Humanitext Reader

アリストテレス · 政治学 §4.1296a

党争を防ぐ中庸の国制の安定性と優れた立法者

82 / 155 箇所 · ギリシア語

要旨

著者は中庸の国制が最も党争から免れている最善のものである理由を、富裕者と貧困者の二極化が極端な政治体制(僭主制など)を生むことや、歴史的な優れた立法者たちが中庸な階層に属していたことを挙げて論じる。

§4.1296aὡς ὅπου οἱ μὲν πολλὰ σφόδρα κέκτηνται οἱ δὲ μηθέν, ἢ δῆμος ἔσχατος γίγνεται ἢ ὀλιγαρχία ἄκρατος, ἢ τυραννὶς διʼ ἀμφοτέρας τὰς ὑπερβολάς·
なぜなら、ある人々が極めて多くを所有し、他の人々が何も所有していないようなところでは、極端な民主制か純粋な寡頭制が生じるか、あるいはその両方の過度によって僭主制が生じるからである。
καὶ γὰρ ἐκ δημοκρατίας τῆς νεανικωτάτης καὶ ἐξ ὀλιγαρχίας γίγνεται τυραννίς, ἐκ δὲ τῶν μέσων καὶ τῶν σύνεγγυς πολὺ ἧττον.
実際、僭主制は、極めて過激な民主制や、寡頭制から生じるが、中庸な人々やそれに近い人々からは、はるかに生じにくい。
τὴν δʼ αἰτίαν ὕστερον ἐν τοῖς περὶ τὰς μεταβολὰς τῶν πολιτειῶν ἐροῦμεν.
その原因については、後に国制の変革に関する議論の中で述べることにする。
ὅτι δʼ ἡ μέση βελτίστη, φανερόν·
中等の国制が最善であることは明らかである。
μόνη γὰρ ἀστασίαστος·
なぜなら、それだけが党争のない国制だからである。
ὅπου γὰρ πολὺ τὸ διὰ μέσου, ἥκιστα στάσεις καὶ διαστάσεις γίγνονται τῶν πολιτῶν.
すなわち、中間の部分が多いところでは、市民の間で党争や分裂が最も生じにくい。
καὶ αἱ μεγάλαι πόλεις ἀστασιαστότεραι διὰ τὴν αὐτὴν αἰτίαν, ὅτι πολὺ τὸ μέσον·
また、大都市が党争が比較的少ないのも、同じ原因による。 すなわち、中間の部分が多いからである。
ἐν δὲ ταῖς μικραῖς ῥᾴδιόν τε διαλαβεῖν εἰς δύο πάντας, ὥστε μηθὲν καταλιπεῖν μέσον, καὶ πάντες σχεδὸν ἄποροι ἢ εὔποροί εἰσι.
これに対して、小都市では、全員を二つのグループに容易に分裂させることができ、その結果、中間の部分が何も残らなくなり、ほぼ全員が貧困者か富裕者となる。
καὶ αἱ δημοκρατίαι δὲ ἀσφαλέστεραι τῶν ὀλιγαρχιῶν εἰσι καὶ πολυχρονιώτεραι διὰ τοὺς μέσους (πλείους τε γάρ εἰσι καὶ μᾶλλον μετέχουσι τῶν τιμῶν ἐν ταῖς δημοκρατίαις ἢ ταῖς ὀλιγαρχίαις), ἐπεὶ ὅταν ἄνευ τούτων τῷ πλήθει ὑπερτείνωσιν οἱ ἄποροι, κακοπραγία γίνεται καὶ ἀπόλλυνται ταχέως.
さらに、民主制が寡頭制よりも安全で長続きするのも、中庸な人々のおかげである。 すなわち、民主制においては中庸な人々がより多く、また寡頭制におけるよりも名誉を多く分け持っているからである。 というのも、中庸な人々なしに、貧困な人々が数において圧倒するようになると、不運が生じて、急速に滅びてしまうからである。
σημεῖον δὲ δεῖ νομίζειν καὶ τὸ τοὺς βελτίστους νομοθέτας εἶναι τῶν μέσων πολιτῶν·
最も優れた立法者たちが中庸の市民に属していることも、その証拠と見なすべきである。
Σόλων τε γὰρ ἦν τούτων (δηλοῖ δʼ ἐκ τῆς ποιήσεως) καὶ Λυκοῦργος (οὐ γὰρ ἦν βασιλεύς) καὶ Χαρώνδας καὶ σχεδὸν οἱ πλεῖστοι τῶν ἄλλων.
なぜなら、ソロンもそれらの(中庸の市民の)一人であったし(その詩がそれを示している)、リュクルゴス(彼は王ではなかったから)も、カロンダスも、そして他の大部分の立法者たちもほぼ同様だったからである。
φανερὸν δʼ ἐκ τούτων καὶ διότι αἱ πλεῖσται πολιτεῖαι αἱ μὲν δημοκρατικαί εἰσιν αἱ δʼ ὀλιγαρχικαί.
これらのことから、なぜ大部分の国制が一方では民主制であり、他方では寡頭制であるのかも明らかである。
διὰ γὰρ τὸ ἐν ταύταις πολλάκις ὀλίγον εἶναι τὸ μέσον, αἰεὶ ὁπότεροι ἂν ὑπερέχωσιν, εἴθʼ οἱ τὰς οὐσίας ἔχοντες εἴθʼ ὁ δῆμος, οἱ τὸ μέσον ἐκβαίνοντες καθʼ αὑτοὺς ἄγουσι τὴν πολιτείαν, ὥστε ἢ δῆμος γίγνεται ἢ ὀλιγαρχία.
なぜなら、これらの国制においては中間の部分がしばしば少数であるため、常にどちらか一方が圧倒すると、財産を有している者たちであれ、民衆であれ、中庸から外れた人々が、自分たちの都合に合わせて国制を運営し、その結果、民主制か寡頭制が生じるからである。
πρὸς δὲ τούτοις διὰ τὸ στάσεις γίγνεσθαι καὶ μάχας πρὸς ἀλλήλους τῷ δήμῳ καὶ τοῖς εὐπόροις, ὁποτέροις ἂν μᾶλλον συμβῇ κρατῆσαι τῶν ἐναντίων, οὐ καθιστᾶσι κοινὴν πολιτείαν οὐδʼ ἴσην, ἀλλὰ τῆς νίκης ἆθλον τὴν ὑπεροχὴν τῆς πολιτείας λαμβάνουσιν, καὶ οἱ μὲν δημοκρατίαν οἱ δʼ ὀλιγαρχίαν ποιοῦσιν.
さらに、民衆と富裕者との間に党争や闘争が生じるため、どちらか一方が敵対者に対して勝利を収めることに成功すると、彼らは共通の国制や対等な国制を確立せず、勝利の恩賞として国制における優位を手に入れ、一方は民主制を、他方は寡頭制を作るからである。
ἔτι δὲ καὶ τῶν ἐν ἡγεμονίᾳ γενομένων τῆς Ἑλλάδος πρὸς τὴν παρʼ αὑτοῖς ἑκάτεροι πολιτείαν ἀποβλέποντες οἱ μὲν δημοκρατίας ἐν ταῖς πόλεσι καθίστασαν οἱ δʼ ὀλιγαρχίας, οὐ πρὸς τὸ τῶν πόλεων συμφέρον σκοποῦντες ἀλλὰ πρὸς τὸ σφέτερον αὐτῶν, ὥστε διὰ ταύτας τὰς αἰτίας ἢ μηδέποτε τὴν μέσην γίνεσθαι πολιτείαν ἢ ὀλιγάκις καὶ παρʼ ὀλίγοις·
その上、ヘラスにおいて覇権を握った者たちも、それぞれ自国の国制に目を向け、ある者はポリスにおいて民主制を確立し、ある者は寡頭制を確立したのであって、ポリスの利益を考慮したのではなく、自分たち自身の利益を考慮したのである。 したがって、これらの原因によって、中庸の国制は決して生じないか、あるいは稀に、少数のポリスにおいてのみ生じるのである。
εἷς γὰρ ἀνὴρ συνεπείσθη μόνος τῶν πρότερον ἐφʼ ἡγεμονίᾳ γενομένων ταύτην ἀποδοῦναι τὴν τάξιν, ἤδη δὲ καὶ τοῖς ἐν ταῖς πόλεσιν ἔθος καθέστηκε μηδὲ βούλεσθαι τὸ ἴσον,
かつて覇権を握った人々の中で、唯一人の者だけが、この体制を与えることに同意した。 しかし、現在では、諸ポリスにおける人々にとって、対等を望むことすらしないことが習慣となっており、

