向けるべきである。
ἡ γὰρ τούτων ὑπεροχὴ τοῦ πλήθους μεγάλης πόλεως σημεῖον, ἐξ ἧς δὲ βάναυσοι μὲν ἐξέρχονται πολλοὶ τὸν ἀριθμὸν ὁπλῖται δὲ ὀλίγοι, ταύτην ἀδύνατον εἶναι μεγάλην·
というのも、これら(固有の構成要素)の数の優越こそが偉大な国家の目印であり、それに対して、職工は数多く出てくるが重装歩兵は少数しか出てこないような国家、これが偉大であることは不可能だからである。
οὐ γὰρ ταὐτὸν μεγάλη τε πόλις καὶ πολυάνθρωπος.
なぜなら、偉大な国家と人口の多い国家とは同一ではないからである。
ἀλλὰ μὴν καὶ τοῦτό γε ἐκ τῶν ἔργων φανερόν, ὅτι χαλεπόν, ἴσως δʼ ἀδύνατον, εὐνομεῖσθαι τὴν λίαν πολυάνθρωπον·
さらにまた、実際の事実からも次のことは明らかである。 すなわち、過度に人口の多い国家が優れた法秩序を持つことは困難であり、おそらく不可能である。
τῶν γοῦν δοκουσῶν πολιτεύεσθαι καλῶς οὐδεμίαν ὁρῶμεν οὖσαν ἀνειμένην πρὸς τὸ πλῆθος.
少なくとも、優れた国制を持つとみなされている国家のうち、数の制限なく人口を増やしている国家を、私たちは一つも見ないからである。
τοῦτο δὲ δῆλον καὶ διὰ τῆς τῶν λόγων πίστεως.
そしてこのことは、議論による証明を通しても明らかである。
ὅ τε γὰρ νόμος τάξις τίς ἐστι, καὶ τὴν εὐνομίαν ἀναγκαῖον εὐταξίαν εἶναι, ὁ δὲ λίαν ὑπερβάλλων ἀριθμὸς οὐ δύναται μετέχειν τάξεως·
なぜなら、法とは一種の秩序であり、優れた法秩序は必然的に優れた秩序でなければならないが、過剰に膨れ上がった数は秩序にあずかることができないからである。
θείας γὰρ δὴ τοῦτο δυνάμεως ἔργον, ἥτις καὶ τόδε συνέχει τὸ πᾶν.
なぜなら、それはまさに、この全宇宙をも維持している神的な力のはたらきだからである。
διὸ καὶ πόλιν ἧς μετὰ μεγέθους ὁ λεχθεὶς ὅρος ὑπάρχει, ταύτην εἶναι καλλίστην ἀναγκαῖον·
それゆえ、大きさ(規模)を伴いつつ、先に述べられた限界が備わっている国家、これこそが最も美しい国家でなければならない。
ἐπεὶ τό γε καλὸν ἐν πλήθει καὶ μεγέθει εἴωθε γίνεσθαι, ἀλλʼ ἔστι τι καὶ πόλεως μεγέθους μέτρον, ὥσπερ καὶ τῶν ἄλλων πάντων, ζῴων φυτῶν ὀργάνων·
なぜなら、美というものは、一般に数と大きさのなかに生じるものだからである。 しかし、国家の大きさにもやはり一定の尺度が存在するのであり、それは他のすべてのもの、すなわち動物、植物、道具などと同様である。
καὶ γὰρ τούτων ἕκαστον οὔτε λίαν μικρὸν οὔτε κατὰ μέγεθος ὑπερβάλλον ἕξει τὴν αὑτοῦ δύναμιν, ἀλλʼ ὁτὲ μὲν ὅλως ἐστερημένον ἔσται τῆς φύσεως ὁτὲ δὲ φαύλως ἔχον, οἷον πλοῖον σπιθαμιαῖον μὲν οὐκ ἔσται πλοῖον ὅλως, οὐδὲ δυοῖν σταδίοιν,
というのも、これらのそれぞれは、過度に小さすぎても、また大きさにおいて過度に行き過ぎていても、それ自体の固有の能力を持つことはなく、ある場合にはその本来の性質を完全に失ってしまい、また別の場合には悪い状態になってしまうからである。 例えば、一スパン(手のひらを広げた長さ)しかない船は、そもそも全く船ではないし、二スタディオンもある船もまたそうだからである。