Humanitext Reader

アリストテレス · 政治学 §5.1312b-5.1313a

王政と僭主政の崩壊原因および維持の方法

105 / 155 箇所 · ギリシア語

要旨

僭主政と王政が崩壊する様々な内部・外部の原因を分析し、王政が権力を制限して穏健化することで長期保存される一方、僭主政は強圧的な抑圧策によって維持される仕組みを論じている。

§5.1312bἐὰν ἐναντία τις ᾖ πολιτεία κρείττων (τὸ μὲν γὰρ βούλεσθαι δῆλον ὡς ὑπάρξει διὰ τὴν ἐναντιότητα τῆς προαιρέσεως· ἃ δὲ βούλονται, δυνάμενοι πράττουσι πάντες), ἐναντίαι δʼ αἱ πολιτεῖαι, δῆμος μὲν τυραννίδι καθʼ Ἡσίοδον ὡς κεραμεὺς κεραμεῖ (καὶ γὰρ ἡ δημοκρατία ἡ τελευταία τυραννίς ἐστιν), βασιλεία δὲ καὶ ἀριστοκρατία διὰ τὴν ἐναντιότητα τῆς πολιτείας (διὸ Λακεδαιμόνιοι πλείστας κατέλυσαν τυραννίδας καὶ Συρακούσιοι κατὰ τὸν χρόνον ὃν ἐπολιτεύοντο καλῶς)·
もし何か対立する、より優れた国制があるならば[僭主政は外部から崩壊する]。 なぜなら、そうした[崩壊を]望むことは、その選択方針が対立していることから明らかであり、すべての者は実力さえあれば自ら望むことを実行するからである。 国制どうしは対立しており、ヘシオドスに従えば、民衆(民主制)は僭主政にとって陶工に対する陶工のようなものである。 なぜなら、極限の民主制もまた一種の僭主政だからである。 また、王政と貴族政は、国制としての対立から[僭主政と対立する]。 それゆえラケダイモン人は極めて多くの僭主政を崩壊させ、シラクサ人もまた見事に国政を営んでいた時期に同様のことを行った。
ἕνα δʼ ἐξ αὑτῆς, ὅταν οἱ μετέχοντες στασιάζωσιν, ὥσπερ ἡ τῶν περὶ Γέλωνα καὶ νῦν ἡ τῶν περὶ Διονύσιον, ἡ μὲν Γέλωνος Θρασυβούλου τοῦ Ἱέρωνος ἀδελφοῦ τὸν υἱὸν τοῦ Γέλωνος δημαγωγοῦντος καὶ πρὸς ἡδονὰς ὁρμῶντος, ἵνʼ αὐτὸς ἄρχῃ, τῶν δὲ οἰκείων συστησάντων ἵνα μὴ ἡ τυραννὶς ὅλως καταλυθῇ ἀλλὰ Θρασύβουλος, οἱ δὲ συστάντες αὐτῶν, ὡς καιρὸν ἔχοντες, ἐξέβαλον ἅπαντας αὐτούς·
他方、もう一つの方法として、僭主政は内部から崩壊する。 それは、それに参与する者たちが内紛を起こすときである。 例えばゲロンの一派のそれや、最近ではディオニュシスの一派のそれがそうである。 ゲロンのそれは、ヒエロンの兄弟トラシュブロスが、ゲロンの息子を大衆に迎合させ、快楽へと走らせたことによる。 それは彼自身が支配するためであった。 そこで親族たちは、僭主政が完全に崩壊するのではなくトラシュブロスだけが排除されるようにと団結したが、その団結した親族たちは、好機を得たとして彼ら全員を追放したのである。
Διονύσιον δὲ Δίων στρατεύσας, κηδεστὴς ὢν καὶ προσλαβὼν τὸν δῆμον, ἐκεῖνον ἐκβαλὼν διεφθάρη.
また、ディオニュシオスに対しては、ディオンが出兵し、親族でありながら民衆を味方に引き入れ、彼を追放したが、その後に[ディオン自身は]殺害された。
δύο δὲ οὐσῶν αἰτιῶν διʼ ἃς μάλιστʼ ἐπιτίθενται ταῖς τυραννίσι, μίσους καὶ καταφρονήσεως, θάτερον μὲν ἀεὶ τούτων ὑπάρχει τοῖς τυράννοις, τὸ μῖσος, ἐκ δὲ τοῦ καταφρονεῖσθαι πολλαὶ γίνονται τῶν καταλύσεων.
人々が僭主政を攻撃する主な原因として、憎悪と軽蔑の二つがあるが、これらの一方、すなわち憎悪は常に僭主に向けられている。 そして、軽蔑されることからも、多くの崩壊が生じる。
σημεῖον δέ· τῶν μὲν γὰρ κτησαμένων οἱ πλεῖστοι καὶ διεφύλαξαν τὰς ἀρχάς, οἱ δὲ παραλαβόντες εὐθὺς ὡς εἰπεῖν ἀπολλύασι πάντες.
その証拠として、支配権を自ら獲得した者の大部分は、その支配権を維持するが、これを受け継いだ者は、言うなれば直ちに全員が失ってしまう。
ἀπολαυστικῶς γὰρ ζῶντες εὐκαταφρόνητοί τε γίνονται καὶ πολλοὺς καιροὺς παραδιδόασι τοῖς ἐπιτιθεμένοις.
なぜなら、彼らは快楽にふける生活を送るために容易に軽蔑されるようになり、攻撃者たちに多くの好機を与えてしまうからである。