語釈・文法注

  1. 1296a1ὡς ὅπου οἱ μὲν πολλὰ σφόδρα κέκτηνται — 文頭の ὡς は前節の結論(中等度の財産の所有が最大の幸運であること)の理由を示す接続詞。ὅπου は条件を表す副詞節を導き、主節(ἢ δῆμος ἔσχατος γίγνεται...)の条件となる。
  2. 1296a17ἐπεὶ ὅταν ἄνευ τούτων τῷ πλήθει ὑπερτείνωσιν οἱ ἄποροι — ἄνευ τούτων は「中庸の人々(τοὺς μέσους)なしに」を意味する。τῷ πλήθει は「数において」を表す「基準の与格」。ὑπερτείνωσιν は「超える、圧倒する」を意味する接続法で、ὅταν に導かれる条件節を形成する。
  3. 1296a18σημεῖον δὲ δεῖ νομίζειν καὶ τὸ τοὺς βελτίστους νομοθέτας εἶναι τῶν μέσων πολιτῶν — 構文上の主語は、中性単数冠詞がついた不定詞句 τὸ εἶναι...(〜であること)である。τοὺς βελτίστους νομοθέτας は不定詞の意味上の主語(対格)。τῶν μέσων πολιτῶν は所属を示す「部分属格」で、「中庸の市民に属する」を意味する。σημεῖον は述語名詞として機能する。
  4. 1296a25οἱ τὸ μέσον ἐκβαίνοντες — 分詞 ἐκβαίνοντες(踏み出す、超える)は、τὸ μέσον(中間、中庸)を目的語に取り、「中庸の限界を超える人々」を表す。これは、富裕者であれ貧困者であれ、中間の階層から外れて極端に走る人々を指している。
  5. 1296a38εἷς γὰρ ἀνὴρ συνεπείσθη μόνος τῶν πρότερον ἐφʼ ἡγεμονίᾳ γενομένων — εἷς ἀνὴρ μόνος が主語。τῶν... γενομένων は μόνος にかかる部分属格。「かつて覇権(指導権)を握った人々の中で、唯一の男だけが」となる。不定詞 ἀποδοῦναι は受動態動詞 συνεπείσθη(説得された、同意した)の補足不定詞。

この箇所を引用する

アリストテレス, 政治学 §4.1296a. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0086.tlg035.humanitext-grc2:4.1296a

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。