§4.1294bεἷς μὲν οὖν οὗτος τοῦ συνδυασμοῦ τρόπος, ἕτερος δὲ τὸ τὸ μέσον λαμβάνειν ὧν ἑκάτεροι τάττουσιν, οἷον ἐκκλησιάζειν οἱ μὲν ἀπὸ τιμήματος οὐθενὸς ἢ μικροῦ πάμπαν, οἱ δʼ ἀπὸ μακροῦ τιμήματος, κοινὸν δέ γε οὐδέτερον, ἀλλὰ τὸ μέσον ἑκατέρου τίμημα τούτων.
それゆえ、これが結合の第一の方式であり、第二の方式は双方が定めているものの中間を採用することである。 例えば、民会に出席することについて、一方(民主政)は財産資格なし、あるいは極めてわずかな財産資格を定め、他方(寡頭政)は多額の財産資格を定めるとすれば、そのいずれも共通のものではないが、これら双方の資格の中間の財産資格を定めることである。
τρίτον δʼ ἐκ δυοῖν ταγμάτοιν, τὰ μὲν ἐκ τοῦ ὀλιγαρχικοῦ νόμου τὰ δʼ ἐκ τοῦ δημοκρατικοῦ.
第三の方式は、二つの法規(体系)から、一部は寡頭政の法律から、他の一部は民主政の法律から取り入れることである。
λέγω δʼ οἷον δοκεῖ δημοκρατικὸν μὲν εἶναι τὸ κληρωτὰς εἶναι τὰς ἀρχάς, τὸ δʼ αἱρετὰς ὀλιγαρχικόν, καὶ δημοκρατικὸν μὲν τὸ μὴ ἀπὸ τιμήματος, ὀλιγαρχικὸν δὲ τὸ ἀπὸ τιμήματος·
私が言いたいのは、例えば、官職が抽選制であるのは民主政的であると思われ、選挙制であるのは寡頭政的であると思われ、また財産資格によらないのは民主政的であり、財産資格によるのは寡頭政的であると思われる。
ἀριστοκρατικὸν τοίνυν καὶ πολιτικὸν τὸ ἐξ ἑκατέρας ἑκάτερον λαβεῖν, ἐκ μὲν τῆς ὀλιγαρχίας τὸ αἱρετὰς ποιεῖν τὰς ἀρχάς, ἐκ δὲ τῆς δημοκρατίας τὸ μὴ ἀπὸ τιμήματος.
したがって、貴族政的かつ国制(市民ポリス的)なのは、双方からそれぞれ一つの要素を受け取ること、すなわち寡頭政からは官職を選挙制とすることを受け取り、民主政からは財産資格によらないことを受け取ることである。
ὁ μὲν οὖν τρόπος τῆς μίξεως οὗτος·
さて、混合の方式は以上の通りである。
τοῦ δʼ εὖ μεμεῖχθαι δημοκρατίαν καὶ ὀλιγαρχίαν ὅρος, ὅταν ἐνδέχηται λέγειν τὴν αὐτὴν πολιτείαν δημοκρατίαν καὶ ὀλιγαρχίαν.
民主政と寡頭政がよく混合されていることの基準は、同じ国制を民主政とも寡頭政とも呼ぶことができるときである。
δῆλον γὰρ ὅτι τοῦτο πάσχουσιν οἱ λέγοντες διὰ τὸ μεμεῖχθαι καλῶς·
なぜなら、そのように語る人々がそうした印象を抱くのは、それがよく混合されているからにほかならないからである。
πέπονθε δὲ τοῦτο καὶ τὸ μέσον, ἐμφαίνεται γὰρ ἑκάτερον ἐν αὐτῷ τῶν ἄκρων·
そして、中間的なものもまたこの性質を帯びており、その中には両極端のそれぞれが現れている。
ὅπερ συμβαίνει περὶ τὴν Λακεδαιμονίων πολιτείαν.
