§4.1297bδεῖ δὲ τὴν πολιτείαν εἶναι μὲν ἐκ τῶν τὰ ὅπλα ἐχόντων μόνον·
しかし、国制は武器を所有している人々だけで構成されるべきである。
τοῦ δὲ τιμήματος τὸ πλῆθος ἁπλῶς μὲν ὁρισαμένους οὐκ ἔστιν εἰπεῖν τοσοῦτον δεῖν ὑπάρχειν, ἀλλὰ σκεψαμένους τὸ ποῖον ἐπιβάλλει μακρότατον ὥστε τοὺς μετέχοντας τῆς πολιτείας εἶναι πλείους τῶν μὴ μετεχόντων, τοῦτο τάττειν.
財産資格の額については、一概にこれだけでなければならないと規定して語ることはできないが、国制に参与する者が参与しない者よりも多くなるような、最も高いどのような額が該当するかを検討した上で、これを定めるべきである。
ἐθέλουσι γὰρ οἱ πένητες καὶ μὴ μετέχοντες τῶν τιμῶν ἡσυχίαν ἔχειν, ἐὰν μήτε ὑβρίζῃ τις αὐτοὺς μήτε ἀφαιρῆται μηθὲν τῆς οὐσίας.
なぜなら、貧しい人々や名誉(官職)に与らない人々は、誰も彼らを侮辱せず、またその財産を何一つ奪わないのであれば、穏やかにしていることを望むからである。
ἀλλὰ τοῦτο οὐ ῥᾴδιον·
しかし、これは容易なことではない。
οὐ γὰρ ἀεὶ συμβαίνει χαρίεντας εἶναι τοὺς μετέχοντας τοῦ πολιτεύματος.
なぜなら、支配権に参与している人々が常に温厚であるとは限らないからである。
καὶ εἰώθασι δέ, ὅταν πόλεμος ᾖ, ὀκνεῖν, ἂν μὴ λαμβάνωσι τροφήν, ἄποροι δὲ ὦσιν·
また彼らは、戦争がある時、もし手当を受け取れず、自らが困窮しているならば、戦闘を躊躇うのが常である。
ἐὰν δὲ πορίζῃ τις τροφήν, βούλονται πολεμεῖν.
しかし、もし誰かが手当を供給するなら、彼らは戦うことを望む。
ἔστι δὲ ἡ πολιτεία παρʼ ἐνίοις οὐ μόνον ἐκ τῶν ὁπλιτευόντων ἀλλὰ καὶ ἐκ τῶν ὡπλιτευκότων·
また、ある人々のもとでは、国制は現在武器を取って従軍している者たちだけでなく、過去に武器を取って従軍したことのある者たちからも構成されている。
ἐν Μαλιεῦσι δὲ ἡ μὲν πολιτεία ἦν ἐκ τούτων, τὰς δὲ ἀρχὰς ᾑροῦντο ἐκ τῶν στρατευομένων.
マリエウス人においては、国制はこれらから構成されていたが、官職は現在軍役を務めている者たちの中から選ばれていた。
καὶ ἡ πρώτη δὲ πολιτεία ἐν τοῖς Ἕλλησιν ἐγένετο μετὰ τὰς βασιλείας ἐκ τῶν πολεμούντων, ἡ μὲν ἐξ ἀρχῆς ἐκ τῶν ἱππέων (τὴν γὰρ ἰσχὺν καὶ τὴν ὑπεροχὴν ἐν τοῖς ἱππεῦσιν ὁ πόλεμος εἶχεν·
ギリシア人における王政の後の最初の国制も、戦う人々から生じた。 最初は騎兵たちから構成されていた(なぜなら、戦争における強さと優位性は騎兵の中にあったからである。
ἄνευ μὲν γὰρ συντάξεως ἄχρηστον τὸ ὁπλιτικόν, αἱ δὲ περὶ τῶν τοιούτων ἐμπειρίαι καὶ τάξεις ἐν τοῖς ἀρχαίοις οὐχ ὑπῆρχον, ὥστʼ ἐν τοῖς ἱππεῦσιν εἶναι τὴν ἰσχύν), αὐξανομένων δὲ τῶν πόλεων καὶ τῶν ἐν τοῖς ὅπλοις ἰσχυσάντων μᾶλλον πλείους μετεῖχον τῆς πολιτείας·
組織だった隊列がなければ、重装歩兵は役に立たず、古代においてはそのようなものに関する経験や隊列が存在しなかったため、騎兵に強さがあったのである)。 しかし、ポリスが大きくなり、武器を持つ者たちがより力を増すにつれて、より多くの人々が国制に参与するようになった。
διόπερ ἃς νῦν καλοῦμεν πολιτείας, οἱ πρότερον ἐκάλουν δημοκρατίας·
それゆえ、我々が今「国制」と呼んでいるものを、昔の人々は「民主制」と呼んでいたのである。
ἦσαν δὲ αἱ ἀρχαῖαι πολιτεῖαι εὐλόγως ὀλιγαρχικαὶ καὶ βασιλικαί.