μόριον δέ τι τοῦ μίσους καὶ τὴν ὀργὴν δεῖ τιθέναι·
また、憎悪の一部として怒り(憤慨)も位置づけなければならない。
τρόπον γάρ τινα τῶν αὐτῶν αἰτία γίνεται πράξεων.
なぜなら、怒りは、ある意味で同じ行動の原因となるからである。
πολλάκις δὲ καὶ πρακτικώτερον τοῦ μίσους·
さらに、怒りはしばしば憎悪よりも行動的である。
συντονώτερον γὰρ ἐπιτίθενται διὰ τὸ μὴ χρῆσθαι λογισμῷ τὸ πάθος (μάλιστα δὲ συμβαίνει τοῖς θυμοῖς ἀκολουθεῖν διὰ τὴν ὕβριν, διʼ ἣν αἰτίαν ἥ τε τῶν Πεισιστρατιδῶν κατελύθη τυραννὶς καὶ πολλαὶ τῶν ἄλλων), ἀλλὰ μᾶλλον τὸ μῖσος·
なぜなら、その激情が計算を用いないがゆえに、より激しく攻撃するからである。 特に侮辱によって怒りが引き起こされることが多く、この原因によって、ペイシストラトス一族の僭主政や他の多くの僭主政が崩壊した。 しかし、それ以上に憎悪が原因となる。
ἡ μὲν γὰρ ὀργὴ μετὰ λύπης πάρεστιν, ὥστε οὐ ῥᾴδιον λογίζεσθαι, ἡ δʼ ἔχθρα ἄνευ λύπης.
なぜなら、怒りは苦痛を伴うため計算が容易ではないが、敵意は苦痛を伴わないからである。
ὡς δὲ ἐν κεφαλαίοις εἰπεῖν, ὅσας αἰτίας εἰρήκαμεν τῆς τε ὀλιγαρχίας τῆς ἀκράτου καὶ τελευταίας καὶ τῆς δημοκρατίας τῆς ἐσχάτης, τοσαύτας καὶ τῆς τυραννίδος θετέον·
要約して言えば、私たちが、混じり気のない極限の寡頭制と極限の民主制の崩壊の原因として述べたのと同数の原因を、僭主政についても想定しなければならない。
καὶ γὰρ αὗται τυγχάνουσιν οὖσαι διαιρεταὶ τυραννίδες.
なぜなら、これらもまた、それぞれに分裂した一種の僭主政だからである。
βασιλεία δʼ ὑπὸ μὲν τῶν ἔξωθεν ἥκιστα φθείρεται, διὸ καὶ πολυχρόνιός ἐστιν·
他方、王政は、外部からは極めて崩壊しにくく、それゆえに長期にわたって存続する。
ἐξ αὐτῆς δʼ αἱ πλεῖσται φθοραὶ συμβαίνουσιν.
しかし、その内部から大半の崩壊が起こる。
φθείρεται δὲ κατὰ δύο τρόπους,
それは二つの方法によって崩壊する。
§5.1313aἕνα μὲν στασιασάντων τῶν μετεχόντων τῆς βασιλείας, ἄλλον δὲ τρόπον τυραννικώτερον πειρωμένων διοικεῖν, ὅταν εἶναι κύριοι πλειόνων ἀξιῶσι καὶ παρὰ τὸν νόμον.
一つは、王政に参与する者たちが内紛を起こす場合であり、もう一つは、法に反してより多くの権力を握ろうとして、より僭主的に支配しようと試みる場合である。
οὐ γίγνονται δʼ ἔτι βασιλεῖαι νῦν, ἀλλʼ ἄν περ γίγνωνται, μοναρχίαι, τυραννίδες μᾶλλον, διὰ τὸ τὴν βασιλείαν ἑκούσιον μὲν ἀρχὴν εἶναι, μειζόνων δὲ κυρίαν, πολλοὺς δʼ εἶναι τοὺς ὁμοίους, καὶ μηδένα διαφέροντα τοσοῦτον ὥστε ἀπαρτίζειν πρὸς τὸ μέγεθος καὶ τὸ ἀξίωμα τῆς ἀρχῆς.
今日ではもはや王政は生じない。 仮に生じることがあっても、それは君主政であり、むしろ僭主政である。 その理由は、王政は自発的な支配であり、より大きな権威を持つものであるが、今日では対等な者が多く存在し、その支配の大きさと尊厳にふさわしいほど際立って優れた者が一人もいないからである。
ὥστε διὰ μὲν τοῦτο ἑκόντες οὐχ ὑπομένουσιν·
それゆえ、この理由から人々は自発的には従い続けない。
ἂν δὲ διʼ ἀπάτης ἄρξῃ τις ἢ βίας, ἤδη δοκεῖ τοῦτο εἶναι τυραννίς.
もし誰かが欺瞞や暴力によって支配するならば、それはすでに僭主政とみなされる。
ἐν δὲ ταῖς κατὰ γένος βασιλείαις τιθέναι δεῖ τῆς φθορᾶς αἰτίαν πρὸς ταῖς εἰρημέναις καὶ τὸ γίνεσθαι πολλοὺς εὐκαταφρονήτους, καὶ τὸ δύναμιν μὴ κεκτημένους τυραννικὴν ἀλλὰ βασιλικὴν τιμὴν ὑβρίζειν·
また、血統に基づく王政においては、述べられた原因に加えて、多くの者が容易に軽蔑されるようになること、また僭主的な権力は持たずに王としての名誉だけを持っているのに傲慢な振る舞いをすることを、崩壊の原因としなければならない。
