§7.1324bοἱ μὲν οὖν οὕτως ὑπολαμβάνουσιν, οἱ δὲ τὸν δεσποτικὸν καὶ τυραννικὸν τρόπον τῆς πολιτείας εἶναι μόνον εὐδαίμονά φασιν.
このように考える人々がいる一方で、別の人々は、支配的で僭主的な国制のあり方のみが幸福であると主張する。
παρʼ ἐνίοις δὲ καὶ τῆς πολιτείας οὗτος ὅρος καὶ τῶν νόμων ὅπως δεσπόζωσι τῶν πέλας.
また一部の人々の間では、隣人を支配することが、国制と法律の目的となっている。
διὸ καὶ τῶν πλείστων νομίμων χύδην ὡς εἰπεῖν κειμένων παρὰ τοῖς πλείστοις, ὅμως εἴ πού τι πρὸς ἓν οἱ νόμοι βλέπουσι, τοῦ κρατεῖν στοχάζονται πάντες, ὥσπερ ἐν Λακεδαίμονι καὶ Κρήτῃ πρὸς τοὺς πολέμους συντέτακται σχεδὸν ἥ τε παιδεία καὶ τὸ τῶν νόμων πλῆθος·
それゆえ、大半の人々の間では、大半の法的規定が、いわば乱雑に定められているとしても、もし法律がどこかで一つのことを目指しているとすれば、それらはすべて支配することを目指している。 ちょうどスパルタやクレタにおいて、教育と法律の大部分が、ほぼ戦争に向けて組織されているように。
ἔτι δʼ ἐν τοῖς ἔθνεσι πᾶσι τοῖς δυναμένοις πλεονεκτεῖν ἡ τοιαύτη τετίμηται δύναμις, οἷον ἐν Σκύθαις καὶ Πέρσαις καὶ Θρᾳξὶ καὶ Κελτοῖς.
さらに他者を圧倒する力を持つすべての諸民族、例えばスキタイ人、ペルシア人、トラキア人、ケルト人の間でも、そのような力が重んじられている。
ἐν ἐνίοις γὰρ καὶ νόμοι τινές εἰσι παροξύνοντες πρὸς τὴν ἀρετὴν ταύτην, καθάπερ ἐν Καρχηδόνι φασὶ τὸν ἐκ τῶν κρίκων κόσμον λαμβάνειν ὅσας ἂν στρατεύσωνται στρατείας·
実際、一部の国では、この美徳を鼓舞するような特定の法律が存在する。 例えばカルタゴでは、従軍した遠征の数と同じだけの腕輪の装飾を得ると言われている。
ἦν δέ ποτε καὶ περὶ Μακεδονίαν νόμος τὸν μηθένα ἀπεκταγκότα πολέμιον ἄνδρα περιεζῶσθαι τὴν φορβειάν·
また、かつてマケドニアにも、一人の敵も殺したことのない者は、頭絡を身につけなければならないという法律があった。
ἐν δὲ Σκύθαις οὐκ ἐξῆν πίνειν ἐν ἑορτῇ τινι σκύφον περιφερόμενον τῷ μηθένα ἀπεκταγκότι πολέμιον·
スキタイ人の間では、敵を一人も殺していない者は、ある祝祭において回される杯から飲むことが許されなかった。
ἐν δὲ τοῖς Ἴβηρσιν, ἔθνει πολεμικῷ, τοσούτους τὸν ἀριθμὸν ὀβελίσκους καταπηγνύουσι περὶ τὸν τάφον ὅσους ἂν διαφθείρῃ τῶν πολεμίων·
好戦的な民族であるイベリア人の間では、墓の周りに、倒した敵の数と同じ数の鉄の串を突き立てる。
καὶ ἕτερα δὴ παρʼ ἑτέροις ἔστι τοιαῦτα πολλά, τὰ μὲν νόμοις κατειλημμένα τὰ δὲ ἔθεσιν.
そして、他の国々でもこれに類する多くの習慣が、あるものは法律によって、またあるものは慣習によって確立されている。
καίτοι δόξειεν ἂν ἄγαν ἄτοπον ἴσως εἶναι τοῖς βουλομένοις ἐπισκοπεῖν, εἰ τοῦτʼ ἐστὶν ἔργον τοῦ πολιτικοῦ, τὸ δύνασθαι θεωρεῖν ὅπως ἄρχῃ καὶ δεσπόζῃ τῶν πλησίον, καὶ βουλομένων καὶ μὴ βουλομένων.
