§5.1311bἡ δὲ Φιλίππου ὑπὸ Παυσανίου διὰ τὸ ἐᾶσαι ὑβρισθῆναι αὐτὸν ὑπὸ τῶν περὶ Ἄτταλον, καὶ ἡ Ἀμύντου τοῦ μικροῦ ὑπὸ Δέρδα διὰ τὸ καυχήσασθαι εἰς τὴν ἡλικίαν αὐτοῦ, καὶ ἡ τοῦ εὐνούχου Εὐαγόρᾳ τῷ Κυπρίῳ·
フィリッポスに対する攻撃は、彼がアッタロスの一派に辱められるのをフィリッポスが放置したためパウサニアスによって行われ、背の低いアミュンタスに対する攻撃は、アミュンタスが彼の若さを自慢したためデルダスによって行われ、またキプロス人エウアゴラスに対する宦官の攻撃もそうであった。
διὰ γὰρ τὸ τὴν γυναῖκα παρελέσθαι τὸν υἱὸν αὐτοῦ ἀπέκτεινεν ὡς ὑβρισμένος.
というのも、エウアゴラスの息子が自分の妻を奪ったため、辱められたと感じて宦官は彼を殺害したからである。
πολλαὶ δʼ ἐπιθέσεις γεγένηνται καὶ διὰ τὸ εἰς τὸ σῶμα αἰσχῦναι τῶν μονάρχων τινάς.
また、君主たちの身体に恥辱を与えることによっても、多くの攻撃が起こっている。
οἷον καὶ ἡ Κραταίου εἰς Ἀρχέλαον·
例えば、アルケラオスに対するクラタイオスの攻撃もそうである。
αἰεὶ γὰρ βαρέως εἶχε πρὸς τὴν ὁμιλίαν, ὥστε ἱκανὴ καὶ ἐλάττων ἂν ἐγένετο πρόφασις—ἢ διότι τῶν θυγατέρων οὐδεμίαν ἔδωκεν ὁμολογήσας αὐτῷ, ἀλλὰ τὴν μὲν προτέραν, κατεχόμενος ὑπὸ πολέμου πρὸς Σίρραν καὶ Ἀρράβαιον, ἔδωκε τῷ βασιλεῖ τῷ τῆς Ἐλιμείας, τὴν δὲ νεωτέραν τῷ υἱεῖ Ἀμύντᾳ, οἰόμενος οὕτως ἂν ἐκεῖνον ἥκιστα διαφέρεσθαι καὶ τὸν ἐκ τῆς Κλεοπάτρας·
なぜなら彼は肉体的な交わりに常に不快感を抱いていたので、それより些細な口実であっても十分であったろうからである――あるいは、アルケラオスが約束したにもかかわらず、娘たちの誰一人として彼に与えなかったためである。 すなわち、上の娘はシルラスおよびアラバイオスとの戦争に追われていたため、エリメイアの王に与え、下の娘は息子のアミュンタスに与えた。 そうすれば、アミュンタスとクレオパトラから生まれた息子との間の争いが最も少なくなると考えたからである。
ἀλλὰ τῆς γε ἀλλοτριότητος ὑπῆρχεν ἀρχὴ τὸ βαρέως φέρειν πρὸς τὴν ἀφροδισιαστικὴν χάριν.
しかし、不和の始まりは、愛欲の好意に対して不快感を抱いていたことにあった。
συνεπέθετο δὲ καὶ Ἑλλανοκράτης ὁ Λαρισαῖος διὰ τὴν αὐτὴν αἰτίαν·
ラリサ人のヘラノクラテスも同じ理由で攻撃に加わった。
ὡς γὰρ χρώμενος αὐτοῦ τῇ ἡλικίᾳ οὐ κατῆγεν ὑποσχόμενος, διʼ ὕβριν καὶ οὐ διʼ ἐρωτικὴν ἐπιθυμίαν ᾤετο εἶναι τὴν γεγενημένην ὁμιλίαν.