ῥᾳδία γὰρ ἐγίνετο ἡ κατάλυσις·
なぜなら、この場合の崩壊は容易だからである。
μὴ βουλομένων γὰρ εὐθὺς οὐκ ἔσται βασιλεύς, ἀλλὰ τύραννος καὶ μὴ βουλομένων.
すなわち、[臣民が]望まないならば、直ちに王は存在しなくなり、望まなくとも存在するのは僭主だからである。
φθείρονται μὲν οὖν αἱ μοναρχίαι διὰ ταύτας καὶ τοιαύτας ἑτέρας αἰτίας.
このように、君主政はこれらやこれらに類する他の原因によって崩壊する。
σῴζονται δὲ δῆλον ὡς ἁπλῶς μὲν εἰπεῖν ἐκ τῶν ἐναντίων, ὡς δὲ καθʼ ἕκαστον τῷ τὰς μὲν βασιλείας ἄγειν ἐπὶ τὸ μετριώτερον.
他方、これらが維持されるのは、一言で言えば対立するものからであることは明らかであり、個別に言えば、王政においては支配をより穏健なものへと導くことによる。
ὅσῳ γὰρ ἂν ἐλαττόνων ὦσι κύριοι, πλείω χρόνον ἀναγκαῖον μένειν πᾶσαν τὴν ἀρχήν·
なぜなら、権限を制限すればするほど、すべての支配は必然的により長い時間にわたって存続するからである。
αὐτοί τε γὰρ ἧττον γίγνονται δεσποτικοὶ καὶ τοῖς ἤθεσιν ἴσοι μᾶλλον, καὶ ὑπὸ τῶν ἀρχομένων φθονοῦνται ἧττον.
なぜなら、王自身も専制的でなくなり、気質においてより対等なものとなり、臣民から嫉妬されることも少なくなるからである。
διὰ γὰρ τοῦτο καὶ ἡ περὶ Μολοττοὺς πολὺν χρόνον βασιλεία διέμεινεν, καὶ ἡ Λακεδαιμονίων διὰ τὸ ἐξ ἀρχῆς τε εἰς δύο μέρη διαιρεθῆναι τὴν ἀρχήν, καὶ πάλιν Θεοπόμπου μετριάσαντος τοῖς τε ἄλλοις καὶ τὴν τῶν ἐφόρων ἀρχὴν ἐπικαταστήσαντος·
このため、モロッソイ人の王政は長い間存続し、ラケダイモン人の王政も、最初から支配権が二つの部分(二人の王)に分割されていたこと、さらにテオポンポスが、他の点でも、またエフォロス(監督官)の職を設けたことによっても、[王権を]制限したためである。
τῆς γὰρ δυνάμεως ἀφελὼν ηὔξησε τῷ χρόνῳ τὴν βασιλείαν, ὥστε τρόπον τινὰ ἐποίησεν οὐκ ἐλάττονʼ ἀλλὰ μείζονʼ αὐτήν.
というのも、彼は権力の一部を取り除くことによって、結果的に王政を時間的に永続させ、ある意味でそれを縮小させたのではなくむしろ拡大させたからである。
ὅπερ καὶ πρὸς τὴν γυναῖκα ἀποκρίνασθαί φασιν αὐτόν, εἰποῦσαν εἰ μηδὲν αἰσχύνεται τὴν βασιλείαν ἐλάττω παραδιδοὺς τοῖς υἱέσιν ἢ παρὰ τοῦ πατρὸς παρέλαβεν·
これは、彼の妻が「父親から受け継いだときよりも小さな王政を息子たちに引き渡すことを恥じないのか」と言った際、彼女に対してテオポンポスがこう答えたと言われていることと同じである。
"οὐ δῆτα" φάναι·
「決してそのようなことはない。
"παραδίδωμι γὰρ πολυχρονιωτέραν.
なぜなら、私はより長持ちする王政を引き渡すのだから」と彼は言ったのである。
" αἱ δὲ τυραννίδες σῴζονται κατὰ δύο τρόπους τοὺς ἐναντιωτάτους, ὧν ἅτερός ἐστιν ὁ παραδεδομένος καὶ καθʼ ὃν διοικοῦσιν οἱ πλεῖστοι τῶν τυράννων τὴν ἀρχήν.
他方、僭主政は、互いに最も対立する二つの方法によって維持される。 その一方は伝統的な方法であり、大部分の僭主たちがその支配を執り行う方法である。
τούτων δὲ τὰ πολλά φασι καταστῆσαι Περίανδρον τὸν Κορίνθιον· πολλὰ δὲ καὶ παρὰ τῆς Περσῶν ἀρχῆς ἔστι τοιαῦτα λαβεῖν.
これらの多くはコリントス人ペリアンドロスが制定したと言われており、ペルシア帝国の支配からも同様の多くの例を得ることができる。
ἔστι δὲ τά τε πάλαι λεχθέντα πρὸς σωτηρίαν, ὡς οἷόν τε, τῆς τυραννίδος, τὸ τοὺς ὑπερέχοντας κολούειν καὶ τοὺς φρονηματίας ἀναιρεῖν, καὶ μήτε συσσίτια ἐᾶν μήτε ἑταιρίαν μήτε παιδείαν μήτε ἄλλο μηθὲν τοιοῦτον,
それは、僭主政を可能な限り維持するために昔から言われていること、すなわち、卓越した者たちを切り詰め、気骨ある者を抹殺し、共同食事、結社、教育などを許さないこと、その他これに類するものを一切認めないことである。

