§6.1322bἔτι δὲ κἂν ὦσιν ἱππεῖς ἢ ψιλοὶ ἢ τοξόται ἢ ναυτικόν, καὶ ἐπὶ τούτων ἑκάστων ἐνίοτε καθίσταται ἀρχή, αἳ καλοῦνται ναυαρχίαι καὶ ἱππαρχίαι καὶ ταξιαρχίαι, καὶ κατὰ μέρος δὲ αἱ ὑπὸ ταύτας τριηραρχίαι καὶ λοχαγίαι καὶ φυλαρχίαι καὶ ὅσα τούτων μόρια.
此外,如果存在骑兵、轻装步兵、弓兵或海军,有时也会针对这些兵种的每一个设立官职,它们被称为海军指挥官职、骑兵指挥官职和步兵部队长职;具体而言,也包括其下属的三列桨战船指挥官职、步兵中队长职、部落骑兵长职以及所有这些职务的细分级别。
τὸ δὲ πᾶν ἕν τι τούτου ἐστὶν εἶδος, ἐπιμελείας πολεμικῶν.
这整个领域属于此中之一种,即军事事务之监督。
περὶ μὲν οὖν ταύτην τὴν ἀρχὴν ἔχει τὸν τρόπον τοῦτον·
因此,关于这类官职的情况就是这样。
ἐπεὶ δὲ ἔνιαι τῶν ἀρχῶν, εἰ καὶ μὴ πᾶσαι, διαχειρίζουσι πολλὰ τῶν κοινῶν, ἀναγκαῖον ἑτέραν εἶναι τὴν ληψομένην λογισμὸν καὶ προσευθυνοῦσαν, αὐτὴν μηθὲν διαχειρίζουσαν ἕτερον·
然而,既然有些官职(即便不是全部)掌管着公共财产的许多部分,就必须有另一个负责接受账目并进行审计的官职,而它自身则不掌管任何其他财务。
καλοῦσι δὲ τούτους οἱ μὲν εὐθύνους οἱ δὲ λογιστὰς οἱ δʼ ἐξεταστὰς οἱ δὲ συνηγόρους.
人们在有些地方称这些官员为“审计官”,在另一些地方称“会计官”,在另一些地方称“调查官”,在另一些地方则称“公设辩护官”。
παρὰ πάσας δὲ ταύτας τὰς ἀρχὰς ἡ μάλιστα κυρία πάντων ἐστίν· ἡ γὰρ αὐτὴ πολλάκις ἔχει τὸ τέλος καὶ τὴν εἰσφοράν, ἢ προκάθηται τοῦ πλήθους, ὅπου κύριός ἐστιν ὁ δῆμος· δεῖ γὰρ εἶναι τὸ συνάγον τὸ κύριον κύριον τῆς πολιτείας.
但在所有这些官职之外,还有一个对所有事务最具有主导权的官职;因为这同一官职往往既负责决议的执行与提案,或是在平民拥有主权的地方担任群众大会的主席;因为召集主权机构的那个部门必须对宪政体制拥有主权。
καλεῖται δὲ ἔνθα μὲν πρόβουλοι διὰ τὸ προβουλεύειν, ὅπου δὲ πλῆθός ἐστι, βουλὴ μᾶλλον.
在有些地方,由于它负责预先审议,因此被称为“事前审议委员”,而在平民人口众多的地方,则更多被称为“议事会”。
αἱ μὲν οὖν πολιτικαὶ τῶν ἀρχῶν σχεδὸν τοσαῦταί τινές εἰσιν·
因此,世俗的政治官职大致就是这些。
ἄλλο δʼ εἶδος ἐπιμελείας ἡ περὶ τοὺς θεούς, οἷον ἱερεῖς τε καὶ ἐπιμεληταὶ τῶν περὶ τὰ ἱερὰ τοῦ σῴζεσθαί τε τὰ ὑπάρχοντα καὶ ἀνορθοῦσθαι τὰ πίπτοντα τῶν οἰκοδομημάτων καὶ τῶν ἄλλων ὅσα τέτακται πρὸς τοὺς θεούς.
另一种监督则是关于神祇的,例如祭司以及负责圣地事务的监督官,以保护现有之物,重建损毁的建筑物,并管理为神祇而设立的其他一切事物。
συμβαίνει δὲ τὴν ἐπιμέλειαν ταύτην ἐνιαχοῦ μὲν εἶναι μίαν, οἷον ἐν ταῖς μικραῖς πόλεσιν, ἐνιαχοῦ δὲ πολλὰς καὶ κεχωρισμένας τῆς ἱερωσύνης, οἷον ἱεροποιοὺς καὶ ναοφύλακας καὶ ταμίας τῶν ἱερῶν χρημάτων.