というのも、アルケラオスが彼の若さを利用したにもかかわらず、約束した帰国をさせなかったため、その交わりが愛欲の欲望によるものではなく、侮辱のためであると彼は考えたからである。
Πύθων δὲ καὶ Ἡρακλείδης οἱ Αἴνιοι Κότυν διέφθειραν τῷ πατρὶ τιμωροῦντες, Ἀδάμας δʼ ἀπέστη Κότυος διὰ τὸ ἐκτμηθῆναι παῖς ὢν ὑπʼ αὐτοῦ, ὡς ὑβρισμένος.
アイノス人のピュトンとヘラクレイデスは、父の復讐としてコテュスを殺害し、アダマスは、子供のころコテュスによって去勢されたため、辱められたとしてコテュスから離反した。
πολλοὶ δὲ καὶ διὰ τὸ εἰς τὸ σῶμα αἰκισθῆναι πληγαῖς ὀργισθέντες οἱ μὲν διέφθειραν, οἱ δʼ ἐνεχείρησαν ὡς ὑβρισθέντες, καὶ τῶν περὶ τὰς ἀρχὰς καὶ βασιλικὰς δυναστείας.
また、身体を鞭で打たれるなどして暴行を受けたことに憤慨し、辱められたと感じて、ある者は君主を殺害し、ある者は襲撃した。 これらは、支配階級や王室の権力者たちの周囲にいた者たちの間でも起こったことである。
οἷον ἐν Μυτιλήνῃ τοὺς Πενθιλίδας Μεγακλῆς περιιόντας καὶ τύπτοντας ταῖς κορύναις ἐπιθέμενος μετὰ τῶν φίλων ἀνεῖλεν, καὶ ὕστερον Σμέρδης Πενθίλον πληγὰς λαβὼν καὶ παρὰ τῆς γυναικὸς ἐξελκυσθεὶς διέφθειρεν.
例えば、ミュティレネにおいて、棍棒を手にして巡回し、人々を殴打していたペンティロス家の人々を、メガクレスが友人たちとともに襲撃して殺害した。 またのちには、スメルデスがペンティロスから打撃を受け、自分の妻の目の前から引きずり出されたため、彼を殺害した。
καὶ τῆς Ἀρχελάου δʼ ἐπιθέσεως Δεκάμνιχος ἡγεμὼν ἐγένετο, παροξύνων τοὺς ἐπιθεμένους πρῶτος·
また、アルケラオスに対する攻撃でも、デカムニコスが主導者となり、攻撃者たちを最初に煽り立てた。
αἴτιον δὲ τῆς ὀργῆς ὅτι αὐτὸν ἐξέδωκε μαστιγῶσαι Εὐριπίδῃ τῷ ποιητῇ·
彼の怒りの原因は、アルケラオスが彼を引き渡して、詩人エウリピデスに鞭打たせたからであった。
ὁ δʼ Εὐριπίδης ἐχαλέπαινεν εἰπόντος τι αὐτοῦ εἰς δυσωδίαν τοῦ στόματος.
エウリピデスが激怒したのは、デカムニコスが彼の口臭について何かを言ったからである。
καὶ ἄλλοι δὲ πολλοὶ διὰ τοιαύτας αἰτίας οἱ μὲν ἀνῃρέθησαν οἱ δʼ ἐπεβουλεύθησαν.
他にもこのような理由で、ある者は殺害され、ある者は陰謀を企てられた。
ὁμοίως δὲ καὶ διὰ φόβον·
同様に、恐怖によるものもある。
ἓν γάρ τι τοῦτο τῶν αἰτίων ἦν, ὥσπερ καὶ περὶ τὰς πολιτείας καὶ περὶ τὰς μοναρχίας·
これ(恐怖)は、普通の国制においても君主政においても原因の一つだからである。
οἷον Ξέρξην Ἀρταπάνης φοβούμενος τὴν διαβολὴν τὴν περὶ Δαρεῖον, ὅτι ἐκρέμασεν οὐ κελεύσαντος Ξέρξου, ἀλλʼ οἰόμενος συγγνώσεσθαι ὡς ἀμνημονοῦντα διὰ τὸ δειπνεῖν.
