§6.1319aὥστε ἀναγκαῖον συμβαίνειν ὅπερ ἐστὶν ὠφελιμώτατον ἐν ταῖς πολιτείαις, ἄρχειν τοὺς ἐπιεικεῖς ἀναμαρτήτους ὄντας, μηδὲν ἐλαττουμένου τοῦ πλήθους.
因而必然会出现对国体最有利的情况,即在平民毫无损失的情况下,由无过失的贤能之人来进行统治。
ὅτι μὲν οὖν αὕτη τῶν δημοκρατιῶν ἀρίστη, φανερόν, καὶ διὰ τίνʼ αἰτίαν, ὅτι διὰ τὸ ποιόν τινα εἶναι τὸν δῆμον·
由此可见,在各种民主政体中,这是最好的一种,而且其原因在于平民具有某种特定的品质。
πρὸς δὲ τὸ κατασκευάζειν γεωργὸν τὸν δῆμον τῶν τε νόμων τινὲς τῶν παρὰ πολλοῖς κειμένων τὸ ἀρχαῖον χρήσιμοι πάντως, ἢ τὸ ὅλως μὴ ἐξεῖναι κεκτῆσθαι πλείω γῆν μέτρου τινὸς ἢ ἀπό τινος τόπου πρὸς τὸ ἄστυ καὶ τὴν πόλιν (ἦν δὲ τό γε ἀρχαῖον ἐν πολλαῖς πόλεσι νενομοθετημένον μηδὲ πωλεῖν ἐξεῖναι τοὺς πρώτους κλήρους·
为了使平民成为务农者,许多城邦自古以来制定的某些法律在各方面都是有用的:要么完全不允许拥有超过一定限度的土地,要么限制在距离市区和城邦一定范围之外拥有土地。
ἔστι δὲ καὶ ὃν λέγουσιν Ὀξύλου νόμον εἶναι τοιοῦτόν τι δυνάμενος, τὸ μὴ δανείζειν εἴς τι μέρος τῆς ὑπαρχούσης ἑκάστῳ γῆς), νῦν δὲ δεῖ διορθοῦν καὶ τῷ Ἀφυταίων νόμῳ, πρὸς γὰρ ὃ λέγομέν ἐστι χρήσιμος·
(古时在许多城邦中立有法律,规定甚至不许出售最初分得的份地;还有人们所说的奥克叙洛斯法,也具有类似的效力,即禁止以每个人拥有的土地的某一部分为担保进行借贷。 )但现在也有必要用阿菲泰人的法律来进行修正,因为对于我们所说的事情,它是很有用的。
ἐκεῖνοι γάρ, καίπερ ὄντες πολλοὶ κεκτημένοι δὲ γῆν ὀλίγην, ὅμως πάντες γεωργοῦσιν· τιμῶνται γὰρ οὐχ ὅλας τὰς κτήσεις, ἀλλὰ κατὰ τηλικαῦτα μόρια διαιροῦντες ὥστʼ ἔχειν ὑπερβάλλειν ταῖς τιμήσεσι καὶ τοὺς πένητας.
因为他们尽管人数众多且土地稀少,却依然人人务农;因为他们不是对全部产业进行估税,而是把它们划分成极小的份地,以至于穷人也能在资产估价上超过规定。
μετὰ δὲ τὸ γεωργικὸν πλῆθος βέλτιστος δῆμός ἐστιν ὅπου νομεῖς εἰσι καὶ ζῶσιν ἀπὸ βοσκημάτων·
继务农的平民之后,最好的平民是牧人,即靠放牧牲畜维生的人。
πολλὰ γὰρ ἔχει τῇ γεωργίᾳ παραπλησίως, καὶ τὰ πρὸς τὰς πολεμικὰς πράξεις μάλισθʼ οὗτοι γεγυμνασμένοι τὰς ἕξεις καὶ χρήσιμοι τὰ σώματα καὶ δυνάμενοι θυραυλεῖν.