这种监督在某些地方(例如在小城邦中)是单一的,而在另一些地方则是多重的,且与祭司职分相分离,例如祭仪主持官、神殿守护官以及神圣财产保管官。
ἐχομένη δὲ ταύτης ἡ πρὸς τὰς θυσίας ἀφωρισμένη τὰς κοινὰς πάσας, ὅσας μὴ τοῖς ἱερεῦσιν ἀποδίδωσιν ὁ νόμος, ἀλλʼ ἀπὸ τῆς κοινῆς ἑστίας ἔχουσι τὴν τιμήν· καλοῦσι δʼ οἱ μὲν ἄρχοντας τούτους οἱ δὲ βασιλεῖς οἱ δὲ πρυτάνεις.
紧随这一职能之后的,是专门负责所有公共祭祀的监督,只要法律没有将其分配给祭司,而是从公共炉灶中获得其尊荣的祭祀;有些人称这些官员为“执政官”,另一些人称“国王”,另一些人称“普鲁塔尼斯(会首)”。
αἱ μὲν οὖν ἀναγκαῖαι ἐπιμέλειαί εἰσι περὶ τούτων, ὡς εἰπεῖν συγκεφαλαιωσαμένους, περί τε τὰ δαιμόνια καὶ τὰ πολεμικὰ καὶ περὶ τὰς προσόδους καὶ τὰ ἀναλισκόμενα, καὶ περὶ ἀγορὰν καὶ περὶ τὸ ἄστυ καὶ λιμένας καὶ τὴν χώραν, ἔτι περὶ τὰ δικαστήρια, καὶ συναλλαγμάτων ἀναγραφὰς καὶ πράξεις καὶ φυλακὰς καὶ ἐπὶ λογισμούς τε καὶ ἐξετάσεις καὶ προσευθύνας τῶν ἀρχόντων, καὶ τέλος αἳ περὶ τὸ βουλευόμενόν εἰσι περὶ τῶν κοινῶν·
总之,必不可少的监督事务大致就是这些,概括地说,包括神事、军事、收入与支出、市场、市区、港口与领土,此外还有法庭、合同的登记、判决的执行、监禁,以及对官员的账目审计、调查与纠问,最后则是关于审议公共事务之机构的监督。
ἴδιαι δὲ ταῖς σχολαστικωτέραις καὶ μᾶλλον εὐημερούσαις πόλεσιν, ἔτι δὲ φροντιζούσαις εὐκοσμίας, γυναικονομία νομοφυλακία παιδονομία γυμνασιαρχία, §6.1323aπρὸς δὲ τούτοις περὶ ἀγῶνας ἐπιμέλεια γυμνικοὺς καὶ Διονυσιακούς, κἂν εἴ τινας ἑτέρας συμβαίνει τοιαύτας γίνεσθαι θεωρίας.
而对于那些更为闲暇、更为富庶且注重良好风尚的城邦,其特有的官职则有妇人事务主管、法律守护官、儿童事务主管、体育场主管,此外还有关于体育竞技和迪奥尼索斯祭典竞技的监督,以及可能举行的其他类似游艺活动。
τούτων δʼ ἔνιαι φανερῶς εἰσιν οὐ δημοτικαὶ τῶν ἀρχῶν, οἷον γυναικονομία καὶ παιδονομία· τοῖς γὰρ ἀπόροις ἀνάγκη χρῆσθαι καὶ γυναιξὶ καὶ παισὶν ὥσπερ ἀκολούθοις διὰ τὴν ἀδουλίαν.
在这些官职中,有些显然不是民主制的官职,例如妇人事务主管和儿童事务主管;因为穷人由于缺少奴隶,不得不将他们的妻子和孩子当作随从使用。
τριῶν δʼ οὐσῶν ἀρχῶν καθʼ ἃς αἱροῦνταί τινες ἀρχὰς τὰς κυρίους, νομοφυλάκων προβούλων βουλῆς, οἱ μὲν νομοφύλακες ἀριστοκρατικόν, ὀλιγαρχικὸν δʼ οἱ πρόβουλοι, βουλὴ δὲ δημοτικόν.
既然有三种用以选拔主权官职的机构,即法律守护官、事前审议委员和议事会,其中法律守护官是贵族制的,事前审议委员是寡头制的,而议事会则是民主制的。
περὶ μὲν οὖν τῶν ἀρχῶν, ὡς ἐν τύπῳ, σχεδὸν εἴρηται περὶ πασῶν.
关于官职的讨论,作为轮廓,至此大致已全部说完了。