例えば、アルタバノスはクセルクセスを恐れたが、それはダレイオスに関する讒言、すなわち自分がクセルクセスの命令なしに彼を絞首刑にしたことのためであり、クセルクセスが食事中であったために忘れて許してくれるだろうと考えてのことであった。
αἱ δὲ διὰ καταφρόνησιν, §5.1312aὥσπερ Σαρδανάπαλλον ἰδών τις ξαίνοντα μετὰ τῶν γυναικῶν (εἰ ἀληθῆ ταῦτα οἱ μυθολογοῦντες λέγουσιν·
また、軽蔑による攻撃は、例えば、サルダナパロスが女たちと一緒に羊毛を紡いでいるのを見た者のように(もし伝説の語り手たちの言うことが真実であれば。 たとえ彼についてではなくとも、他の誰かについてはこれが真実であろう)。
εἰ δὲ μὴ ἐπʼ ἐκείνου, ἀλλʼ ἐπʼ ἄλλου γε ἂν γένοιτο τοῦτο ἀληθές), καὶ Διονυσίῳ τῷ ὑστέρῳ Δίων ἐπέθετο διὰ τὸ καταφρονεῖν, ὁρῶν τούς τε πολίτας οὕτως ἔχοντας καὶ αὐτὸν ἀεὶ μεθύοντα.
また、ディオンが後のディオニュシオスを攻撃したのも軽蔑のためであり、市民たちが彼に対してそのような不満を抱いているのを見、また彼自身が常に泥酔しているのを見たからである。
καὶ τῶν φίλων δέ τινες ἐπιτίθενται διὰ καταφρόνησιν·
また、友人たちの中にも、軽蔑のために攻撃する者がいる。
διὰ γὰρ τὸ πιστεύεσθαι καταφρονοῦσιν ὡς λήσοντες.
彼らは信頼されているがゆえに、発覚しないだろうと軽蔑するからである。
καὶ οἱ οἰόμενοι δύνασθαι κατασχεῖν τὴν ἀρχὴν τρόπον τινὰ διὰ τὸ καταφρονεῖν ἐπιτίθενται·
さらに、自らが支配権を掌握できると考えている者たちも、ある意味で軽蔑のために攻撃する。
ὡς δυνάμενοι γὰρ καὶ καταφρονοῦντες τοῦ κινδύνου διὰ τὴν δύναμιν ἐπιχειροῦσι ῥᾳδίως, ὥσπερ οἱ στρατηγοῦντες τοῖς μονάρχοις, οἷον Κῦρος Ἀστυάγει καὶ τοῦ βίου καταφρονῶν καὶ τῆς δυνάμεως διὰ τὸ τὴν μὲν δύναμιν ἐξηργηκέναι αὐτὸν δὲ τρυφᾶν, καὶ Σεύθης ὁ Θρᾷξ Ἀμαδόκῳ στρατηγὸς ὤν.
というのも、彼らは実力があり、その実力ゆえに危険を侮っているため、容易に手を下すからである。 これは君主のもとで将軍を務める者たちに見られることであり、例えば、キュロスがアスティアゲスに対して、彼の生活と権力の双方を軽蔑して攻撃したのもそうである。 アスティアゲスがその権力を失わせ、自身は贅沢にふけっていたからである。 また、トラキア人のセウテスが、将軍でありながらアマドコスに対して行ったのもそうである。
οἱ δὲ καὶ διὰ πλείω τούτων ἐπιτίθενται, οἷον καὶ καταφρονοῦντες καὶ διὰ κέρδος, ὥσπερ Ἀριοβαρζάνῃ Μιθριδάτης μάλιστα δὲ διὰ ταύτην τὴν αἰτίαν ἐγχειροῦσιν οἱ τὴν φύσιν μὲν θρασεῖς, τιμὴν δʼ ἔχοντες πολεμικὴν παρὰ τοῖς μονάρχοις·
また、これらのうちの複数の理由、例えば軽蔑と同時に利得のために攻撃する者もいる。 ミトリダテスがアリオバルザネスに対して行ったのがそれである。 しかし、最もこの原因によって手を下すのは、本性として大胆であり、かつ君主のもとで軍事的な名誉を得ている者たちである。
ἀνδρεία γὰρ δύναμιν ἔχουσα θράσος ἐστίν, διʼ ἃς ἀμφοτέρας, ὡς ῥᾳδίως κρατήσοντες, ποιοῦνται τὰς ἐπιθέσεις.