因为他们有许多类似于农业的特点,而在军事活动方面,他们的体质得到了最充分的锻炼,身体有用,且能够露天生活。
τὰ δʼ ἄλλα πλήθη πάντα σχεδόν, ἐξ ὧν αἱ λοιπαὶ δημοκρατίαι συνεστᾶσι, πολλῷ φαυλότερα τούτων·
至于几乎所有其他的大众,即构成其余民主政体的大众,都要比这些差得多。
ὁ γὰρ βίος φαῦλος, καὶ οὐθὲν ἔργον μετʼ ἀρετῆς ὧν μεταχειρίζεται τὸ πλῆθος τό τε τῶν βαναύσων καὶ τὸ τῶν ἀγοραίων ἀνθρώπων καὶ τὸ θητικόν, ἔτι δὲ διὰ τὸ περὶ τὴν ἀγορὰν καὶ τὸ ἄστυ κυλίεσθαι πᾶν τὸ τοιοῦτον γένος ὡς εἰπεῖν ῥᾳδίως ἐκκλησιάζει·
因为他们的生活是卑俗的,而在工匠、商贩和雇工这些大众所从事的工作中,没有任何带有德性的成分。 此外,因为所有这类人都流连于市场和城市周围,可以说是很容易召集民会的。
οἱ δὲ γεωργοῦντες διὰ τὸ διεσπάρθαι κατὰ τὴν χώραν οὔτʼ ἀπαντῶσιν οὔθʼ ὁμοίως δέονται τῆς συνόδου ταύτης.
相反,务农的人们由于分在乡间,既不聚集,也不像他们那样需要这种集会。
ὅπου δὲ καὶ συμβαίνει τὴν χώραν τὴν θέσιν ἔχειν τοιαύτην ὥστε πολὺ τῆς πόλεως ἀπηρτῆσθαι, ῥᾴδιον καὶ δημοκρατίαν ποιεῖσθαι χρηστὴν καὶ πολιτείαν·
如果乡村的地理位置恰好远离城市,那么建立良好的民主政体和国体也是容易的。
ἀναγκάζεται γὰρ τὸ πλῆθος ἐπὶ τῶν ἀγρῶν ποιεῖσθαι τὰς ἀποικίας, ὥστε δεῖ, κἂν ἀγοραῖος ὄχλος ᾖ, μὴ ποιεῖν ἐν ταῖς δημοκρατίαις ἐκκλησίας ἄνευ τοῦ κατὰ τὴν χώραν πλήθους.
因为大众不得不居住在田野中;所以,即使存在市井之徒,在民主政体中也不应当在没有乡村大众参与的情况下召开民会。
πῶς μὲν οὖν δεῖ κατασκευάζειν τὴν βελτίστην καὶ πρώτην δημοκρατίαν, εἴρηται· φανερὸν δὲ καὶ πῶς τὰς ἄλλας.
那么,应当如何建立最优秀和第一种的民主政体,已经说明了;而如何建立其他形式的民主政体,显然也是明白的。
ἑπομένως γὰρ δεῖ παρεκβαίνειν καὶ τὸ χεῖρον ἀεὶ πλῆθος χωρίζειν.
因为我们应当依序偏离,并始终把更差的大众划分出来。
§6.1319bτὴν δὲ τελευταίαν, διὰ τὸ πάντας κοινωνεῖν, οὔτε πάσης ἐστὶ πόλεως φέρειν, οὔτε ῥᾴδιον διαμένειν μὴ τοῖς νόμοις καὶ τοῖς ἔθεσιν εὖ συγκειμένην (ἃ δὲ φθείρειν συμβαίνει καὶ ταύτην καὶ τὰς ἄλλας πολιτείας, εἴρηται πρότερον τὰ πλεῖστα σχεδόν).
至于最后一种民主政体,由于所有人都有份参与,既不是任何城邦都能承受的,如果法律和习惯没有很好地结合起来,也不容易维持下去。 (至于导致这一政体及其他国体毁坏的原因,大部分在前面差不多已经说过了)。
πρὸς δὲ τὸ καθιστάναι ταύτην τὴν δημοκρατίαν καὶ τὸν δῆμον ποιεῖν ἰσχυρὸν εἰώθασιν οἱ προεστῶτες προσλαμβάνειν ὡς πλείστους καὶ ποιεῖν πολίτας μὴ μόνον τοὺς γνησίους ἀλλὰ καὶ τοὺς νόθους καὶ τοὺς ἐξ ὁποτερουοῦν πολίτου, λέγω δὲ οἷον πατρὸς ἢ μητρός· ἅπαν γὰρ οἰκεῖον τοῦτο τῷ τοιούτῳ δήμῳ μᾶλλον.
