§6.1318aἐὰν δέ τις καταλειφθῇ ἐξ ἀρχαίας μεταβολῆς, τό γε περιαιρεῖσθαι τὴν δύναμιν αὐτῆς καὶ ἐξ αἱρετῶν κληρωτοὺς ποιεῖν.
しかし、もし古い体制の変革によって、何らかの官職が残されるならば、少なくともその権限を剥奪し、選挙制であったものを抽選制にすることである。
τὰ μὲν οὖν κοινὰ ταῖς δημοκρατίαις ταῦτʼ ἐστί·
さて、民主政に共通する特徴はこれらのことである。
συμβαίνει δʼ ἐκ τοῦ δικαίου τοῦ ὁμολογουμένου εἶναι δημοκρατικοῦ (τοῦτο δʼ ἐστὶ τὸ ἴσον ἔχειν ἅπαντας κατʼ ἀριθμόν) ἡ μάλιστʼ εἶναι δοκοῦσα δημοκρατία καὶ δῆμος.
そして、民主的であると合意されている正義(これはすべての者が数において平等を持つことである)から、最も民主政であり民衆支配であると思われるものが生じる。
ἴσον γὰρ τὸ μηθὲν μᾶλλον ἄρχειν τοὺς ἀπόρους ἢ τοὺς εὐπόρους, μηδὲ κυρίους εἶναι μόνους ἀλλὰ πάντας ἐξ ἴσου·
なぜなら、貧しい人々が富める人々よりも支配することがいささかも大きくなく、また彼らだけが主権を握るのではなく、すべての者が等しく主権を握ることが、平等だからである。
οὕτω γὰρ ἂν ὑπάρχειν νομίζοιεν τήν τʼ ἰσότητα τῇ πολιτείᾳ καὶ τὴν ἐλευθερίαν.
このようにしてこそ、人々は国制において平等と自由が存在すると考えるであろうからである。
τὸ δὲ μετὰ τοῦτο ἀπορεῖται πῶς ἕξουσι τὸ ἴσον, πότερον δεῖ τὰ τιμήματα διελεῖν χιλίοις τὰ τῶν πεντακοσίων καὶ τοὺς χιλίους ἴσον δύνασθαι τοῖς πεντακοσίοις, ἢ οὐχ οὕτω δεῖ τιθέναι τὴν κατὰ τοῦτο ἰσότητα, ἀλλὰ διελεῖν μὲν οὕτως, ἔπειτα ἐκ τῶν πεντακοσίων ἴσους λαβόντα καὶ ἐκ τῶν χιλίων, τούτους κυρίους εἶναι τῶν αἱρέσεων καὶ τῶν δικαστηρίων.
この次のこととして、どのようにして彼らが平等を得るのかが問題となる。 すなわち、五百人の財産資格を千人で分け、その千人が五百人と同じ力を持つようにすべきなのか、あるいは、この点に関する平等をそのように設定すべきではなく、一方でそのように財産を分けた上で、他方で五百人から同数の者を、また千人からも同数の者を選び出し、これらの人々が選挙や裁判所の主権を握るようにすべきなのか。
πότερον οὖν αὕτη ἡ πολιτεία δικαιοτάτη κατὰ τὸ δημοτικὸν δίκαιον, ἢ μᾶλλον ἡ κατὰ τὸ πλῆθος;
では、この国制が民主的な正義に従って最も正しいのか、それともむしろ多数(数)に基づく国制なのか。
φασὶ γὰρ οἱ δημοτικοὶ τοῦτο δίκαιον ὅ τι ἂν δόξῃ τοῖς πλείοσιν, οἱ δʼ ὀλιγαρχικοὶ ὅ τι ἂν δόξῃ τῇ πλείονι οὐσίᾳ·
なぜなら、民主主義者たちは多数派に決したことが正義であると言い、寡頭主義者たちはより多くの財産に決したことが正義であると言うからである。
κατὰ πλῆθος γὰρ οὐσίας φασὶ κρίνεσθαι δεῖν.
