§5.1312bἐὰν ἐναντία τις ᾖ πολιτεία κρείττων (τὸ μὲν γὰρ βούλεσθαι δῆλον ὡς ὑπάρξει διὰ τὴν ἐναντιότητα τῆς προαιρέσεως· ἃ δὲ βούλονται, δυνάμενοι πράττουσι πάντες), ἐναντίαι δʼ αἱ πολιτεῖαι, δῆμος μὲν τυραννίδι καθʼ Ἡσίοδον ὡς κεραμεὺς κεραμεῖ (καὶ γὰρ ἡ δημοκρατία ἡ τελευταία τυραννίς ἐστιν), βασιλεία δὲ καὶ ἀριστοκρατία διὰ τὴν ἐναντιότητα τῆς πολιτείας (διὸ Λακεδαιμόνιοι πλείστας κατέλυσαν τυραννίδας καὶ Συρακούσιοι κατὰ τὸν χρόνον ὃν ἐπολιτεύοντο καλῶς)·
僭主制从外部被瓦解,如果存在某种相反的、更强大的政体(因为它们渴望这样做是显而易见的,由于其选择的相反性;而所有拥有力量的人,都会实行他们所渴望的事);而这些政体是相反的,按照赫西俄德的说法,民主制对僭主制正如陶工对陶工(因为极端的民主制也是一种僭主制),而王政和贵族制则由于其政体的相反性(因此拉刻代蒙人瓦解了极多的僭主制,叙拉古人在其治理良好的时期也是如此)。
ἕνα δʼ ἐξ αὑτῆς, ὅταν οἱ μετέχοντες στασιάζωσιν, ὥσπερ ἡ τῶν περὶ Γέλωνα καὶ νῦν ἡ τῶν περὶ Διονύσιον, ἡ μὲν Γέλωνος Θρασυβούλου τοῦ Ἱέρωνος ἀδελφοῦ τὸν υἱὸν τοῦ Γέλωνος δημαγωγοῦντος καὶ πρὸς ἡδονὰς ὁρμῶντος, ἵνʼ αὐτὸς ἄρχῃ, τῶν δὲ οἰκείων συστησάντων ἵνα μὴ ἡ τυραννὶς ὅλως καταλυθῇ ἀλλὰ Θρασύβουλος, οἱ δὲ συστάντες αὐτῶν, ὡς καιρὸν ἔχοντες, ἐξέβαλον ἅπαντας αὐτούς·
但另一种方式是从内部,当参与其中的人发生内讧时,正如盖隆一伙人的僭主制以及最近狄奥尼修斯一伙人的僭主制被瓦解那样。 盖隆的瓦解是由于希伦的兄弟色拉叙布洛斯对盖隆的儿子逢迎讨好,并驱使他沉溺于享乐,以便自己进行统治;而其亲属联合起来,为了不让僭主制整体被瓦解而只是排除色拉叙布洛斯;但这些联合起来的亲属由于掌握了时机,将他们所有人全都驱逐了。
Διονύσιον δὲ Δίων στρατεύσας, κηδεστὴς ὢν καὶ προσλαβὼν τὸν δῆμον, ἐκεῖνον ἐκβαλὼν διεφθάρη.
而狄奥尼修斯则是被迪翁率军出征,作为亲属并争取了民众,将其驱逐后,[迪翁自己]被杀害。
δύο δὲ οὐσῶν αἰτιῶν διʼ ἃς μάλιστʼ ἐπιτίθενται ταῖς τυραννίσι, μίσους καὶ καταφρονήσεως, θάτερον μὲν ἀεὶ τούτων ὑπάρχει τοῖς τυράννοις, τὸ μῖσος, ἐκ δὲ τοῦ καταφρονεῖσθαι πολλαὶ γίνονται τῶν καταλύσεων.
由于人们袭击僭主制主要有两个原因,即憎恨和轻蔑,其中之一,即憎恨,总是存在于僭主身上,但由于受到轻蔑,许多瓦解便发生了。
σημεῖον δέ· τῶν μὲν γὰρ κτησαμένων οἱ πλεῖστοι καὶ διεφύλαξαν τὰς ἀρχάς, οἱ δὲ παραλαβόντες εὐθὺς ὡς εἰπεῖν ἀπολλύασι πάντες.
其证据是:在亲自获得统治权的人中,大多数人都保住了他们的权力,但继承权力的人几乎可以说是立即全部丧失。
ἀπολαυστικῶς γὰρ ζῶντες εὐκαταφρόνητοί τε γίνονται καὶ πολλοὺς καιροὺς παραδιδόασι τοῖς ἐπιτιθεμένοις.
因为他们过着享乐的生活,变得容易受到轻蔑,并且给袭击者提供了很多机会。
μόριον δέ τι τοῦ μίσους καὶ τὴν ὀργὴν δεῖ τιθέναι· τρόπον γάρ τινα τῶν αὐτῶν αἰτία γίνεται πράξεων.