語釈・文法注

  1. 1312bὡς κεραμεὺς κεραμεῖ — ヘシオドスの『仕事と日々』25行目に由来する諺「陶工は陶工に対して(嫉妬する)」の引用。同じ職種同士が反目し合うことを意味し、ここでは極限の民主制と僭主政が本質的に同質である(極限の民主制は一種の僭主政である)がゆえに互いに反発し合う様子を表している。
  2. 1312bδημαγωγοῦντος καὶ πρὸς ἡδονὰς ὁρμῶντος — この属格独立分詞構文は、`τὸν υἱὸν τοῦ Γέλωνος`(ゲロンの息子)を意味上の主語とし、能動分詞 `δημαγωγοῦντος` および `ὁρμῶντος` にかかっている。トラシュブロスがゲロンの息子を唆し、大衆に迎合させ快楽に走らせたという使役・使風的な状況を示している。
  3. 1313aμὴ βουλομένων — 意味上の主語(臣民、被支配者たち)が省略された属格独立分詞構文で、「彼ら(臣民)が望まないならば」の意。否定辞 `μή` を伴い、仮定(条件)の意味を表す。

この箇所を引用する

アリストテレス, 政治学 §5.1312b-5.1313a. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0086.tlg035.humanitext-grc2:5.1312b-5.1313a

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。