为了建立这种民主政体并使平民变得强大,领导者们通常会拉拢尽可能多的人,不仅让嫡生子女,而且让私生子女,以及父母任何一方是公民的人(即父亲或母亲是公民)都成为市民;因为这一切对这种平民来说更为合适。
εἰώθασι μὲν οὖν οἱ δημαγωγοὶ κατασκευάζειν οὕτω, δεῖ μέντοι προσλαμβάνειν μέχρι ἂν ὑπερτείνῃ τὸ πλῆθος τῶν γνωρίμων καὶ τῶν μέσων, καὶ τούτου μὴ πέρα προβαίνειν·
煽动家们通常会这样构建,然而,应当只拉拢到使大众的人数超过显贵者和中产阶级为止,而不能越过这个界限。
ὑπερβάλλοντες γὰρ ἀτακτοτέραν τε ποιοῦσι τὴν πολιτείαν, καὶ τοὺς γνωρίμους πρὸς τὸ χαλεπῶς ὑπομένειν τὴν δημοκρατίαν παροξύνουσι μᾶλλον, ὅπερ συνέβη τῆς στάσεως αἴτιον γενέσθαι περὶ Κυρήνην·
因为一旦超出,就会使国体变得更加无秩序,并更加刺激显贵者,使他们难以忍受民主政体,而这正是昔日库勒涅发生内讧的原因。
ὀλίγον μὲν γὰρ πονηρὸν παρορᾶται, πολὺ δὲ γινόμενον ἐν ὀφθαλμοῖς μᾶλλόν ἐστιν.
因为微小的恶往往被忽视,而一旦变多,就会变得更加显眼。
ἔτι δὲ καὶ τὰ τοιαῦτα κατασκευάσματα χρήσιμα πρὸς τὴν δημοκρατίαν τὴν τοιαύτην, οἷς Κλεισθένης τε Ἀθήνησιν ἐχρήσατο βουλόμενος αὐξῆσαι τὴν δημοκρατίαν, καὶ περὶ Κυρήνην οἱ τὸν δῆμον καθιστάντες.
此外,类似于克勒斯提尼在雅典为了扩大民主政体而采用的那些制度,以及在库勒涅建立平民政体的人们所采用的制度,也对这种民主政体有用。
φυλαί τε γὰρ ἕτεραι ποιητέαι πλείους καὶ φατρίαι, καὶ τὰ τῶν ἰδίων ἱερῶν συνακτέον εἰς ὀλίγα καὶ κοινά, καὶ πάντα σοφιστέον ὅπως ἂν ὅτι μάλιστα ἀναμειχθῶσι πάντες ἀλλήλοις, αἱ δὲ συνήθειαι διαζευχθῶσιν αἱ πρότερον.
因为必须创立更多不同的部落和胞族,并且要把私人的祭祀合并为少数公共的祭祀,并且要用尽一切办法,使大家尽可能地互相融合,而切断以前的私人联系。
ἔτι δὲ καὶ τὰ τυραννικὰ κατασκευάσματα δημοτικὰ δοκεῖ πάντα, λέγω δʼ οἷον ἀναρχία τε δούλων (αὕτη δʼ ἂν εἴη μέχρι του συμφέρουσα) καὶ γυναικῶν καὶ παίδων, καὶ τὸ ζῆν ὅπως τις βούλεται παρορᾶν·
此外,所有僭主式的制度 seem 似乎都带有民主色彩,我指的是对奴隶(这在某种程度上可能是有益的)、妇女和儿童的放任自流,以及纵容人们随心所欲地生活。
πολὺ γὰρ ἔσται τὸ τῇ τοιαύτῃ πολιτείᾳ βοηθοῦν· ἥδιον γὰρ τοῖς πολλοῖς τὸ ζῆν ἀτάκτως ἢ τὸ σωφρόνως.
因为将会有很多人支持这样的国体;因为对大多数人来说,无序的生活比有节制的生活更为愉快。
ἔστι δὲ τοῦ νομοθέτου καὶ τῶν βουλομένων συνιστάναι τινὰ τοιαύτην πολιτείαν οὐ τὸ καταστῆσαι μέγιστον ἔργον οὐδὲ μόνον, ἀλλʼ ὅπως σῴζηται μᾶλλον·
然而,对于立法者和想要建立此类国体的人来说,最重大的或者说唯一的任务并不是建立它,而是如何使它更好地得以保存。
μίαν γὰρ ἢ δύο ἢ τρεῖς ἡμέρας οὐ χαλεπὸν μεῖναι πολιτευομένους ὁπωσοῦν.
因为无论以何种方式,维持一、两天或三天政治秩序并不困难。
διὸ δεῖ, περὶ ὧν τεθεώρηται πρότερον, τίνες σωτηρίαι καὶ φθοραὶ τῶν πολιτειῶν, ἐκ τούτων πειρᾶσθαι κατασκευάζειν τὴν ἀσφάλειαν, εὐλαβουμένους μὲν τὰ φθείροντα, τιθεμένους δὲ τοιούτους νόμους, καὶ τοὺς ἀγράφους καὶ τοὺς γεγραμμένους,
因此,根据先前考察过的国体保存与毁灭的原因,人们必须努力以此来构建安全,防范那些导致毁灭的因素,并且制定此类法律,包括明文法律和不成文的习惯,