我们也必须将愤怒视为憎恨的一部分;因为在某种程度上,它会成为相同行动的原因。
πολλάκις δὲ καὶ πρακτικώτερον τοῦ μίσους· συντονώτερον γὰρ ἐπιτίθενται διὰ τὸ μὴ χρῆσθαι λογισμῷ τὸ πάθος (μάλιστα δὲ συμβαίνει τοῖς θυμοῖς ἀκολουθεῖν διὰ τὴν ὕβριν, διʼ ἣν αἰτίαν ἥ τε τῶν Πεισιστρατιδῶν κατελύθη τυραννὶς καὶ πολλαὶ τῶν ἄλλων), ἀλλὰ μᾶλλον τὸ μῖσος· ἡ μὲν γὰρ ὀργὴ μετὰ λύπης πάρεστιν, ὥστε οὐ ῥᾴδιον λογίζεσθαι, ἡ δʼ ἔχθρα ἄνευ λύπης.
而且它往往比憎恨更具行动力;因为由于激情不使用理性计算,他们袭击得更为猛烈(尤其是愤怒通常伴随侮辱而生,由于这一原因,裴西斯特拉托斯一族的僭主制和许多其他僭主制都被瓦解了),但憎恨更是原因;因为愤怒伴随着痛苦,因而难以计算,而敌意则不伴随痛苦。
ὡς δὲ ἐν κεφαλαίοις εἰπεῖν, ὅσας αἰτίας εἰρήκαμεν τῆς τε ὀλιγαρχίας τῆς ἀκράτου καὶ τελευταίας καὶ τῆς δημοκρατίας τῆς ἐσχάτης, τοσαύτας καὶ τῆς τυραννίδος θετέον· καὶ γὰρ αὗται τυγχάνουσιν οὖσαι διαιρεταὶ τυραννίδες.
简而言之,我们必须为僭主制假定与我们为纯粹且极端的寡头制以及最后的民主制所提到的相同数量的瓦解原因;因为这些正好也是分裂的僭主制。
βασιλεία δʼ ὑπὸ μὲν τῶν ἔξωθεν ἥκιστα φθείρεται, διὸ καὶ πολυχρόνιός ἐστιν· ἐξ αὐτῆς δʼ αἱ πλεῖσται φθοραὶ συμβαίνουσιν.
然而,王政最不容易被外部力量瓦解,因此它也是长期存续的;但最主要的瓦解是从其内部发生的。
φθείρεται δὲ κατὰ δύο τρόπους, §5.1313aἕνα μὲν στασιασάντων τῶν μετεχόντων τῆς βασιλείας, ἄλλον δὲ τρόπον τυραννικώτερον πειρωμένων διοικεῖν, ὅταν εἶναι κύριοι πλειόνων ἀξιῶσι καὶ παρὰ τὸν νόμον.
其瓦解有两种方式:一种是参与王政的人发生内讧,另一种则是以更具僭主色彩的方式尝试统治,即当他们要求成为更多事务的主宰并违反法律时。
οὐ γίγνονται δʼ ἔτι βασιλεῖαι νῦν, ἀλλʼ ἄν περ γίγνωνται, μοναρχίαι, τυραννίδες μᾶλλον, διὰ τὸ τὴν βασιλείαν ἑκούσιον μὲν ἀρχὴν εἶναι, μειζόνων δὲ κυρίαν, πολλοὺς δʼ εἶναι τοὺς ὁμοίους, καὶ μηδένα διαφέροντα τοσοῦτον ὥστε ἀπαρτίζειν πρὸς τὸ μέγεθος καὶ τὸ ἀξίωμα τῆς ἀρχῆς.
现在不再产生王政,即便产生,也是君主制,更确切地说是僭主制,因为王政是自愿的统治,且为主宰更大事务者,但现在有许多同等的人,且没有一个人在统治的规模和尊严上杰出到足以相配。
ὥστε διὰ μὲν τοῦτο ἑκόντες οὐχ ὑπομένουσιν· ἂν δὲ διʼ ἀπάτης ἄρξῃ τις ἢ βίας, ἤδη δοκεῖ τοῦτο εἶναι τυραννίς.
所以因为这个原因,人们不会自愿忍受它;而如果有人通过欺骗或暴力进行统治,这就已经被认为是僭主制。
ἐν δὲ ταῖς κατὰ γένος βασιλείαις τιθέναι δεῖ τῆς φθορᾶς αἰτίαν πρὸς ταῖς εἰρημέναις καὶ τὸ γίνεσθαι πολλοὺς εὐκαταφρονήτους, καὶ τὸ δύναμιν μὴ κεκτημένους τυραννικὴν ἀλλὰ βασιλικὴν τιμὴν ὑβρίζειν· ῥᾳδία γὰρ ἐγίνετο ἡ κατάλυσις· μὴ βουλομένων γὰρ εὐθὺς οὐκ ἔσται βασιλεύς, ἀλλὰ τύραννος καὶ μὴ βουλομένων.