しかしながら、もし政治家の仕事が、近隣の人々を、彼らが望もうと望むまいと、いかにして支配し専制するかを考究することであるとするならば、検討しようとする人々にとっては、それはおそらく極めて奇妙なことに思われるであろう。
πῶς γὰρ ἂν εἴη τοῦτο πολιτικὸν ἢ νομοθετικόν, ὅ γε μηδὲ νόμιμόν ἐστιν;
なぜなら、合法的ですらないことが、どうして政治的あるいは立法的な仕事でありえようか。
οὐ νόμιμον δὲ τὸ μὴ μόνον δικαίως ἀλλὰ καὶ ἀδίκως ἄρχειν, κρατεῖν δʼ ἔστι καὶ μὴ δικαίως.
そして、正当にだけでなく不当にも支配することは合法的ではなく、また正当でなくても支配することは可能である。
ἀλλὰ μὴν οὐδʼ ἐν ταῖς ἄλλαις ἐπιστήμαις τοῦτο ὁρῶμεν·
しかし、私たちは他の諸科学においても、そのようなことを見出さない。
οὔτε γὰρ τοῦ ἰατροῦ οὔτε τοῦ κυβερνήτου ἔργον ἐστὶ τὸ ἢ πεῖσαι ἢ βιάσασθαι τοῦ μὲν τοὺς θεραπευομένους τοῦ δὲ τοὺς πλωτῆρας.
なぜなら、医師の仕事も、舵手の仕事も、患者を説得するか強制すること、あるいは、乗組員を説得するか強制することではないからである。
ἀλλʼ ἐοίκασιν οἱ πολλοὶ τὴν δεσποτικὴν πολιτικὴν οἴεσθαι εἶναι, καὶ ὅπερ αὑτοῖς ἕκαστοι οὔ φασιν εἶναι δίκαιον οὐδὲ συμφέρον, τοῦτʼ οὐκ αἰσχύνονται πρὸς τοὺς ἄλλους ἀσκοῦντες·
しかし、多くの人々は専制的な支配を政治的な支配であると考えているようであり、自分たち自身にとっては正当でも有益でもないと主張することを、他者に対して行うことには恥を感じない。
αὐτοὶ μὲν γὰρ παρʼ αὑτοῖς τὸ δικαίως ἄρχειν ζητοῦσι, πρὸς δὲ τοὺς ἄλλους οὐδὲν μέλει τῶν δικαίων.
すなわち、彼らは自分たちの間では正当に支配することを求める一方で、他者に対しては正当なことなど全く気にかけない。
ἄτοπον δὲ εἰ μὴ φύσει τὸ μὲν δεσποστόν ἐστι τὸ δὲ οὐ δεσποστόν, ὥστε εἴπερ ἔχει τὸν τρόπον τοῦτον, οὐ δεῖ πάντων πειρᾶσθαι δεσπόζειν, ἀλλὰ τῶν δεσποστῶν, ὥσπερ οὐδὲ θηρεύειν ἐπὶ θοίνην ἢ θυσίαν ἀνθρώπους, ἀλλὰ τὸ πρὸς τοῦτο θηρευτόν·
しかし、もし自然本性的に、一方のものが支配されるべきであり、他方のものがそうではないのでないとしたら、それは奇妙なことである。 したがって、もしこのようになっているならば、すべてのものを支配しようと試みるべきではなく、支配されるべきものだけを支配すべきである。 それはちょうど、宴会や生贄のために人間を狩るべきではなく、そのために狩られるべきものを狩るべきであるのと同様である。
ἔστι δὲ θηρευτὸν ὃ ἂν ἄγριον ᾖ ἐδεστὸν ζῷον.
そして、狩られるべきものとは、食用となる野生の動物である。
ἀλλὰ μὴν εἴη γʼ ἂν καὶ καθʼ ἑαυτὴν μία πόλις εὐδαίμων,
しかしながら、たとえ単一の国家がそれ自体で独立していても、それは幸福でありうるだろう。