§5.1307aθλιβόμενοι γάρ τινες διὰ τὸν πόλεμον ἠξίουν ἀνάδαστον ποιεῖν τὴν χώραν)·
というのも、戦争によって困窮した一部の人々が土地の再分配を行うことを要求したからである。
ἔτι ἐάν τις μέγας ᾖ καὶ δυνάμενος ἔτι μείζων εἶναι, ἵνα μοναρχῇ, ὥσπερ ἐν Λακεδαίμονι δοκεῖ Παυσανίας ὁ στρατηγήσας κατὰ τὸν Μηδικὸν πόλεμον, καὶ ἐν Καρχηδόνι Ἄννων.
)さらに、独裁支配を行うために、ある者が偉大であり、さらに偉大になり得る力を持っている場合である。 例えば、ラケダイモンにおいてペルシア戦争時に将軍を務めたパウサニアスがそうであったと思われるし、カルタゴにおけるハンノンがそうであった。
λύονται δὲ μάλιστα αἵ τε πολιτεῖαι καὶ αἱ ἀριστοκρατίαι διὰ τὴν ἐν αὐτῇ τῇ πολιτείᾳ τοῦ δικαίου παρέκβασιν.
また、ポリティア(共和政)も貴族政も、何よりもまず、その国制自体における正義からの逸脱によって崩壊する。
ἀρχὴ γὰρ τὸ μὴ μεμεῖχθαι καλῶς ἐν μὲν τῇ πολιτείᾳ δημοκρατίαν καὶ ὀλιγαρχίαν, ἐν δὲ τῇ ἀριστοκρατίᾳ ταῦτά τε καὶ τὴν ἀρετήν, μάλιστα δὲ τὰ δύο· λέγω δὲ τὰ δύο δῆμον καὶ ὀλιγαρχίαν.
というのも、その始まりは、ポリティアにおいては民主政と寡頭政が、貴族政においてはこれらと徳とが、立派に混合されていないことにあり、特に二つのもの、すなわち私が二つのものと言うのは、民衆(デモス)と寡頭政のことであるが、これらが混合されていないことにある。
ταῦτα γὰρ αἱ πολιτεῖαί τε πειρῶνται μιγνύναι καὶ αἱ πολλαὶ τῶν καλουμένων ἀριστοκρατιῶν.
というのも、ポリティアも、いわゆる貴族政の多くも、これらを混合しようと試みているからである。
διαφέρουσι γὰρ τῶν ὀνομαζομένων πολιτειῶν αἱ ἀριστοκρατίαι τούτῳ, καὶ διὰ τοῦτʼ εἰσὶν αἱ μὲν ἧττον αἱ δὲ μᾶλλον μόνιμοι αὐτῶν·
実のところ、貴族政がいわゆるポリティアと異なっているのはこの点においてであり、このことのために、それらのうちあるものは安定性が低く、あるものは高いのである。
τὰς γὰρ ἀποκλινούσας μᾶλλον πρὸς τὴν ὀλιγαρχίαν ἀριστοκρατίας καλοῦσιν, τὰς δὲ πρὸς τὸ πλῆθος πολιτείας·
というのも、より寡頭政へと傾斜しているものを人々は貴族政と呼び、他方、大衆(多数)へと傾斜しているものをポリティアと呼ぶからである。
διόπερ ἀσφαλέστεραι αἱ τοιαῦται τῶν ἑτέρων εἰσίν·
それゆえ、このような国制は他方のものよりも安全である。
κρεῖττόν τε γὰρ τὸ πλεῖον, καὶ μᾶλλον ἀγαπῶσιν ἴσον ἔχοντες, οἱ δʼ ἐν ταῖς εὐπορίαις, ἂν ἡ πολιτεία διδῷ τὴν ὑπεροχήν, ὑβρίζειν ζητοῦσι καὶ πλεονεκτεῖν.