在世袭的王政中,除了上述原因外,还必须将以下情况视为瓦解的原因:许多人变得容易受到轻蔑,以及他们不拥有僭主式的权力而只拥有国王的荣誉,却傲慢无礼;因为这种瓦解变得容易;因为如果[臣民] 不愿意,国王就立刻不复存在,而即便不愿意也依然存在的则是僭主。
φθείρονται μὲν οὖν αἱ μοναρχίαι διὰ ταύτας καὶ τοιαύτας ἑτέρας αἰτίας.
因此,君主制由于这些及其他类似的原因而瓦解。
σῴζονται δὲ δῆλον ὡς ἁπλῶς μὲν εἰπεῖν ἐκ τῶν ἐναντίων, ὡς δὲ καθʼ ἕκαστον τῷ τὰς μὲν βασιλείας ἄγειν ἐπὶ τὸ μετριώτερον.
显然,简单来说,它们是通过相反的方式得以保存的,而就王政具体而言,是通过将其引导至更温和的状态。
ὅσῳ γὰρ ἂν ἐλαττόνων ὦσι κύριοι, πλείω χρόνον ἀναγκαῖον μένειν πᾶσαν τὴν ἀρχήν· αὐτοί τε γὰρ ἧττον γίγνονται δεσποτικοὶ καὶ τοῖς ἤθεσιν ἴσοι μᾶλλον, καὶ ὑπὸ τῶν ἀρχομένων φθονοῦνται ἧττον.
因为王政主宰的事务越少,整个统治就必然存续越长的时间;因为王他们自己会变得不那么专制,在性格上更加平等,也较少受到被统治者的嫉妒。
διὰ γὰρ τοῦτο καὶ ἡ περὶ Μολοττοὺς πολὺν χρόνον βασιλεία διέμεινεν, καὶ ἡ Λακεδαιμονίων διὰ τὸ ἐξ ἀρχῆς τε εἰς δύο μέρη διαιρεθῆναι τὴν ἀρχήν, καὶ πάλιν Θεοπόμπου μετριάσαντος τοῖς τε ἄλλοις καὶ τὴν τῶν ἐφόρων ἀρχὴν ἐπικαταστήσαντος· τῆς γὰρ δυνάμεως ἀφελὼν ηὔξησε τῷ χρόνῳ τὴν βασιλείαν, ὥστε τρόπον τινὰ ἐποίησεν οὐκ ἐλάττονʼ ἀλλὰ μείζονʼ αὐτήν.
也正因为如此,莫洛索伊人的王政维持了很长时间,拉刻代蒙人的王政也是如此,这既因为统治从一开始就被分为两个部分,又因为狄奥彭普斯在其他方面以及通过增设监察官的官职而使之温和化;因为通过削减其权力,他延长了王政的存续时间,从而在某种程度上使其不是变小,而是变大了。
ὅπερ καὶ πρὸς τὴν γυναῖκα ἀποκρίνασθαί φασιν αὐτόν, εἰποῦσαν εἰ μηδὲν αἰσχύνεται τὴν βασιλείαν ἐλάττω παραδιδοὺς τοῖς υἱέσιν ἢ παρὰ τοῦ πατρὸς παρέλαβεν· "οὐ δῆτα"
φάναι· "παραδίδωμι γὰρ πολυχρονιωτέραν.
据说这也是他对妻子的回答,当时妻子问他,将一个比从父亲那里继承时更小的王政留给儿子们,难道不感到羞耻吗: “绝不,” 他说: “因为我留给他们的是一个更长久的王政。
"
αἱ δὲ τυραννίδες σῴζονται κατὰ δύο τρόπους τοὺς ἐναντιωτάτους, ὧν ἅτερός ἐστιν ὁ παραδεδομένος καὶ καθʼ ὃν διοικοῦσιν οἱ πλεῖστοι τῶν τυράννων τὴν ἀρχήν.
” 而僭主制则通过两种最相反的方式得以保存,其中之一是传统的方式,也是大多数僭主管理其统治的方式。
τούτων δὲ τὰ πολλά φασι καταστῆσαι Περίανδρον τὸν Κορίνθιον· πολλὰ δὲ καὶ παρὰ τῆς Περσῶν ἀρχῆς ἔστι τοιαῦτα λαβεῖν.
据说这些方法中的大部分是由科林斯人培里安德建立的;从波斯帝国的统治中也可以获得许多类似的例子。
ἔστι δὲ τά τε πάλαι λεχθέντα πρὸς σωτηρίαν, ὡς οἷόν τε, τῆς τυραννίδος, τὸ τοὺς ὑπερέχοντας κολούειν καὶ τοὺς φρονηματίας ἀναιρεῖν, καὶ μήτε συσσίτια ἐᾶν μήτε ἑταιρίαν μήτε παιδείαν μήτε ἄλλο μηθὲν τοιοῦτον,
还有昔日所说的为了尽可能保存僭主制的方法,即削减突出的人,消除有骨气的人,不容许公共食堂、结社、教育或任何其他类似的事情,