このことは、ラケダイモン人の国制において起こっている。
πολλοὶ γὰρ ἐγχειροῦσι λέγειν ὡς δημοκρατίας οὔσης διὰ τὸ δημοκρατικὰ πολλὰ τὴν τάξιν ἔχειν, οἷον πρῶτον τὸ περὶ τὴν τροφὴν τῶν παίδων (ὁμοίως γὰρ οἱ τῶν πλουσίων τρέφονται τοῖς τῶν πενήτων, καὶ παιδεύονται τὸν τρόπον τοῦτον ὃν ἂν δύναιντο καὶ τῶν πενήτων οἱ παῖδες), ὁμοίως δὲ καὶ ἐπὶ τῆς ἐχομένης ἡλικίας, καὶ ὅταν ἄνδρες γένωνται, τὸν αὐτὸν τρόπον (οὐθὲν γὰρ διάδηλος ὁ πλούσιος καὶ ὁ πένης οὕτω) τὰ περὶ τὴν τροφὴν ταὐτὰ πᾶσιν ἐν τοῖς συσσιτίοις, καὶ τὴν ἐσθῆτα οἱ πλούσιοι τοιαύτην οἵαν ἄν τις παρασκευάσαι δύναιτο καὶ τῶν πενήτων ὁστισοῦν·
多くの人々は、それが民主政であると主張しようと試みる。 それは、その制度が多くの民主政的な要素を持っているからであり、例えば第一に、子供たちの養育に関する事柄がそうである(すなわち、富裕な者の子供たちも貧しい者の子供たちと同様に養育され、貧しい者の子供たちでも受けられるような方法で教育される)。 同様に、それに続く年齢層においても、また成人になったときも、同じ方法である(なぜなら、このようにして富裕な者と貧しい者の区別はまったくつかなくなるからである)。 共同食事における食事に関する事柄はすべての人に同一であり、衣類についても、富裕な者たちは、貧しい者のうちの誰であっても調達できるようなものを身につける。
ἔτι τὸ δύο τὰς μεγίστας ἀρχὰς τὴν μὲν αἱρεῖσθαι τὸν δῆμον, τῆς δὲ μετέχειν (τοὺς μὲν γὰρ γέροντας αἱροῦνται, τῆς δʼ ἐφορείας μετέχουσιν)·
さらに、二つの最大の官職のうち、一方を民衆が選挙し、他方に民衆が参与する(すなわち、彼らは長老たちを選挙し、監督官職に参画する)からである。
οἱ δʼ ὀλιχαρχίαν διὰ τὸ πολλὰ ἔχειν ὀλιγαρχικά, οἷον τὸ πάσας αἱρετὰς εἶναι καὶ μηδεμίαν κληρωτήν, καὶ ὀλίγους εἶναι κυρίους θανάτου καὶ φυγῆς, καὶ ἄλλα τοιαῦτα πολλά.
他方で、多くの寡頭政的要素を持っていることから、それを寡頭政であると言う人々もいる。 例えば、すべての官職が選挙制であり、抽選制のものが一つもないことや、少数の者が死刑や追放を決定する権限を持つこと、その他これに類する多くのことである。
δεῖ δʼ ἐν τῇ πολιτείᾳ τῇ μεμειγμένῃ καλῶς ἀμφότερα δοκεῖν εἶναι καὶ μηδέτερον, καὶ σῴζεσθαι διʼ αὑτῆς καὶ μὴ ἔξωθεν, καὶ διʼ αὑτῆς μὴ τῷ πλείους ἔξωθεν εἶναι τοὺς βουλομένους (εἴη γὰρ ἂν καὶ πονηρᾷ πολιτείᾳ τοῦθʼ ὑπάρχον’ ἀλλὰ τῷ μηδʼ ἂν βούλεσθαι πολιτείαν ἑτέραν μηθὲν τῶν τῆς πόλεως μορίων ὅλως.
しかし、よく混合された国制においては、双方の要素があるようにも、またどちらの要素もないようにも思われるべきであり、国制が維持されるのは、外部からではなく自らによるべきであり、また自らによるとは、外部にそれを望む人々が多数いるからではなく(というのも、このことは悪しき国制にも存在しうるからである)、ポリスのいかなる部分も、全体として他の国制を全く望まないことによるべきである。
τίνα μὲν οὖν τρόπον δεῖ καθιστάναι πολιτείαν, ὁμοίως δὲ καὶ τὰς ὀνομαζομένας ἀριστοκρατίας, νῦν εἴρηται.
したがって、どのような方法でポリテイア(国制)を樹立すべきであるか、また同様に、いわゆる貴族政をどのように樹立すべきであるかについては、今や述べられた。