なぜなら、より多数であることはより強力であり、人々は等しい分け前を持つときにより満足するからである。 他方、富裕な境遇にある者たちは、もし国制が優位を彼らに与えるならば、傲慢に振る舞い、より多くを得ようとする。
ὅλως δʼ ἐφʼ ὁπότερον ἂν ἐγκλίνῃ ἡ πολιτεία, ἐπὶ τοῦτο μεθίσταται ἑκατέρων τὸ σφέτερον αὐξανόντων, οἷον ἡ μὲν πολιτεία εἰς δῆμον, ἀριστοκρατία δʼ εἰς ὀλιγαρχίαν·
総じて、国制がどちらの側に傾斜していようとも、それぞれの側の人々が自分たちの勢力を増大させるにつれて、国制はその方向へと移行する。 例えば、ポリティアは民主政へと、貴族政は寡頭政へと移行する。
ἢ εἰς τἀναντία, οἷον ἡ μὲν ἀριστοκρατία εἰς δῆμον (ὡς ἀδικούμενοι γὰρ περισπῶσιν εἰς τοὐναντίον οἱ ἀπορώτεροι), αἱ δὲ πολιτεῖαι εἰς ὀλιγαρχίαν (μόνον γὰρ μόνιμον τὸ κατʼ ἀξίαν ἴσον καὶ τὸ ἔχειν τὰ αὑτῶν)·
あるいは、反対の方向へも移行する。 例えば、貴族政が民主政へと(不当な扱いを受けているとして、より貧困な者たちが反対の方向へと引き戻すからである)、ポリティアが寡頭政へと移行する(なぜなら、価値に応じた平等と、各々が自己のものを所有することだけが、唯一の安定したものだからである)。
συνέβη δὲ τὸ εἰρημένον ἐν Θουρίοις.
そして、今述べたことはトゥリオイにおいて生じた。
διὰ μὲν γὰρ τὸ ἀπὸ πλείονος τιμήματος εἶναι τὰς ἀρχὰς εἰς ἔλαττον μετέβη καὶ εἰς ἀρχεῖα πλείω, διὰ δὲ τὸ τὴν χώραν ὅλην τοὺς γνωρίμους συγκτήσασθαι παρὰ τὸν νόμον (ἡ γὰρ πολιτεία ὀλιγαρχικωτέρα ἦν, ὥστε ἐδύναντο πλεονεκτεῖν) ὁ δὲ δῆμος γυμνασθεὶς ἐν τῷ πολέμῳ τῶν φρουρῶν ἐγένετο κρείττων, ἕως ἀφεῖσαν τῆς χώρας ὅσοι πλείω ἦσαν ἔχοντες.
というのも、官職に就く資格がより高い財産資格に基づいていたことから、より低いものへと、またより多くの官職へと移行したのであるが、一方で、法に反して著名な人々が土地全体を共同で獲得してしまっていたため(というのも、国制はより寡頭政的であったので、彼らはより多くを得ることができたからである)、民衆は戦争において鍛えられ、警備兵たちよりも強力になり、ついには、より多くの土地を所有していた者たち全員が、土地を手放すに至った。
ἔτι διὰ τὸ πάσας τὰς ἀριστοκρατικὰς πολιτείας ὀλιγαρχικὰς εἶναι μᾶλλον πλεονεκτοῦσιν οἱ γνώριμοι, οἷον καὶ ἐν Λακεδαίμονι εἰς ὀλίγους αἱ οὐσίαι ἔρχονται·
さらに、すべての貴族政的な国制はより寡頭政的であるために、著名な人々はより多くを得ようとし、例えば、ラケダイモンにおいても財産が少数の者たちの手に渡っているように。
καὶ ἔξεστι ποιεῖν ὅ τι ἂν θέλωσι τοῖς γνωρίμοις μᾶλλον, καὶ κηδεύειν ὅτῳ θέλουσιν, διὸ καὶ ἡ Λοκρῶν πόλις ἀπώλετο ἐκ τῆς πρὸς Διονύσιον κηδείας, ὃ ἐν δημοκρατίᾳ οὐκ ἂν ἐγένετο, οὐδʼ ἂν ἐν ἀριστοκρατίᾳ εὖ μεμειγμένῃ.
そして、著名な人々はより自分たちの望むことを何でも行うことができ、望む相手と婚姻関係を結ぶことができる。 このために、ロクロイのポリスも、ディオニュシオスとの婚姻関係によって滅びたのである。 このようなことは、民主政においては起こらなかったであろうし、よく混合された貴族政においても起こらなかったであろう。