実際、彼らは財産の多寡に従って判断されるべきだと言う。
ἔχει δʼ ἀμφότερα ἀνισότητα καὶ ἀδικίαν·
しかし、両者ともに不平等と不正を含んでいる。
εἰ μὲν γὰρ ὅ τι ἂν οἱ ὀλίγοι, τυραννίς (καὶ γὰρ ἐὰν εἷς ἔχῃ πλείω τῶν ἄλλων εὐπόρων, κατὰ τὸ ὀλιγαρχικὸν δίκαιον ἄρχειν δίκαιος μόνος), εἰ δʼ ὅ τι ἂν οἱ πλείους κατʼ ἀριθμόν, ἀδικήσουσι δημεύοντες τὰ τῶν πλουσίων καὶ ἐλαττόνων, καθάπερ εἴρηται πρότερον.
というのも、もし少数の者たちに決したことが主権を持つなら、それは僭主政となる(実際、もし一人の人が他の富める人々よりも多くの財産を持っているなら、寡頭的な正義によれば、彼一人が支配するのが正しいことになるからである)。 他方、もし数において多数派である人々に決したことが主権を持つなら、彼らは少数派である富める人々の財産を没収して、不正を働くことになるだろう、以前に語られた通りに。
τίς ἂν οὖν εἴη ἰσότης ἣν ὁμολογήσουσιν ἀμφότεροι, σκεπτέον ἐξ ὧν ὁρίζονται δικαίων ἀμφότεροι.
では、双方が合意するであろう平等とはどのようなものであるか、双方が定義する正義の原則から検討せねばならない。
λέγουσι γὰρ ὡς ὅ τι ἂν δόξῃ τοῖς πλείοσι τῶν πολιτῶν, τοῦτʼ εἶναι δεῖ κύριον·
なぜなら、彼らは市民の多数派に決したこと、これが主権を持つべきだと言うからである。
ἔστω δὴ τοῦτο, μὴ μέντοι πάντως, ἀλλʼ ἐπειδὴ δύο μέρη τετύχηκεν ἐξ ὧν ἡ πόλις, πλούσιοι καὶ πένητες, ὅ τι ἂν ἀμφοτέροις δόξῃ ἢ τοῖς πλείοσι, τοῦτο κύριον ἔστω, ἐὰν δὲ τἀναντία δόξῃ, ὅ τι ἂν οἱ πλείους καὶ ὧν τὸ τίμημα πλεῖον·
確かにそうであってほしい、ただし全面的にではなく。 国政を構成する二つの部分、すなわち富者と貧者がたまたま存在しているのだから、両者に、あるいはそれぞれの多数派に決したこと、これが主権を持つものとしよう。 しかし、もし反対のことが決定されたなら、人数においてより多く、かつその財産資格の総額がより大きい方に決したことを主権としよう。
οἷον, εἰ οἱ μὲν δέκα οἱ δὲ εἴκοσιν, ἔδοξε δὲ τῶν μὲν πλουσίων τοῖς ἓξ τῶν δʼ ἀπορωτέρων τοῖς πεντεκαίδεκα, προσγεγένηνται τοῖς μὲν πένησι τέτταρες τῶν πλουσίων, τοῖς δὲ πλουσίοις πέντε τῶν πενήτων·
例えば、一方が十人、他方が二十人であり、富者のうち六人に決し、貧者のうち十五人に決したとする。 そして、貧者の方に富者のうち四人が加わり、富者の方に貧者のうち五人が加わったとする。
ὁποτέρων οὖν τὸ τίμημα ὑπερτείνει συναριθμουμένων ἀμφοτέρων ἑκατέροις, τοῦτο κύριον.
この場合、両者の側の者をそれぞれに合算して、どちらの側の財産資格が上回るかによって、その決定が主権を持つ。
ἐὰν δὲ ἴσοι συμπέσωσι, κοινὴν εἶναι ταύτην νομιστέον ἀπορίαν ὥσπερ νῦν ἐὰν δίχα ἡ ἐκκλησία γένηται ἢ τὸ δικαστήριον·
しかし、もし同数になったならば、これはちょうど現在、民会や裁判所が真っ二つに分かれた場合と同様に、共通の難問とみなさねばならない。