しかし、古代の国制が寡頭制的であり王政的であったのは、当然のことであった。
διʼ ὀλιγανθρωπίαν γὰρ οὐκ εἶχον πολὺ τὸ μέσον, ὥστʼ ὀλίγοι τε ὄντες τὸ πλῆθος καὶ κατὰ τὴν σύνταξιν φαῦλοι ὑπέμενον τὸ ἄρχεσθαι.
人口が少なかったために、彼らには多くの中庸な人々がいなかった。 したがって、数において少なく、また組織の点でも劣っていたため、彼らは支配されることに甘んじていたのである。
διὰ τίνα μὲν οὖν εἰσιν αἰτίαν αἱ πολιτεῖαι πλείους, καὶ διὰ τί παρὰ τὰς λεγομένας ἕτεραι (δημοκρατία τε γὰρ οὐ μία τὸν ἀριθμόν ἐστι, καὶ τῶν ἄλλων ὁμοίως), ἔτι δὲ τίνες αἱ διαφοραὶ καὶ διὰ τίνα αἰτίαν συμβαίνει, πρὸς δὲ τούτοις τίς ἀρίστη τῶν πολιτειῶν ὡς ἐπὶ τὸ πλεῖστον εἰπεῖν, καὶ τῶν ἄλλων ποία ποίοις ἁρμόττει τῶν πολιτειῶν, εἴρηται.
したがって、国制が複数あるのはいかなる原因によるのか、また一般に言われている国制のほかに、なぜ別の国制が存在するのか(民主制も数において一つではなく、他も同様だからである)、さらにそれらの相違とは何であり、それがいかなる原因で生じるのか、これらに加えて、一般的に言って国制のうちでどれが最善であり、他の諸国制のうちのどれがいかなる人々に適合するのかについては、すでに述べられた。
πάλιν δὲ καὶ κοινῇ καὶ χωρὶς περὶ ἑκάστης λέγωμεν περὶ τῶν ἐφεξῆς, λαβόντες ἀρχὴν τὴν προσήκουσαν αὐτῶν.
さて、再び、共同のものとしても個別のものとしても、それぞれの国制について、それにふさわしい出発点を取って、順次に論じることにしよう。
ἔστι δὴ τρία μόρια τῶν πολιτειῶν πασῶν, περὶ ὧν δεῖ θεωρεῖν τὸν σπουδαῖον νομοθέτην ἑκάστῃ τὸ συμφέρον·
実際、すべての国制には三つの部分があり、優れた立法者は個々の国制にとって何が有益であるかをこれらについて検討しなければならない。
ὧν ἐχόντων καλῶς ἀνάγκη τὴν πολιτείαν ἔχειν καλῶς, καὶ τὰς πολιτείας ἀλλήλων διαφέρειν ἐν τῷ διαφέρειν ἕκαστον τούτων.
これらが良好な状態にあれば、必然的に国制も良好な状態にあり、またこれらの各々が異なることによって、国制も互いに異なることになる。
ἔστι δὲ τῶν τριῶν τούτων ἓν μὲν τί τὸ βουλευόμενον περὶ τῶν κοινῶν,
これら三つの部分のうち、一つは共同の事柄について審議するものであり、