§6.1318aἐὰν δέ τις καταλειφθῇ ἐξ ἀρχαίας μεταβολῆς, τό γε περιαιρεῖσθαι τὴν δύναμιν αὐτῆς καὶ ἐξ αἱρετῶν κληρωτοὺς ποιεῖν.
但是,如果由于旧体制的变革而遗留有某种官职,至少应当剥夺其权力,并使原为选举的官职变为抽签产生。
τὰ μὲν οὖν κοινὰ ταῖς δημοκρατίαις ταῦτʼ ἐστί·
那么,这些就是民主政体所共有的特征。
συμβαίνει δʼ ἐκ τοῦ δικαίου τοῦ ὁμολογουμένου εἶναι δημοκρατικοῦ (τοῦτο δʼ ἐστὶ τὸ ἴσον ἔχειν ἅπαντας κατʼ ἀριθμόν) ἡ μάλιστʼ εἶναι δοκοῦσα δημοκρατία καὶ δῆμος.
而从被公认为民主的公正中(这也就是所有人按人口数量享有平等),产生了最被视为民主政体和人民统治的形式。
ἴσον γὰρ τὸ μηθὲν μᾶλλον ἄρχειν τοὺς ἀπόρους ἢ τοὺς εὐπόρους, μηδὲ κυρίους εἶναι μόνους ἀλλὰ πάντας ἐξ ἴσου· οὕτω γὰρ ἂν ὑπάρχειν νομίζοιεν τήν τʼ ἰσότητα τῇ πολιτείᾳ καὶ τὴν ἐλευθερίαν.
因为平等意味着穷人治理国家的权力并不比富人更多,也不意味着只有穷人掌握主权,而是所有人均等;因为这样,人们才会认为国体中存在着平等与自由。
τὸ δὲ μετὰ τοῦτο ἀπορεῖται πῶς ἕξουσι τὸ ἴσον, πότερον δεῖ τὰ τιμήματα διελεῖν χιλίοις τὰ τῶν πεντακοσίων καὶ τοὺς χιλίους ἴσον δύνασθαι τοῖς πεντακοσίοις, ἢ οὐχ οὕτω δεῖ τιθέναι τὴν κατὰ τοῦτο ἰσότητα, ἀλλὰ διελεῖν μὲν οὕτως, ἔπειτα ἐκ τῶν πεντακοσίων ἴσους λαβόντα καὶ ἐκ τῶν χιλίων, τούτους κυρίους εἶναι τῶν αἱρέσεων καὶ τῶν δικαστηρίων.
在此之后的问题是,他们将如何获得平等:是否应当将五百人的财产资格分配给一千人,并使这一千人与五百人拥有同等的力量,或者不应当这样设定这方面的平等,而是按照这种方式分配财产资格之后,从五百人和一千人中各选取同数的人,由这些人来掌握选举和裁判所的主权。
πότερον οὖν αὕτη ἡ πολιτεία δικαιοτάτη κατὰ τὸ δημοτικὸν δίκαιον, ἢ μᾶλλον ἡ κατὰ τὸ πλῆθος;
那么,这种国体按照平民的公正来说是最公正的,还是那种按照人口多数的国体最公正?
φασὶ γὰρ οἱ δημοτικοὶ τοῦτο δίκαιον ὅ τι ἂν δόξῃ τοῖς πλείοσιν, οἱ δʼ ὀλιγαρχικοὶ ὅ τι ἂν δόξῃ τῇ πλείονι οὐσίᾳ· κατὰ πλῆθος γὰρ οὐσίας φασὶ κρίνεσθαι δεῖν.
因为平民派说,凡是多数人决定的就是公正的,而寡头派则说,凡是财产较多的一方决定的就是公正的;因为他们说应当根据财产的多寡来进行裁判。
ἔχει δʼ ἀμφότερα ἀνισότητα καὶ ἀδικίαν· εἰ μὲν γὰρ ὅ τι ἂν οἱ ὀλίγοι, τυραννίς (καὶ γὰρ ἐὰν εἷς ἔχῃ πλείω τῶν ἄλλων εὐπόρων, κατὰ τὸ ὀλιγαρχικὸν δίκαιον ἄρχειν δίκαιος μόνος), εἰ δʼ ὅ τι ἂν οἱ πλείους κατʼ ἀριθμόν, ἀδικήσουσι δημεύοντες τὰ τῶν πλουσίων καὶ ἐλαττόνων, καθάπερ εἴρηται πρότερον.
但是这两者都包含着不平等和不公正;因为如果是少数人决定的一切,那就是僭主政体(因为即使只有一个人拥有的财产多于其他富人,按照寡头制的公正,也只有他一个人进行统治才是公正的);而如果是按人口数量计的多数人决定的一切,他们就会通过没收少数富人的财产来行不义,正如以前所说的那样。
τίς ἂν οὖν εἴη ἰσότης ἣν ὁμολογήσουσιν ἀμφότεροι, σκεπτέον ἐξ ὧν ὁρίζονται δικαίων ἀμφότεροι.
因此,必须从双方所界定的公正原则出发,来考察双方都会同意的平等是怎样的。
λέγουσι γὰρ ὡς ὅ τι ἂν δόξῃ τοῖς πλείοσι τῶν πολιτῶν, τοῦτʼ εἶναι δεῖ κύριον· ἔστω δὴ τοῦτο, μὴ μέντοι πάντως, ἀλλʼ ἐπειδὴ δύο μέρη τετύχηκεν ἐξ ὧν ἡ πόλις, πλούσιοι καὶ πένητες, ὅ τι ἂν ἀμφοτέροις δόξῃ ἢ τοῖς πλείοσι, τοῦτο κύριον ἔστω, ἐὰν δὲ τἀναντία δόξῃ, ὅ τι ἂν οἱ πλείους καὶ ὧν τὸ τίμημα πλεῖον·
因为他们说,凡是公民多数决定的事情,就应当具有主权;确实应当如此,但不能绝对化,而是既然城邦恰好由富人和穷人这两个部分组成,那么凡是双方都决定的、或者双方的多数人都决定的事情,就让它具有主权;而如果双方的决定相反,则由人数较多且其财产资格总额较大的一方所决定的事情具有主权。
οἷον, εἰ οἱ μὲν δέκα οἱ δὲ εἴκοσιν, ἔδοξε δὲ τῶν μὲν πλουσίων τοῖς ἓξ τῶν δʼ ἀπορωτέρων τοῖς πεντεκαίδεκα, προσγεγένηνται τοῖς μὲν πένησι τέτταρες τῶν πλουσίων, τοῖς δὲ πλουσίοις πέντε τῶν πενήτων· ὁποτέρων οὖν τὸ τίμημα ὑπερτείνει συναριθμουμένων ἀμφοτέρων ἑκατέροις, τοῦτο κύριον.
例如,如果一方是十人,另一方是二十人,富人中有六人决定,穷人中有十五人决定,而穷人一方加上了富人中的四人,富人一方加上了穷人中的五人;那么,在双方各自的人员相加之后,哪一方的财产资格总额超出,哪一方的决定就具有主权。
ἐὰν δὲ ἴσοι συμπέσωσι, κοινὴν εἶναι ταύτην νομιστέον ἀπορίαν ὥσπερ νῦν ἐὰν δίχα ἡ ἐκκλησία γένηται ἢ τὸ δικαστήριον·
但如果双方相等,则必须将这视为一个共同的难题,正如现在民会或裁判所分裂为不相上下的两半时一样。