なぜなら、実力を伴った勇気こそが大胆さだからであり、これら両者によって、彼らは容易に勝利できると考えて攻撃を行うのである。
τῶν δὲ διὰ φιλοτιμίαν ἐπιτιθεμένων ἕτερος τρόπος ἔστι τῆς αἰτίας παρὰ τοὺς εἰρημένους πρότερον.
他方、名誉心のために攻撃する者たちには、先に述べられた人々とは異なる性質の原因がある。
οὐ γὰρ ὥσπερ ἔνιοι τοῖς τυράννοις ἐπιχειροῦσιν ὁρῶντες κέρδη τε μεγάλα καὶ τιμὰς μεγάλας οὔσας αὐτοῖς, οὕτω καὶ τῶν διὰ φιλοτιμίαν ἐπιτιθεμένων ἕκαστος προαιρεῖται κινδυνεύειν·
というのも、ある人々が僭主たちに対して、彼らに莫大な利得や名誉があるのを見て手を下すのとは異なり、名誉心のために攻撃する者たちの各々はそのようにして危険を冒すことを選ぶのではないからである。
ἀλλʼ ἐκεῖνοι μὲν διὰ τὴν εἰρημένην αἰτίαν, οὗτοι δʼ ὥσπερ κἂν ἄλλης τινὸς γενομένης πράξεως περιττῆς καὶ διʼ ἣν ὀνομαστοὶ γίγνονται καὶ γνώριμοι τοῖς ἄλλοις, οὕτω καὶ τοῖς μονάρχοις ἐγχειροῦσιν, οὐ κτήσασθαι βουλόμενοι μοναρχίαν ἀλλὰ δόξαν.
すなわち、前者は前述の理由のために行うが、後者は、それによって有名になり他人に知られるようになる他のどんな非凡な行為を行う場合とも同様に、そのようにして君主たちに手を下すのであり、君主の地位を手に入れたいからではなく、名声を望むからなのである。
οὐ μὴν ἀλλʼ ἐλάχιστοί γε τὸν ἀριθμόν εἰσιν οἱ διὰ ταύτην τὴν αἰτίαν ὁρμῶντες·
しかしながら、この理由で行動を起こす者は、数としては極めて少ない。
ὑποκεῖσθαι γὰρ δεῖ τὸ τοῦ σωθῆναι μηδὲν φροντίζειν, ἂν μὴ μέλλῃ κατασχήσειν τὴν πρᾶξιν.
なぜなら、もしその行為を成し遂げるつもりがないのなら、生き残ることを全く考慮に入れないという前提が必要だからである。
οἷς ἀκολουθεῖν μὲν δεῖ τὴν Δίωνος ὑπόληψιν, οὐ ῥᾴδιον δʼ αὐτὴν ἐγγενέσθαι πολλοῖς·
彼らにはディオンの覚悟が伴っていなければならないが、それを多くの人が身につけるのは容易ではない。
ἐκεῖνος γὰρ μετʼ ὀλίγων ἐστράτευσεν ἐπὶ Διονύσιον οὕτως ἔχειν φάσκων ὡς ὅποι περ ἂν δύνηται προελθεῖν, ἱκανὸν αὑτῷ τοσοῦτον μετασχεῖν τῆς πράξεως, οἷον εἰ μικρὸν ἐπιβάντα τῆς γῆς εὐθὺς συμβαίη τελευτῆσαι τοῦτον καλῶς ἔχειν αὑτῷ τὸν θάνατον.
というのも、彼は少数の者とともにディオニュシオスに対して出兵した際、自分がどこまで進めるにせよ、その行為にその程度まで関与できれば自分にとっては十分であると言ったからである。 例えば、仮にその地に少し足を踏み入れた直後に死ぬことになろうとも、自分にとってはその死は名誉あるものである、と。
φθείρεται δὲ τυραννὶς ἕνα μὲν τρόπον, ὥσπερ καὶ τῶν ἄλλων ἑκάστη πολιτειῶν, ἔξωθεν,
他方、僭主政が崩壊するのは、一つの方法としては、他の各々の国制と同様に、外部からであって、